← 普鲁塔克

马略传

§42.1-42.5

马略封锁罗马与屋大维之死

马略切断补给并占领雅尼库伦山,而屋大维因死板守法与笃信占卜导致士卒倒戈,最终身死演坛。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§42.1

ἀσπασάμενος δὲ τὸν Κίνναν καὶ τοῖς στρατιώταις ἐντυχὼν εὐθὺς εἴχετο τοῦ ἔργου καὶ μεγάλην μεταβολὴν τῶν πραγμάτων ἐποίησε. πρῶτον μὲν γάρ ταῖς ναυσὶ τὰ σιτηγὰ περικόπτων καὶ τοὺς ἐμπόρους ληιζόμενος ἐκράτησε τῆς ἀγορᾶς, ἔπειτα τὰς παραλίους πόλεις ἐπιπλέων ᾕρει. τέλος δὲ τὴν Ὠστίαν αὐτὴν λαβὼν ἐκ προδοσίας τά τε χρήματα διήρπασε καὶ τῶν ἀνθρώπων τοὺς πολλοὺς ἀπέκτεινε, καὶ γεφυρώσας τὸν ποταμὸν ἀπέκοψε κομιδῇ τὰς ἐκ θαλάσσης εὐπορίας τῶν πολεμίων.

马略向琴纳致意并接见士兵后,便立刻着手行动,使局势发生了巨大转折。首先,他利用舰队拦截运粮船只,劫掠商人,从而掌控了粮食供应;接着,他率船队袭取沿海诸城。最后,他通过内应背叛攻克了奥斯提亚本身,掠夺了那里的财物,屠戮了大部分居民,并在河上架设桥梁,彻底切断了敌人来自海上的物资补给。

§42.2

ἄρας δὲ τῷ στρατῷ πρὸς τὴν πόλιν ἐχώρει καὶ τὸ καλούμενον Ἰανοῦκλον ὄρος κατέσχεν, οὐ τοσοῦτον ἀπειρίᾳ τοῦ Ὀκταβίου τὰ πράγματα βλάπτοντος, ὅσον ἀκριβείᾳ τῶν δικαίων προϊεμένου τὰ χρειώδη παρὰ τὸ συμφέρον,1 ὅς γε πολλῶν κελευόντων αὐτὸν ἐπʼ ἐλευθερίᾳ καλεῖν τοὺς οἰκέτας οὐκ ἔφη δούλοις μεταδώσειν τῆς πατρίδος, ἧς Γάϊον Μάριον εἴργει τοῖς νόμοις ἀμύνων.

随后,他率军向罗马城进发,占领了所谓的雅尼库伦山;而屋大维之所以损害了局面,倒不全因缺乏经验,更是由于过于拘泥于法理条文,违背实际利益而放弃了必要之举。事实上,当许多人劝他以给予自由为条件招募家奴为兵时,他竟声称自己决不会将祖国分享给奴隶,而他正是为了捍卫法律才将盖乌斯·马略拒于祖国之外的。

§42.3

ἐπεὶ δὲ Μέτελλος υἱὸς Μετέλλου τοῦ στρατηγήσαντος ἐν Λιβύῃ καὶ διὰ Μάριον ἐκπεσόντος ἧκεν εἰς Ῥώμην καὶ πολὺ τοῦ Ὀκταβίου στρατηγικώτερος ἐφαίνετο, καταλιπόντες οἱ στρατιῶται τὸν Ὀκτάβιον ἧκον ὡς ἐκεῖνον ἄρχειν δεόμενοι καὶ σῴζειν τὴν πόλιν εὖ γὰρ ἀγωνιεῖσθαι καὶ κρατήσειν ἔμπειρον ἡγεμόνα καὶ δραστήριον λαβόντες.2 ἀγανακτήσαντος δὲ τοῦ Μετέλλου καὶ κελεύοντος ἀπιέναι πρὸς τὸν ὕπατον, ᾤχοντο πρὸς τοὺς πολεμίους, ὑπεξέστη δὲ καὶ Μέτελλος ἀπογνοὺς τὴν πόλιν.

