- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:46.1-46.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者将柏拉图等人对既往福祉常怀感恩的态度,与只顾追逐未来而荒废当下的愚昧之徒相对比,记述了马略在第七任执政官任期第十七天离世;随后交代了其子小马略以更甚的暴虐掌权,最终在普赖内斯泰兵败自尽的结局。
Πλάτων μὲν οὖν ἤδη πρὸς τῷ τελευτᾶν γενόμενος ὕμνει τὸν αὐτοῦ δαίμονα καὶ τὴν τύχην, ὅτι πρῶτον μὲν ἄνθρωπος, εἶτα Ἕλλην, οὐ βάρβαρος οὐδὲ ἄλογον τῇ φύσει θηρίον γένοιτο, πρὸς δὲ τούτοις, ὅτι τοῖς Σωκράτους χρόνοις ἀπήντησεν ἡ γένεσις αὐτοῦ.
因此,柏拉图在临终之际,曾赞颂自己的守护神与命运,因他生来首先是一个人,其次是希腊人,而非蛮族亦非天性无理性的禽兽;加之他的出生正赶上了苏格拉底的时代。
καὶ νὴ Δία τὸν Ταρσέα λέγουσιν Ἀντίπατρον ὡσαύτως ὑπὸ τὴν τελευτὴν ἀναλογιζόμενον ὧν τύχοι μακαρίων μηδὲ τῆς εἰς Ἀθήνας οἴκοθεν εὐπλοίας ἐπιλαθέσθαι, καθάπερ φιλοχρήστου τῆς τύχης ἅπασαν δόσιν εἰς μεγάλην χάριν τιθέμενον καὶ σῴζοντα τῇ μνήμῃ διὰ τέλους, ἧς οὐδέν ἐστιν ἀνθρώπῳ ταμιεῖον ἀγαθῶν βεβαιότερον.
而且指天发誓,人们说塔尔苏斯的安提帕特同样在临终时回顾自己所享有的福祉,甚至未曾忘却从家乡前往雅典的一路顺风;他将命运的每一次赐予都视同乐善好施者的莫大恩惠,并将之完好保存在记忆中直至终了;而对人类而言,没有比记忆更牢靠的善物宝库了。
τοὺς δὲ ἀμνήμονας καὶ ἀνοήτους ὑπεκρεῖ τὰ γιγνόμενα1 μετὰ τοῦ χρόνου· διὸ μηθὲν στέγοντες μηδὲ διατηροῦντες ἀεὶ κενοὶ μὲν ἀγαθῶν, πλήρεις δὲ ἐλπίδων πρὸς τὸ μέλλον ἀποβλέπουσι, τὸ παρὸν προϊέμενοι. καίτοι τὸ μὲν ἂν ἡ τύχη κωλῦσαι δύναιτο, τὸ δὲ ἀναφαίρετόν ἐστιν·2
然而对于健忘且愚昧之人,发生过的事情却随着时间流逝而悄然溜走;因此,他们既无法容纳亦无法留存任何事物,始终空乏于实利却满怀希冀,一面放任当下,一面注视未来。然而,前者尚可能受到命运的阻挠,后者却是不可剥夺的。
ἀλλʼ ὅμως τοῦτο τῆς τύχης ὡς ἀλλότριον ἐκβάλλοντες ἐκεῖνο τὸ ἄδηλον ὀνειρώττουσιν, εἰκότα πάσχοντες, πρὶν γὰρ ἐκ λόγου καὶ παιδείας ἕδραν ὑποβαλέσθαι καὶ κρηπῖδα τοῖς ἔξωθεν ἀγαθοῖς, συνάγοντες αὐτὰ καὶ συμφοροῦντες ἐμπλῆσαι τῆς ψυχῆς οὐ δύνανται τὸ ἀκόρεστον.
尽管如此,他们却把这属于命运之物视为身外之物弃之不顾,反而去梦想那渺茫不可知之事,这也正是他们理所应得的报应;因为在借助理性与教养为身外之物奠定基石与底座之前,哪怕他们将其聚敛堆积,也无法填满心灵中贪得无厌的部分。
ἀποθνῄσκει δ’ οὖν Μάριος ἡμέρας ἑπτακαίδεκα τῆς ἑβδόμης ὑπατείας ἐπιλαβών. καὶ μέγα ἔσχε παραυτίκα τὴν Ῥώμην χάρμα καὶ θάρσος ὡς χαλεπῆς τυραννίδος ἀπηλλαγμένην· ὀλίγαις δὲ ἡμέραις ᾔσθοντο νέον ἀντηλλαγμένοι καὶ ἀκμάζοντα ἀντὶ πρεσβύτου δεσπότην3 τοσαύτην ὁ υἱὸς αὐτοῦ Μάριος ὠμότητα καὶ πικρίαν ἀπεδείξατο, τοὺς ἀρίστους καὶ δοκιμωτάτους ἀναιρῶν.
总之,马略在占据其第七任执政官职位的第十七天死去。起初,全罗马沉浸在巨大的喜悦与释然之中,以为摆脱了严酷的僭政;但在短短数日之内,他们便发觉自己是用一位衰老的统治者换来了一个年轻力壮的主子,因为他的儿子小马略展现出了极大的残暴与狠毒,诛杀了最优秀和最具声望的人士。
δόξας δὲ καὶ τολμητὴς καὶ φιλοκίνδυνος εἶναι πρὸς τοὺς πολεμίους ἐν ἀρχῇ παῖς Ἄρεος ὠνομάζετο, ταχὺ δὲ τοῖς ἔργοις ἐλεγχόμενος αὖθις Ἀφροδίτης υἱὸς ἐκαλεῖτο. τέλος δὲ κατακλεισθεὶς εἰς Πραινεστὸν ὑπὸ Σύλλα καὶ πολλὰ φιλοψυχήσας μάτην, ὡς ἦν ἄφυκτα τῆς πόλεως ἁλισκομένης, αὐτὸς αὑτὸν ἀπέκτεινεν.
〔小马略〕起初因对敌凶悍且好弄险,被人称为“战神之子”,但不久他的行径暴露无遗,又被称为“阿佛洛狄忒之子”。最终,他在普赖内斯泰被苏拉围困,虽多方苟且偷生却归于徒劳,在城破无路可逃之际,他自尽身亡。
- 46.3τοὺς δὲ ἀμνήμονας καὶ ἀνοήτους ὑπεκρεῖ τὰ γιγνόμενα
动词 ὑπεκρέω(悄然溜走、滑脱)支配表示受损之人的宾格。句首的 τοὺς ἀμνήμονας καὶ ἀνοήτους 并非主语,而是宾格补足语,主语为中性复数主格的 τὰ γιγνόμενα。
- 46.3τὸ μὲν ἂν ἡ τύχη κωλῦσαι δύναιτο, τὸ δὲ ἀναφαίρετόν ἐστιν
此处对照指示代词的指代关系:τὸ μέν 远指前文所言之“未来”(τὸ μέλλον,即命运尚可阻挠之事),而 τὸ δέ 则指“当下”(τὸ παρόν)或已被记忆所固定的既往事实(即不可剥夺之事)。
- 46.5ὀλίγαις δὲ ἡμέραις ᾔσθοντο νέον ἀντηλλαγμένοι καὶ ἀκμάζοντα ἀντὶ πρεσβύτου δεσπότην
在知觉动词 αἰσθάνομαι 的补足从句中,由于从属动作的主语与主句主语(罗马人)同一,故采用主格分词 ἀντηλλαγμένοι 而非宾格结构。此处中间位完成时分词表示“为自己换得/迎来了(新统治者)”。
