- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:41.1-41.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
得知罗马执政官屋大维与琴纳爆发内讧且琴纳被逐后,马略纠集兵力渡海抵达伊特鲁里亚,决意与琴纳联手;他身披褴褛假意博取同情,容貌间却依然难掩桀骜凶暴之气。
ἐν δὲ Ῥώμῃ Σύλλας μὲν ἠκούετο τοῖς Μιθριδάτου πολεμεῖν στρατηγοῖς περὶ Βοιωτίαν, οἱ δὲ ὕπατοι στασιάσαντες ἐχώρουν εἰς ὅπλα. καὶ μάχης γενομένης Ὀκτάβιος μὲν κρατήσας ἐξέβαλε Κίνναν ἐπιχειροῦντα τυραννικώτερον ἄρχειν, καὶ κατέστησεν ἀντʼ αὐτοῦ Κορνήλιον Μερούλλαν ὕπατον, ὁ δὲ Κίννας ἐκ τῆς ἄλλης Ἰταλίας συναγαγὼν δύναμιν αὖθις διεπολέμει πρὸς αὐτούς.
在罗马,人们听说苏拉正在维奥蒂亚一带与米特拉达梯的将领交战,而两位执政官则因内讧而诉诸兵戎。交战之后,屋大维获胜,驱逐了企图实行更专横统治的琴纳,并立科尔内利乌斯·梅鲁拉接替他担任执政官;而琴纳则从意大利其他地区聚集了一支兵力,再次与他们交战。
ταῦτα τῷ Μαρίῳ πυνθανομένῳ πλεῦσαι τὴν ταχίστην ἐφαίνετο·1 καὶ παραλαβὼν ἐκ τῆς Λιβύης Μαυρουσίων τινὰς ἱππότας καὶ τῶν ἀπὸ τῆς Ἰταλίας τινὰς καταφερομένων, συναμφοτέρους οὐ πλείονας χιλίων γενομένους, ἀνήχθη. προσβαλὼν δὲ Τελαμῶνι τῆς Τυρρηνίας καὶ ἀποβὰς ἐκήρυττε δούλοις ἐλευθερίαν· καὶ τῶν αὐτόθι γεωργούντων καὶ νεμόντων ἐλευθέρων κατὰ δόξαν αὐτοῦ συντρεχόντων ἐπὶ τὴν θάλασσαν ἀναπείθων τοὺς ἀκμαιοτάτους ἐν ἡμέραις ὀλίγαις χεῖρα μεγάλην ἤθροισε καὶ τεσσαράκοντα ναῦς ἐπλήρωσεν.
马略闻讯之后,认为当务之急是尽快起航;他从利比亚带上了一些毛利塔尼亚骑兵,以及若干从意大利漂泊而来的人——两部分人合起来也不过千人——便出海启程。他在伊特鲁里亚的泰拉蒙靠岸登陆,向奴隶们宣告自由;当地耕作放牧的自由民也因仰慕他的名望而纷纷奔赴海边,他劝服了其中最精壮者,在短短数日内便纠集起一支大军,装满了四十艘战船。
εἰδὼς δὲ τὸν μὲν Ὀκτάβιον ἄριστον ἄνδρα καὶ τῷ δικαιοτάτῳ τρόπῳ βουλόμενον ἄρχειν, τὸν δὲ Κίνναν ὕποπτόν τε τῷ Σύλλᾳ καὶ πολεμοῦντα τῇ καθεστώσῃ πολιτείᾳ, τούτῳ προσνέμειν ἑαυτὸν ἔγνω μετὰ τῆς δυνάμεως, ἔπεμψεν οὖν ἐπαγγελλόμενος ὡς ὑπάτῳ πάντα ποιήσειν τὰ προστασσόμενα. δεξαμένου δὲ τοῦ Κίννα καὶ προσαγορεύσαντος αὐτὸν ἀνθύπατον, ῥάβδους δὲ καὶ τἆλλα παράσημα τῆς ἀρχῆς ἀποστείλαντος, οὐκ ἔφη πρέπειν αὐτοῦ ταῖς τύχαις τὸν κόσμον, ἀλλʼ ἐσθῆτι φαύλῃ κεχρημένος καὶ κομῶν ἀφʼ ἧς ἔφυγεν ἡμέρας, ὑπὲρ ἑβδομήκοντα γεγονὼς ἔτη βάδην προσῄει, βουλόμενος μὲν ἐλεεινὸς εἶναι, τῷ δὲ οἴκτῳ συμμέμικτο τὸ οἰκεῖον τῆς ὄψεως αὐτοῦ πλέον τὸ φοβερόν,2 καὶ διέφαινεν ἡ κατήφεια τὸν θυμὸν οὐ τεταπεινωμένον, ἀλλʼ ἐξηγριωμένον ὑπὸ τῆς μεταβολῆς.
他深知屋大维为人正直、渴望以最公正的方式施政,而琴纳则受苏拉猜忌且正与现行体制交兵,于是决定率兵依附琴纳。他于是派人前去,许诺像对待执政官那样遵行一切指令。琴纳接纳了他,称呼他为资深执政官,并派人送去了笞棒及其他代表职权的仪仗,但马略却表示这等装饰与他的处境不合;而是身着粗劣的衣裳,留着从逃亡之日起便未曾修剪的乱发,以七十开外的高龄缓步前行,本欲博取同情;然而在那份凄楚可怜之中,更大程度上混合着他容貌本有的可怖之色,那阴沉沉的脸色显露出他的心魄并未被挫败,反而在厄运的剧变下变得愈发凶戾。
- 41.2πλεῦσαι τὴν ταχίστην ἐφαίνετο
非人称结构(ἐφαίνετο 搭配与格分词 τῷ Μαρίῳ πυνθανομένῳ 及不定式 πλεῦσαι),意为“(在马略获悉此事后)……似乎是最佳做法”。τὴν ταχίστην 为省略了名词 ὁδόν 的习惯性宾格副词短语,意为“尽快”、“以最快速度”。
- 41.4συμμέμικτο τὸ οἰκεῖον τῆς ὄψεως αὐτοῦ πλέον τὸ φοβερόν
主动词 συμμέμικτο(过去完成时中被动态)搭配前置的与格 τῷ οἴκτῳ(“同情/可怜”),表示混合的对象。主语是中性名词化短语 τὸ φοβερόν(“可怖之处”),与 τὸ οἰκεῖον τῆς ὄψεως αὐτοῦ(“他容貌本有之特质”)构成同位结构。πλέον 作副词或表语修饰,意为“在更大程度上”或“更为显著”,整体句式结构为:“在那份凄楚可怜之中,更为显著地混杂着他容貌本有的可怖之色”。
