- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:43.1-43.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
琴纳与马略接见元老院使节后引兵入城,马略旋即抛弃守法的伪装,纵容私兵奴隶卫队大肆屠戮政敌,唯有科尔努图斯靠仆人的智谋得以假死逃脱。
οὕτω δὴ τῶν πραγμάτων ἐχόντων ἡ βουλὴ συνελθοῦσα πρέσβεις ἐξέπεμψε πρὸς Κίνναν καὶ Μάριον, εἰσιέναι καὶ φείδεσθαι δεομένη τῶν πολιτῶν. Κίννας μὲν οὖν ὡς ὕπατος ἐπὶ τοῦ δίφρου καθήμενος ἐχρημάτιζε καὶ φιλανθρώπους ἀποκρίσεις ἔδωκε τοῖς πρέσβεσι, Μάριος δὲ τῷ δίφρῳ παρειστήκει φθεγγόμενος μὲν οὐδέν, ὑποδηλῶν δὲ ἀεὶ τῇ βαρύτητι τοῦ προσώπου καὶ τῇ στυγνότητι τοῦ βλέμματος ὡς εὐθὺς ἐμπλήσων φόνων τὴν πόλιν.1
局势既已如此,元老院集会并派使节晋见琴纳与马略,恳请他们入城并宽恕市民。琴纳遂以执政官之姿坐在执政座上处理公务,并向使节们给予宽和的答复;马略则侍立在执政座旁,一言不发,却始终以沉郁的面容和阴鸷的目光暗示,他立刻就要让城池充满屠戮。
ἐπεὶ δὲ ἀναστάντες ἐβάδιζον, Κίννας μὲν εἰσῄει δορυφορούμενος, Μάριος δὲ παρὰ ταῖς πύλαις ὑποστὰς εἰρωνεύετο πρὸς ὀργήν, φυγὰς εἶναι λέγων καὶ τῆς πατρίδος εἴργεσθαι κατὰ τὸν νόμον, εἰ δὲ χρῄζοι τις αὐτοῦ παρόντος, ἑτέρᾳ ψήφῳ λυτέον εἶναι τὴν ἐκβάλλουσαν,2 ὡς δὴ νόμιμός τις ὢν ἀνήρ καὶ κατιὼν εἰς πόλιν ἐλευθέραν·
当他们起身进发时,琴纳在卫兵簇拥下入城,马略却停在城门前,怀着怒气虚与委蛇,称自己是个流亡者,依法被逐出祖国,若有人希望他到场,必须通过另一次投票废除那项驱逐令,仿佛他真是一个奉公守法之徒、正归向一座自由之城似的。
ἐκάλει δὴ τὸ πλῆθος εἰς ἀγορὰν καὶ πρὸ τοῦ τρεῖς ἢ τέτταρας φυλὰς ἐνεγκεῖν τὴν ψῆφον ἀφεὶς τὸ πλάσμα καὶ τὴν φυγαδικὴν ἐκείνην δικαιολογίαν κατῄει, δορυφόρους ἔχων λογάδας ἐκ τῶν προσπεφοιτηκότων δούλων, οὓς Βαρδυαίους προσηγόρευσεν. οὗτοι πολλοὺς μὲν ἀπὸ φωνῆς, πολλοὺς δὲ ἀπὸ νεύματος ἀνῄρουν προστάσσοντος αὐτοῦ· καὶ τέλος Ἀγχάριον, ἄνδρα βουλευτὴν καὶ στρατηγικόν, ἐντυγχάνοντα τῷ Μαρίῳ καὶ μὴ προσαγορευθέντα καταβάλλουσιν ἔμπροσθεν αὐτοῦ ταῖς μαχαίραις τύπτοντες.
他遂召集群民前往广场,然而尚未等三四个特里布斯投完票,他便抛弃了那副伪装和流亡者的托辞径自入城,麾下带着从归附他的奴隶中挑选出的精锐卫士,称他们为巴尔迪埃伊人。这群人凭着马略的口令诛杀了许多人,又凭着他的示意诛杀了许多人;最后,一位身为元老院议员且任过大法官的安卡利乌斯前去晋见马略,因未得到回应,卫士们便当着马略的面拔刀将其击杀。
ἐκ δὲ τούτου καὶ τῶν ἄλλων ὅσους ἀσπασαμένους μὴ προσαγορεύσειε μηδὲ ἀντασπάσαιτο, τοῦτο αὐτὸ σύμβολον ἦν ἀποσφάττειν3 εὐθὺς ἐν ταῖς ὁδοῖς, ὥστε καὶ τῶν φίλων ἕκαστον ἀγωνίας μεστὸν εἶναι καὶ φρίκης ὁσάκις ἀσπασόμενοι τῷ Μαρίῳ πελάζοιεν· κτεινομένων δὲ πολλῶν Κίννας μὲν ἀμβλὺς ἦν καὶ μεστὸς ἤδη τοῦ φονεύειν, Μάριος δὲ καθʼ ἑκάστην ἡμέραν ἀκμάζοντι τῷ θυμῷ καὶ διψῶντι διὰ πάντων ἐχώρει τῶν ὁπωσοῦν ἐν ὑποψίᾳ γεγονότων.
