← 普鲁塔克

马略传

§44.1-44.6

安东尼乌斯与卡图卢斯之死及巴尔迪埃伊人的诛灭

演说家安东尼乌斯被捕并遭斩首,其雄辩亦未能免祸;卡图卢斯被迫自尽;而暴虐无度的巴尔迪埃伊人最终被己方阵营诛灭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§44.1

χρηστῷ δὲ καὶ Μᾶρκος Ἀντώνιος ὁ ῥήτωρ φίλῳ χρησάμενος ἠτύχησεν. ὁ γάρ ἄνθρωπος ἦν μὲν πένης καὶ δημοτικός, ὑποδεξάμενος δὲ πρῶτον ἄνδρα Ῥωμαίων καὶ φιλοφρονούμενος ἐκ τῶν παρόντων, οἰκέτην ἔπεμψε πρός τινα τῶν ἐγγὺς καπήλων ληψόμενον οἶνον. διαγευομένου δὲ ἐπιμελέστερον καὶ βελτίονα μετρῆσαι κελεύοντος ἠρώτησεν ὁ κάπηλος ὁ τι παθὼν1 οὐχὶ τὸν νέον, ὥσπερ εἴωθεν, ὠνεῖται καὶ δημοτικόν, ἀλλὰ τοῦ σπουδαίου καὶ πολυτελοῦς.2

演说家马尔库斯·安东尼乌斯也因托身于一位忠厚的朋友而遭遇不幸。此人虽贫寒位卑,但因接待了罗马的首要人物,便倾其所有予以款待,派一名仆人前往近旁的酒贩处打酒。由于仆人格外仔细地品尝,并要求量取更上乘的酒,酒贩便询问究竟出于何故,他不再像往常那样买新酿的下等酒,却要买高档昂贵之酒。

§44.2

ἁπλῶς δέ πως ἐκείνου φράσαντος ὡς πρὸς συνήθη καὶ γνώριμον, ὅτι Μᾶρκον Ἀντώνιον ὁ δεσπότης ἑστιᾷ παρʼ αὐτῷ κρυπτόμενον, ἀσεβὴς καὶ μιαρὸς ὢν ὁ κάπηλος ἅμα τῷ τὸν οἰκέτην ἀπελθεῖν αὐτὸς συνέτεινε πρὸς Μάριον ἤδη περὶ δεῖπνον ὄντα, καὶ προσαχθεὶς ὡμολόγησε παραδώσειν αὐτῷ τὸν Ἀντώνιον.

那仆人毫无防备,宛如对待相识的熟人一般坦言,其主人正招待藏匿在府上的马尔库斯·安东尼乌斯。酒贩是个不义且卑鄙的恶徒,仆人一离开,他便径自奔向正值晚宴的马略,引见之后,许诺将安东尼乌斯交与他。

§44.3

ἀκούσας οὖν ἐκεῖνος ἐκκραγεῖν λέγεται μέγα καὶ ταῖς χερσὶν ὑφʼ ἡδονῆς ἀνακροτῆσαι· καὶ μικροῦ μὲν ἐδέησεν3 ἐξαναστὰς αὐτὸς ἐπὶ τὸν τόπον φέρεσθαι, τῶν δὲ φίλων κατασχόντων Ἄννιον ἔπεμπε καὶ στρατιώτας μετʼ αὐτοῦ κελεύσας κατὰ τάχος τὴν κεφαλὴν τοῦ Ἀντωνίου κομίζειν. ὡς οὖν ἧκον ἐπὶ τὴν οἰκίαν, ὁ μὲν Ἄννιος ὑπέστη παρὰ τὰς θύρας, οἱ δὲ στρατιῶται διὰ κλιμάκων ἀναβάντες εἰς τὸ δωμάτιον καὶ θεασάμενοι τὸν Ἀντώνιον ἄλλος ἄλλον ἐπὶ τὴν σφαγὴν ἀνθʼ ἑαυτοῦ παρεκάλει καὶ προὐβάλλετο.

