← 普鲁塔克

马略传

§40.1-40.7

迦太基的废墟与父子逃离非洲

马略获赠船只逃亡,在埃纳里亚岛与友人会合,途经西西里脱险后抵达北非,但在迦太基被总督塞克斯提利乌斯下令驱逐,马略遂留下坐在废墟之中的名言。与此同时,被扣留在努米底亚的儿子小马略在国王侍妾的协助下逃出并与父亲会合,二人乘小船惊险避开追兵渡至凯尔基纳岛。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§40.1

τοιαύτῃ προθυμίᾳ ταχὺ πάντων συμπορισθέντων καὶ Βηλαίου τινὸς ναῦν τῷ Μαρίῳ παρασχόντος, ὃς ὕστερον πίνακα τῶν πράξεων ἐκείνων γραψάμενος ἀνέθηκεν εἰς τὸ ἱερὸν ὅθεν ἐμβὰς ὁ Μάριος ἀνήχθη, τῷ πνεύματι φέροντι χρώμενος ἐφέρετό πως κατὰ τύχην πρὸς Αἰναρίαν τὴν νῆσον, ὅπου τὸν Γράνιον καὶ τοὺς ἄλλους φίλους εὑρών ἔπλει μετʼ αὐτῶν ἐπὶ Λιβύης.

由于众人的这番热忱,一切很快备齐,一位名叫贝莱乌斯的人为马略提供了一艘船——此人后来将那些事迹绘成画板,供奉在马略登船起航的圣所里——马略乘着顺风,碰巧飘流到了埃纳里亚岛,在那里找到了格拉尼乌斯及其他朋友,便与他们一同驶向利比亚。

§40.2

ὕδατος δὲ ἐπιλιπόντος αὐτοὺς ἀναγκαίως Σικελίᾳ κατὰ τὴν Ἐρυκίνην προσέσχον. ἔτυχε δὲ περὶ τοὺς τόπους ἐκείνους ὁ Ῥωμαίων ταμίας παραφυλάσσων, καὶ μικροῦ μὲν αὐτὸν ἀποβάντα τὸν Μάριον εἷλεν,1 ἀπέκτεινε δὲ περὶ ἑκκαίδεκα τῶν ὑδρευομένων. Μάριος δὲ κατὰ σπουδὴν ἀναχθεὶς καὶ διαπεράσας τὸ πέλαγος πρὸς Μήνιγγα τὴν νῆσον, ἐνταῦθα διαπυνθάνεται πρῶτον ὡς ὁ παῖς αὐτοῦ διασέσῳσται μετὰ Κεθήγου καὶ πορεύονται πρὸς τὸν βασιλέα τῶν Νομάδων Ἰάμψαν, δεησόμενοι βοηθεῖν.

但因淡水匮乏,他们被迫在靠近埃律克斯的西西里海岸靠岸。恰巧罗马的财务官正在那一带巡查防守,差一点捕获了刚登岸的马略本人,并杀死了大约十六名汲水的人。马略仓促起航,穿过大海驶向梅宁克斯岛,在那里才首次获悉他的儿子已同凯特古斯安全脱险,正前往努米底亚国王希恩普萨尔处请求援助。

§40.3

ἐφʼ οἷς μικρὸν ἀναπνεύσας ἐθάρρησεν ἀπὸ τῆς νήσου πρὸς τὴν Καρχηδονίαν προσβαλεῖν· ἐστρατήγει δὲ τῆς Λιβύης τότε Σεξτίλιος, ἀνήρ Ῥωμαῖος, οὔτε φαῦλον οὐθὲν οὔτε χρηστὸν ἐκ Μαρίου προειληφώς, ἀλλʼ ὅσον ἀπʼ οἴκτου τι προσδοκώμενος ὠφελήσειν. ἄρτι δὲ αὐτοῦ μετʼ ὀλίγων ἀποβεβηκότος ὑπηρέτης ἀπαντήσας καὶ καταστὰς ἐναντίον εἶπεν, ἀπαγορεύει σοι Σεξτίλιος ὁ στρατηγός, ὦ Μάριε, Λιβύης ἐπιβαίνειν· εἰ δὲ μή, φησὶν ἀμυνεῖν τοῖς τῆς βουλῆς δόγμασιν, ὡς Ῥωμαίων πολεμίῳ χρώμενος.

闻此消息他稍得喘息,便鼓起勇气从该岛前往迦太基辖地。当时担任利比亚总督的是罗马人塞克斯提利乌斯,他与马略既无怨仇亦无恩惠,但人们期望他出于怜悯或许会提供某些帮助。然而马略刚率少数几个人下船登岸,一名扈从便迎上前来,挡在他面前说道: “塞克斯提利乌斯总督禁止你,马略,踏入利比亚半步;否则,他声称将执行元老院的法令,把你当作罗马的公敌来处置。”

§40.4

ταῦτα ἀκούσαντα τὸν Μάριον ὑπὸ λύπης καὶ βαρυθυμίας ἀπορία λόγων ἔσχε, καὶ πολὺν χρόνον ἡσυχίαν ἦγε δεινὸν εἰς τὸν ὑπηρέτην ἀποβλέπων, ἐρομένου δὲ ἐκείνου τί φράζει καὶ τί λέγει πρὸς τὸν στρατηγόν, ἀπεκρίνατο μέγα στενάξας, ἂγγελλε τοίνυν ὅτι Γάϊον Μάριον ἐν τοῖς Καρχηδόνος ἐρειπίοις φυγάδα καθεζόμενον εἶδες, οὐ κακῶς ἅμα τήν τε τῆς πόλεως ἐκείνης τύχην καὶ τὴν ἑαυτοῦ μεταβολὴν ἐν παραδείγματος λόγῳ θέμενος.