自此以后,对其余所有人而言,凡向马略致意而未得到他答话或回礼者,这本身便成了在街头即刻斩杀的暗号,以至于他的每一位朋友每当上前致意时,都满怀焦虑与战栗。在被屠戮者众多的情况下,琴纳已经麻木并厌倦了杀戮,但马略却凭着日益高涨且饥渴的怒火,清洗了所有受到任何嫌疑的人。
καὶ πᾶσα μὲν ὁδός, πᾶσα δὲ πόλις τῶν διωκόντων καὶ κυνηγετούντων τοὺς ὑποφεύγοντας καὶ κεκρυμμένους ἔγεμεν. ἠλέγχετο δὲ καὶ ξενίας καὶ φιλίας πίστις οὐδὲν ἔχουσα παρὰ τὰς τύχας βέβαιον· ὀλίγοι γάρ ἐγένοντο παντάπασιν οἱ μὴ προδόντες αὐτοῖς τοὺς παρὰ σφᾶς καταφυγόντας.
每一条街道、每一座市镇都挤满了追逐和搜捕逃亡隐匿者的人。宾客之谊与友道之忠诚亦经受了考验,显出在厄运面前全无坚贞可言;因为绝少有人不将投奔自己的避难者出卖给追捕者。
ἄξιον οὖν ἄγασθαι καὶ θαυμάσαι τοὺς τοῦ Κορνούτου θεράποντας, οἳ τὸν δεσπότην ἀποκρύψαντες οἴκοι, νεκρὸν δέ τινα τῶν πολλῶν ἀναρτήσαντες ἐκ τοῦ τραχήλου καὶ περιθέντες αὐτῷ χρυσοῦν δακτύλιον ἐπεδείκνυον τοῖς Μαρίου δορυφόροις καὶ κοσμήσαντες ὡς ἐκεῖνον αὐτὸν ἔθαπτον. ὑπενόησε δὲ οὐδείς, ἀλλʼ οὕτω λαθὼν ὁ Κορνοῦτος ὑπὸ τῶν οἰκετῶν εἰς Γαλατίαν διεκομίσθη.
因此,科尔努图斯的仆役们实堪褒赏与赞叹。他们把主人藏在家里,又从众多死尸中取来一具吊住脖颈,套上一枚金戒指,展示给马略的卫兵看,并在殓饰后将其当作主人本人下葬。无人起疑,科尔努图斯就这样瞒过众人,由家奴护送逃往高卢。
- 43.1ὡς εὐθὺς ἐμπλήσων φόνων τὴν πόλιν
连词 ὡς 与将来时分词(ἐμπλήσων)连用,表示主语(马略)主观的意图、打算或在外人看来极明显的态势(“仿佛立刻就要让全城充满杀戮”)。该分词支配表示内容物的属格名词 φόνων。
- 43.2εἰ δὲ χρῄζοι τις αὐτοῦ παρόντος, ἑτέρᾳ ψήφῳ λυτέον εἶναι τὴν ἐκβάλλουσαν
这是由 λέγων 引出的间接引语中的条件句。其直接引语形式本为直陈式(或虚拟式条件句),在主句历史时态的影响下,从句动词变为祈愿式 χρῄζοι;主句的动名形容词 λυτέον 所搭配的系动词 ἐστί 则变为不定式 εἶναι。τὴν ἐκβάλλουσαν 为阴性实体化分词,省略了阴性名词 ψῆφον(“放逐他的投票/决议”)。
- 43.4τοῦτο αὐτὸ σύμβολον ἦν ἀποσφάττειν
τοῦτο αὐτό(不予答理本身)为主语,σύμβολον 为表语名词。不定式 ἀποσφάττειν 在此起解释性或同位语作用,具体说明该暗号的内容(“即是在街头当场斩杀的暗号”)。
