← 普鲁塔克

马略传

§3.1-3.3

马略的卑微出身与努曼提亚初阵

记述马略卑微的出身与简朴的乡村教养,以及他在努曼提亚围城战初次从军时,因英勇与遵守纪律而受到小西庇阿赏识并获预言其远大前程的逸事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

γενόμενος δὲ γονέων παντάπασιν ἀδόξων, αὐτουργῶν δὲ καὶ πενήτων, πατρὸς μὲν ὁμωνύμου, μητρὸς δὲ Φουλκινίας, ὀψέ ποτε πόλιν εἶδε καὶ τῶν ἐν πόλει διατριβῶν ἐγεύσατο, τὸν δὲ ἄλλον χρόνον ἐν κώμῃ Κιρραιάτωνι τῆς Ἀρπίνης δίαιταν εἶχε, πρὸς μὲν ἀστεῖον καὶ γλαφυρὸν βίον ἀγροικοτέραν, σώφρονα δὲ καὶ ταῖς πάλαι Ῥωμαίων τροφαῖς ἐοικυῖαν.

马略出身于完全无名、自食其力的赤贫双亲,父亲与他同名,母亲名为富尔奇妮娅。他直到很晚才得以见到罗马城并领略城中的生活方式,其余时间都在阿皮努姆所属的基拉埃阿通村度过;与文雅优美之生活相比,这种生活虽显质朴粗鄙,却极有节制,宛如古时罗马人的教养之道。

§3.2

πρώτην δὲ στρατείαν στρατευσάμενος ἐπὶ Κελτίβηρας, ὅτε Σκηπίων Ἀφρικανὸς Νομαντίαν ἐπολιόρκει, τὸν στρατηγὸν οὐκ ἐλάνθανεν ἀνδρείᾳ τῶν ἄλλων νέων διαφέρων καὶ τὴν μεταβολὴν τῆς διαίτης, ἣν ὑπὸ τρυφῆς καὶ πολυτελείας διεφθαρμένοις ἐπῆγε τοῖς στρατεύμασιν ὁ Σκηπίων, εὐκολώτατα προσδεχόμενος.1 λέγεται δὲ καὶ πολέμιον ἄνδρα συστὰς καταβαλεῖν ἐν ὄψει τοῦ στρατηγοῦ.

当阿非利加努斯·西庇阿围攻努曼提亚时,马略首次从军出征凯尔特伊比利亚人。他在勇敢上胜过其他年轻人,并且极其欣然地接受了西庇阿为整顿因奢侈放纵而涣散的军队所推行的生活作息改革,这一切都未能逃过主帅的眼睛。据说,他还曾在统帅眼前与一名敌兵单打独斗并将其斩杀。

§3.3

διὸ ταῖς τε ἄλλαις προήγετο τιμαῖς ὑπʼ αὐτοῦ, καί ποτε λόγου μετὰ δεῖπνον ἐμπεσόντος ὑπὲρ στρατηγῶν, καὶ τῶν παρόντων ἑνὸς εἴτε ἀληθῶς διαπορήσαντος εἴτε πρὸς ἡδονὴν ἐρομένου τὸν Σκηπίωνα τίνα δὴ τοιοῦτον ἕξει μετʼ ἐκεῖνον ἡγεμόνα καὶ προστάτην ὁ Ῥωμαίων δῆμος, ὑπερκατακειμένου τοῦ Μαρίου2 τῇ χειρὶ τὸν ὦμον ἠρέμα πατάξας ὁ Σκηπίων, τάχα δὲ τοῦτον, εἶπεν. οὕτως εὐφυὴς ἦν ὁ μὲν ἐκ μειρακίου φανῆναι μέγας, ὁ δὲ ἀπὸ τῆς ἀρχῆς τὸ τέλος νοῆσαι.3

因此,他受到西庇阿的器重而获得其他种种荣誉。有一次在晚宴后,众人谈论起将帅之才,在座有一人不知是出于真正的困惑还是意在奉承,便向西庇阿问道:在西庇阿之后,罗马人民还能拥有何人作为这般统帅与庇护者?这时,西庇阿用手轻轻拍了拍斜倚在自己上方席位的马略的肩膀,说道: “或许就是这一位吧。” 正是如此,一人自青年时代便有展现出伟大特质的天资,另一人则具备从开端洞烛其终局的卓识。

语法注3 条
  1. 3.2τὸν στρατηγὸν οὐκ ἐλάνθανεν ἀνδρείᾳ τῶν ἄλλων νέων διαφέρων καὶ τὴν μεταβολὴν τῆς διαίτης... προσδεχόμενος

    动词 λανθάνω 搭配宾格宾语(τὸν στρατηγόν)与主格补充状语分词(διαφέρων, προσδεχόμενος)。在被否定词 οὐκ 否定时,构成字面意义为“他因在……上出众且……并未逃过统帅的注意”的赘述肯定(二重否定修辞),意即主帅极其敏锐且清楚地注意到了他的勇武与顺从节制。

  2. 3.3ὑπερκατακειμένου τοῦ Μαρίου

    此为独立属格结构,动词 ὑπερκατάκειμαι 的分词指古代希腊罗马宴席(卧榻)上的位置顺序,表明马略就斜倚在西庇阿上方近旁的席位,因而西庇阿可以顺手拍其肩膀。

  3. 3.3οὕτως εὐφυὴς ἦν ὁ μὲν ἐκ μειρακίου φανῆναι μέγας, ὁ δὲ ἀπὸ τῆς ἀρχῆς τὸ τέλος νοῆσαι

    句中并列了 ὁ μέν(马略)与 ὁ δέ(西庇阿)作为主语,共同承接述语 εὐφυὴς ἦν(天生具有天赋),并各自带有说明其天分内容的限制性不定式(φανῆναι 与 νοῆσαι),形成了“前者天生适于自青年展露伟大,后者天生善于自始洞察其终”的鲜明对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:3.1-3.3