据说马略听闻之后,高兴得放声大叫并鼓掌相庆;他差一点就要亲自起身赶往那处,但在友人劝阻下,他派遣安尼乌斯并配予士兵,命令尽快取来安东尼乌斯的首级。及至来到住所,安尼乌斯留在门旁,士兵们则借梯子攀入房中,然而一见到安东尼乌斯,众人便互相推诿催促旁人代己下手行凶。

§44.4

τοιαύτη δὲ τις ἦν, ὡς ἔοικε, τοῦ ἀνδρὸς ἡ τῶν λόγων σειρὴν καὶ χάρις, ὥστε ἀρξαμένου λέγειν καὶ παραιτεῖσθαι τὸν θάνατον ἅψασθαι μὲν οὐδεὶς ἐτόλμησεν οὐδὲ ἀντιβλέψαι, κάτω δὲ κύψαντες ἐδάκρυον ἅπαντες, διατριβῆς δὲ γενομένης ἀναβὰς ὁ Ἄννιος ὁρᾷ τὸν μὲν Ἀντώνιον διαλεγόμενον, τοὺς δὲ στρατιώτας ἐκπεπληγμένους καὶ κατακεκηλημένους ὑπʼ αὐτοῦ· κακίσας οὖν ἐκείνους καὶ προσδραμὼν αὐτὸς ἀποτέμνει τὴν κεφαλήν.

据传此人的言辞具有塞壬般的魅力与风采,以至于当他开口陈词乞求免死时,无一人敢于触碰他,甚至不敢与之对视,尽皆垂首啜泣。因迁延日久,安尼乌斯登楼查看,见安东尼乌斯正在说话,而士兵们已被他折服魅惑;于是他痛斥众人,亲自奔上前去砍下了安东尼乌斯的首级。

§44.5

Κάτλος δὲ Λουτάτιος Μαρίῳ συνάρξας καὶ συνθριαμβεύσας ἀπὸ Κίμβρων, ἐπεὶ πρὸς τοὺς δεομένους ὑπὲρ αὐτοῦ καὶ παραιτουμένους ὁ Μάριος τοσοῦτον μόνον εἶπεν, ἀποθανεῖν δεῖ, κατακλεισάμενος εἰς οἴκημα καὶ πολλοὺς ἄνθρακας ἐκζωπυρήσας ἀπεπνίγη.

至于曾与马略共任执政官并同享战胜辛布里人凯旋式的卢塔提乌斯·卡图卢斯,当马略对那些为他求情免死的人仅道出一句: “他必须死”,他便将自己反锁于室内,点燃大量炭火窒息而亡。

§44.6

ῥιπτουμένων δὲ τῶν σωμάτων ἀκεφάλων καὶ πατουμένων ἐν ταῖς ὁδοῖς ἔλεος οὐκ ἦν, ἀλλὰ φρίκη καὶ τρόμος ἁπάντων πρὸς τὴν ὄψιν. ἠνία δὲ μάλιστα τὸν δῆμον ἡ τῶν καλουμένων Βαρδυαίων ἀσέλγεια, τοὺς γάρ δεσπότας ἐν ταῖς οἰκίαις σφάττοντες ᾔσχυνον μὲν αὐτῶν παῖδας, ἐμείγνυντο δὲ βίᾳ ταῖς δεσποίναις, ἀκατάσχετοι δὲ ἦσαν ἁρπάζοντες καὶ μιαιφονοῦντες, ἕως οἱ περὶ Κίνναν καὶ Σερτώριον4 συμφρονήσαντες ἐπέθεντο κοιμωμένοις αὐτοῖς ἐν τῷ στρατοπέδῳ καὶ κατηκόντισαν ἅπαντας.

无头死尸被抛掷在道路上任人践踏,无人心怀怜悯,目睹此景者唯有战栗与恐惧。最为苦待百姓的,是那群被称为巴尔迪埃伊人的暴虐行径;他们在屋舍内屠戮主人,玷污其子嗣,强暴女主人,肆无忌惮地洗劫与虐杀,直至琴纳与塞托里乌斯及其部下达成共识,趁他们宿于营地熟睡之际突袭,用标枪将他们尽数刺杀。

语法注4 条
  1. 44.1ὁ τι παθὼν

    疑问代词加分词 παθών 构成的惯用句式(τί παθών),此处在间接疑问句中变为 ὅ τι,表示诧异或责难的语气,意为“究竟出于何故/受了什么刺激”。

  2. 44.1τοῦ σπουδαίου καὶ πολυτελοῦς

    由动词 ὠνεῖται 支配的部分属格(或性质属格),与前半句受格的 τὸν νέον ... καὶ δημοτικόν 相对比,指代“优质昂贵之属(的酒)”。

  3. 44.3μικροῦ μὲν ἐδέησεν

    动词 δέω(“缺少”)的人称过去时惯用句式 μικροῦ ἐδέησε(ν) 接不定词(此处为 φέρεσθαι),意为“差一点就……”、“险些……”。

  4. 44.6οἱ περὶ Κίνναν καὶ Σερτώριον

    介词短语 οἱ περί 加受格是表示领袖及其党羽、部从的惯用表达;此处指代以琴纳和塞托里乌斯为首的部众及将士。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:44.1-44.6