在利比亚统兵并因马略而遭流放的梅特卢斯之子梅特卢斯来到罗马,其军事才能显见远胜屋大维,于是士兵们抛弃了屋大维,前去恳求他执掌统领之权以拯救城池;因为他们认为,一旦拥有一位富有经验且雷厉风行的统帅,便能英勇应战并克敌制胜。然而梅特卢斯大为愤慨,命令他们回到执政官那里去,士兵们遂转而投奔敌营,梅特卢斯自身也对罗马城感到绝望而悄然退隐。

§42.4

Ὀκτάβιον δὲ Χαλδαῖοι καὶ θύται τινὲς καὶ σιβυλλισταὶ πείσαντες ἐν Ῥώμῃ κατέσχον, ὡς εὖ γενησομένων.3 ὁ γὰρ ἀνήρ οὗτος δοκεῖ, τἆλλα Ῥωμαίων εὐγνωμονέστατος γενόμενος καὶ μάλιστα δὴ τὸ πρόσχημα τῆς ὑπατείας ἀκολάκευτον ἐπὶ τῶν πατρίων ἐθῶν καὶ νόμων ὥσπερ διαγραμμάτων ἀμεταβόλων διαφυλάξας, ἀρρωστίᾳ τῇ περὶ ταῦτα χρήσασθαι, πλείονα συνὼν χρόνον ἀγύρταις καὶ μάντεσιν ἢ πολιτικοῖς καὶ πολεμικοῖς ἀνδράσιν.

至于屋大维,则被一些迦勒底人、献祭卜者和西卜林神谕解读者所劝诱,留在了罗马,相信一切都会好转。因为此人在其他方面堪称罗马人中最明达之士,且将执政官的尊严依据祖训与国法维系得毫不阿谀逢迎,宛如恪守不可更改的几何定理一般,但他在此类事上却患有软弱之疾,与江湖术士及占卜者混在一起的时间,竟多于结交政界与军中人士。

§42.5

οὗτος μὲν οὖν, πρὶν εἰσελθεῖν τὸν Μάριον, ὑπὸ τῶν προπεμφθέντων ἀπὸ τοῦ βήματος κατασπασθεὶς ἐσφάττετο καὶ λέγεται διάγραμμα Χαλδαϊκὸν ἐν τοῖς κόλποις αὐτοῦ φονευθέντος εὑρεθῆναι. καὶ τὸ πρᾶγμα πολλὴν ἀλογίαν εἶχε, τὸ δυεῖν ἡγεμόνων ἐπιφανεστάτων Μάριον μὲν ὀρθῶσαι τὸ μὴ καταφρονῆσαι μαντικῆς, Ὀκτάβιον δὲ ἀπολέσαι.4

因此,在马略进城之前,屋大维便被预先派来的人从演讲台上拽下屠戮;据说在他被杀后的怀中,搜出了一张迦勒底人的星盘。此事蕴含着极大的荒唐悖论:在两位最显赫的统帅之中,不轻慢神卜使马略重获崛起,却致使屋大维走向灭亡。

语法注4 条
  1. 42.2οὐ τοσοῦτον ἀπειρίᾳ τοῦ Ὀκταβίου τὰ πράγματα βλάπτοντος, ὅσον ἀκριβείᾳ τῶν δικαίων προϊεμένου τὰ χρειώδη παρὰ τὸ συμφέρον

    由 οὐ τοσοῦτον... ὅσον...(与其说……不如说……)引导的两个属格绝对结构(βλάπτοντος 与 προϊεμένου)形成对比,共用逻辑主语 τοῦ Ὀκταβίου,用以交代马略得以长驱直入的背景原因。ἀπειρίᾳ 与 ἀκριβείᾳ 为表示原因或方式的与格。

  2. 42.3εὖ γὰρ ἀγωνιεῖσθαι καὶ κρατήσειν ἔμπειρον ἡγεμόνα καὶ δραστήριον λαβόντες

    未来时不定式 ἀγωνιεῖσθαι 与 κρατήσειν 由前面 δεόμενοι(恳求)中蕴含的言语或想法引出。主格分词 λαβόντες 与句中逻辑主语(士兵们)一致,在此充当条件从句的作用(相当于 εἰ λάβοιεν),表条件分词。

  3. 42.4ὡς εὖ γενησομένων

    带有连词 ὡς 的属格绝对结构,表达主观理由或指望(“以为/相信事态将向好转变”)。中性复数未来时分词 γενησομένων 既可作无人称理解,亦可承前省略了主语 τὰ πράγματα。

  4. 42.5τὸ δυεῖν ἡγεμόνων ἐπιφανεστάτων Μάριον μὲν ὀρθῶσαι τὸ μὴ καταφρονῆσαι μαντικῆς, Ὀκτάβιον δὲ ἀπολέσαι

    以冠词 τὸ 起首的不定式短语整体同格解释前文的 τὸ πρᾶγμα(此事)。在这一并列结构中,支配 ὀρθῶσαι 与 ἀπολέσαι 的真正语法主语是内层的定冠词不定式 τὸ μὴ καταφρονῆσαι μαντικῆς(不轻慢占卜之事),Μάριον 与 Ὀκτάβιον 则分别为两个不定式的直接宾语;δυεῖν ἡγεμόνων ἐπιφανεστάτων 为部分属格,限定比较的范围(“在两位最显赫的统帅之中”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:42.1-42.5