马略听闻此言,因悲痛与愤恨而一时语塞,良久沉默不言,怒目凝视着那名扈从;当对方询问他有何答复、当向总督汇报何言时,他长叹一声回答道: “那么你就去禀报,说你看见盖乌斯·马略作为一个流亡者坐在迦太基的废墟中。” 他将那座城市的命运与自身的变迁并提作为鉴诫,实非无理。

§40.5

ἐν τούτῳ δὲ Ἰάμψας ὁ βασιλεὺς τῶν Νομάδων ἐπαμφοτερίζων τοῖς λογισμοῖς ἐν τιμῇ μὲν ἦγε τοὺς περὶ τὸν νέον Μάριον, ἀπιέναι δὲ βουλομένους ἔκ τινος ἀεὶ προφάσεως κατεῖχε, καὶ δῆλος ἦν ἐπʼ οὐδενὶ χρηστῷ ποιούμενος τὴν ἀναβολήν.2 οὐ μὴν ἀλλὰ συμβαίνει τι τῶν εἰκότων αὐτοῖς πρὸς σωτηρίαν. ὁ γάρ νέος Μάριος εὐπρεπὴς ὢν τὴν ὄψιν ἠνία τινὰ τῶν παλλακίδων τοῦ βασιλέως παρʼ ἀξίαν πράττων· ὁ δὲ οἶκτος οὗτος ἀρχὴ καὶ πρόφασις ἦν ἔρωτος.

此时,努米底亚国王希恩普萨尔在考量中摇摆不定,虽对年轻的马略一行礼遇有加,却在他们想要离去时屡屡借故挽留,显而易见拖延绝非出于善意。然而,发生了一件顺理成章之事,给他们带来了生路。原来年轻的马略容貌俊美,王的一名侍妾见他蒙受与其身份不相称的苦难而心生怜悯,这怜悯便成了情爱的开端与由头。

§40.6

τὸ μὲν οὖν πρῶτον ἀπετρίβετο τὴν ἄνθρωπον· ὡς δὲ οὔτε φυγῆς ἑτέραν ὁδὸν ἑώρα καὶ τὰ παρʼ ἐκείνης σπουδαιότερον ἢ πρὸς ἡδονὴν ἀκόλαστον διεπράττετο, δεξάμενος τὴν φιλοφροσύνην καὶ συνεκπεμφθεὶς ὑπʼ αὐτῆς ἀπέδρα μετὰ τῶν φίλων καὶ διέφυγε πρὸς τὸν Μάριον. ἐπεὶ δὲ ἀλλήλους ἠσπάσαντο, πορευόμενοι παρὰ τὴν θάλασσαν ἐντυγχάνουσι σκορπίοις μαχομένοις· καὶ τὸ σημεῖον ἐφάνη τῷ Μαρίῳ πονηρόν.

起初,他拒绝了这个女人;但当他发现别无逃脱之路,且对方的举动是极其郑重的、而非为了放纵情欲时,他便接受了这份美意,在她的协助护送下与朋友们一同逃出,奔逃到了马略身边。当父子相见拥抱之后,沿着海边行走时,忽见有蝎子在相互争斗;这一征兆在马略看来甚是不祥。

§40.7

εὐθὺς οὖν ἁλιάδος ἐπιβάντες εἰς Κέρκιναν διεπέρων, νῆσον ἀπέχουσαν οὐ πολὺ τῆς ἠπείρου· καὶ τοσοῦτον ἔφθασαν ὅσον ἀνηγμένων αὐτῶν ἱππεῖς ὁρᾶσθαι3 παρὰ τοῦ βασιλέως ἐλαύνοντας ἐπὶ τὸν τόπον ὅθεν ἀνήχθησαν. τοῦτον οὐδενὸς ἐλάττονα κίνδυνον ἔδοξεν ἐκφυγεῖν ὁ Μάριος.

于是他们立刻登上一艘小渔船,横渡到距离大陆不远的凯尔基纳岛;他们逃脱的时间是如此仓促,以至于在他们刚出海起航之际,便看见国王派出的骑兵飞驰来到他们起航之地。马略认为自己逃离了一场绝不亚于任何一次的险境。

语法注3 条
  1. 40.2μικροῦ μὲν αὐτὸν ἀποβάντα τὸν Μάριον εἷλεν

    μικροῦ 是属格作副词用法,意为“几乎”、“差一点”,修饰过去直陈式动词 εἷλεν,表示千钧一发之际未曾发生的过去事件。分词 ἀποβάντα 为宾格,与宾语 αὐτὸν τὸν Μάριον 一致,表时间或附带状况(“刚登岸的马略本人”)。

  2. 40.5δῆλος ἦν ἐπʼ οὐδενὶ χρηστῷ ποιούμενος τὴν ἀναβολήν

    此处采用了典型的 δῆλός ἐστι 接主格分词(ποιούμενος 与主语希恩普萨尔一致)的人称构文,在古典希腊语中常用于替代非人称构文 δῆλον ἦν ὅτι(“显而易见他在延误……”)。

  3. 40.7καὶ τοσοῦτον ἔφθασαν ὅσον ἀνηγμένων αὐτῶν ἱππεῖς ὁρᾶσθαι

    动词 φθάνω(“抢先、先行”)与相关词短语 τοσοῦτον... ὅσον(“以……程度”)连用。接在 ὅσον 后的不定式 ὁρᾶσθαι 表结果,并带有属格独立结构 ἀνηγμένων αὐτῶν(“当他们出海之际”),生动地刻画出极其微小的逃脱时间差(“他们抢先的程度仅够在自己刚出海时望见骑兵飞驰而至”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:40.1-40.7