← 普鲁塔克

马略传

§39.1-39.4

刺客因马略威慑溃逃与市民护送出海

敏图尔奈的长官决议处死马略,但派去行刺的蛮族士兵因其威慑力骇然溃逃;市民心生悔悟,决定将其解救并破例穿过马丽卡圣林护送其至海边。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§39.1

βουλευομένοις δὲ τοῖς ἄρχουσι καὶ συνέδροις τῶν Μιντουρνησίων ἔδοξε μὴ μέλλειν, ἀλλὰ διαχρήσασθαι τὸν ἄνδρα. καὶ τῶν μὲν πολιτῶν οὐδεὶς ὑπέστη τὸ ἔργον, ἱππεὺς δὲ Γαλάτης τὸ γένος ἢ Κίμβρος ἀμφοτέρως γὰρ ἱστορεῖται λαβών ξίφος ἐπεισῆλθεν αὐτῷ.

但敏图尔奈的长官与评议员们商议之后,决定不可再拖延,当将此人处死。市民中没有一个人敢承担这项差事,但一名骑兵——出身为高卢人或辛布里人(因为两种说法皆有记载)——拔剑走进了他的房间。

§39.2

τοῦ δὲ οἰκήματος ἐν ᾧ ἔτυχε μέρει κατακείμενος οὐ πάνυ λαμπρὸν φῶς ἔχοντος, ἀλλʼ ὄντος ἐπισκίου, λέγεται τὰ μὲν ὄμματα τοῦ Μαρίου φλόγα πολλὴν ἐκβάλλοντα τῷ στρατιώτῃ φανῆναι, φωνὴν δὲ μεγάλην ἐκ τοῦ παλισκίου γενέσθαι, σὺ δὴ τολμᾷς, ἄνθρωπε, Γάϊον Μάριον ἀνελεῖν; ἐξῆλθεν οὖν εὐθὺς ὁ βάρβαρος φυγῇ, καὶ τὸ ξίφος ἐν μέσῳ καταβαλὼν ἐχώρει διὰ θυρῶν, τοῦτο μόνον βοῶν, οὐ δύναμαι Γάϊον Μάριον ἀποκτεῖναι.

他所卧之处的房中光线并不十分明亮,而是昏暗阴翳,据说那士兵觉得马略的双眼射出了炽烈的火光,且自暗处传来一道洪亮的声音: “人啊,你竟敢杀害盖乌斯·马略吗?” 于是那蛮族人立刻仓皇逃奔,把剑丢在屋中,冲出门去,口中只喊着这一句: “我无法杀死盖乌斯·马略。”

§39.3

πάντας οὖν ἔκπληξις ἔσχεν, εἶτα οἶκτος καὶ μετάνοια τῆς γνώμης καὶ κατάμεμψις ἑαυτῶν ὡς βούλευμα βεβουλευκότων1 ἄνομον καὶ ἀχάριστον ἐπʼ ἀνδρὶ σωτῆρι τῆς Ἰταλίας, ᾧ μὴ βοηθῆσαι δεινὸν ἦν. ἲτω δʼοὖν ὅπῃ χρῄζει φυγάς ἀνατλησόμενος ἀλλαχόθι τὸ μεμορμένον. ἡμεῖς δὲ εὐχώμεθα μὴ νεμεσῆσαι θεοὺς Μάριον ἄπορον καὶ γυμνὸν ἐκ τῆς πόλεως ἐκβαλοῦσιν.2 ὑπὸ τοιούτων λογισμῶν εἰσπεσόντες ἀθρόοι καὶ περισχόντες αὐτὸν ἐξῆγον ἐπὶ τὴν θάλασσαν.

于是所有人都震惊不已,继而心生怜悯、改变心意,并自责起来,因为他们竟然对意大利的救星做出如此无法无天、忘恩负义的决议,而若不予以救助本是极恶之事。 “那么就让他作为一个流亡者去往他想去的地方吧,在别处承受那命中注定之事;而我们应当祈求,神明不要因我们把穷困无助且赤条条的马略逐出城外而降怒于我们。” 在这种想法的驱使下,他们蜂拥而入,簇拥着他,引他走向海边。

§39.4

ἄλλου δὲ ἄλλο τι προθύμως ὑπηρετοῦντος καὶ σπευδόντων ἁπάντων ἐγίνετο τριβὴ τοῦ χρόνου. τὸ γάρ τῆς λεγομένης Μαρίκας ἄλσος, ὃ σέβονται καὶ παραφυλάττουσι μηθὲν ἐκεῖθεν ἐκκομισθῆναι τῶν εἰσκομισθέντων,3 ἐμποδὼν ἦν τῆς ἐπὶ θάλασσαν ὁδοῦ, καὶ κύκλῳ περιιόντας ἔδει βραδύνειν, ἄχρι οὗ τῶν πρεσβυτέρων τις ἐκβοήσας ἔφη μηδεμίαν ἄβατον μηδʼ ἀπόρευτον ὁδὸν εἶναι διʼ ἧς σῴζεται Μάριος, καὶ πρῶτος αὐτὸς λαβών τι τῶν κομιζομένων ἐπὶ ναῦν διὰ τοῦ τόπου διεξῆλθε.

虽然众人各自热切地分担不同事务,大家都在仓促行事,但还是耗费了时间。因为所谓马丽卡的圣林——他们敬畏这片圣林,并严格看守,规定凡带入其中的东西概不得运出——挡住了通往海边的路,绕行一圈必然造成延误,直到一位长者大声喊道,只要能保全马略的性命,就没有任何道路是不可踏足或被禁绝通行的,随后他自己率先拿起一部分运往船上的物品,穿过了那片地方。

语法注3 条
  1. 39.3ὡς βούλευμα βεβουλευκότων

    带有连词 ὡς 的完成时分词 βεβουλευκότων(属格复数)与紧承名词 κατάμεμψις(自责)后的宾格性属格 ἑαυτῶν(自身)构成同位语一致,表示他们产生自责的主观缘由(“因自视做出了……决议”)。

  2. 39.3νεμεσῆσαι θεοὺς Μάριον ἄπορον καὶ γυμνὸν ἐκ τῆς πόλεως ἐκβαλοῦσιν

    在由 εὐχώμεθα μή 引出的不定式结构中,θεούς 为不定式 νεμεσῆσαι 的逻辑主语(宾格)。因 νεμεσάω(降怒于某人)要求与格补足语,故不定过去时分词 ἐκβαλοῦσιν(与格复数)与上下文省略的“我们(ἡμῖν)”相一致;Μάριον 作该分词的直接宾语,ἄπορον καὶ γυμνόν 则作其表语性补足语。

  3. 39.4μηδὲν ἐκεῖθεν ἐκκομισθῆναι τῶν εἰσκομισθέντων

    此句为动词 παραφυλάττουσι(防范、严格看守)所支配的带否定词 μηδέν 的宾语不定式从句。实质化的被动分词 τῶν εἰσκομισθέντων 作部分属格修饰 μηδέν,表达“凡带入之物中概无一物(被运出)”的警戒或禁令规定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:39.1-39.4