- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:38.1-38.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马略在沼泽中被搜捕者捕获并押送至敏图尔奈,被拘押在昔日曾受其审判的妇人凡妮亚家中;凡妮亚非但不记旧怨反而悉心照料,而马略也从途中所见一头驴子的举动中解读出自己将借海路脱险的吉兆。
χρόνου δὲ οὐ πολλοῦ διαγενομένου ψόφος αὐτῷ καὶ θόρυβος ἀπὸ τῆς καλύβης προσέπεσεν. ὁ γὰρ Γεμίνιος ἐκ Ταρρακίνης ἔπεμψε πολλοὺς ἐπὶ τὴν δίωξιν, ὧν ἔνιοι κατὰ τύχην ἐκεῖ προσελθόντες ἐξεφόβουν καὶ κατεβόων τοῦ γέροντος ὡς ὑποδεδεγμένου καὶ κατακρυβόντος1 πολέμιον Ῥωμαίων.
没过多久,有一阵声响和骚动从茅屋方向传到他那里。原来杰米尼乌斯从塔拉奇纳派出了许多人进行搜捕,其中一些人碰巧来到那里,大声恐吓并痛斥那老人,斥责他收留并窝藏了罗马人的公敌。
ἐξαναστὰς οὖν ὁ Μάριος καὶ ἀποδυσάμενος καθῆκεν ἑαυτὸν εἰς τὴν λίμνην ὕδωρ παχὺ καὶ τελματῶδες ἔχουσαν. ὅθεν οὐ διέλαθε τοὺς ζητοῦντας, ἀλλʼ ἀνασπασθεὶς βορβόρου κατάπλεως γυμνὸς εἰς Μιντούρνας ἀνήχθη καὶ παρεδόθη τοῖς ἄρχουσιν. ἦν γάρ εἰς ἅπασαν ἤδη πόλιν ἐξενηνεγμένον παράγγελμα περὶ τοῦ Μαρίου δημοσίᾳ διώκειν καὶ κτείνειν τοὺς λαβόντας.2
于是马略起身脱去衣裳,把身体沉入积着浓浊泥水的沼泽中。但他在此处也未能避开搜寻者的眼睛,而是被拖了出来,浑身沾满污泥,赤身裸体地被押送至敏图尔奈,交给了那里的长官。因为早就有一道通告下发到所有的城镇,命令公开追捕马略,并且谁拿获他就由谁将其处死。
ὅμως δὲ βουλεύσασθαι πρότερον ἐδόκει τοῖς ἄρχουσι καὶ κατατίθενται τὸν Μάριον εἰς οἰκίαν Φαννίας γυναικὸς οὐκ εὐμενῶς δοκούσης ἔχειν πρὸς αὑτὸν ἐξ αἰτίας παλαιᾶς. ἦν γὰρ ἀνήρ τῇ Φαννίᾳ Τιτίννιος· τούτου διαστᾶσα τὴν φερνὴν ἀπῄτει λαμπρὰν οὖσαν. ὁ δὲ μοιχείαν ἐνεκάλει· καὶ γίνεται Μάριος ὑπατεύων τὸ ἕκτον δικαστής.
然而长官们认为最好先商议一番,便将马略安置在一个名叫凡妮亚的妇人家中;由于旧日的过节,她被认为对他并不抱有好感。凡妮亚曾嫁给蒂蒂尼乌斯,与他离异后索要其巨额的嫁妆。男方却控告她犯有通奸罪,当时正值第六次担任执政官的马略成为了审判官。
ἐπεὶ δὲ τῆς δίκης λεγομένης ἐφαίνετο καὶ τὴν Φαννίαν ἀκόλαστον γεγονέναι καὶ τὸν ἄνδρα τοιαύτην εἰδότα λαβεῖν καὶ συμβιῶσαι πολὺν χρόνον, ἀμφοτέρους δυσχεράνας τὸν μὲν ἄνδρα τὴν φερνὴν ἐκέλευσεν ἀποδοῦναι, τῆς δὲ γυναικὸς ἀτιμίας ἕνεκα τῇ καταδίκῃ χαλκοῦς τέσσαρας προσετίμησεν.
在审理此案时,查明凡妮亚确实行事放荡,而丈夫明知她如此却仍娶了她并长期共同生活;马略对双方都深感厌恶,命令丈夫归还嫁妆,但为了羞辱这名妇人,在判决中加罚了她四个铜币。
οὐ μὴν ἥ γε Φαννία τότε πάθος γυναικὸς ἠδικημένης ἔλαβεν, ἀλλʼ ὡς εἶδε τὸν Μάριον, πορρωτάτω γενομένη τοῦ μνησικακεῖν, ἐκ τῶν παρόντων ἐπεμελεῖτο καὶ παρεθάρρυνεν αὐτόν, ὁ δὲ κἀκείνην ἐπῄνει καὶ θαρρεῖν ἔφασκε· σημεῖον γάρ αὐτῷ γεγονέναι χρηστόν. ἦν δὲ τοιοῦτον. ὡς ἀγόμενος πρὸς τῇ οἰκίᾳ τῆς Φαννίας ἐγεγόνει, τῶν θυρῶν ἀνοιχθεισῶν ὄνος ἔνδοθεν ἐχώρει δρόμῳ, πιόμενος ἀπὸ κρήνης ἐγγὺς ἀπορρεούσης· προσβλέψας δὲ τῷ Μαρίῳ λαμυρόν τι καὶ γεγηθὸς ἔστη πρῶτον ἐναντίον, εἶτα φωνὴν ἀφῆκε λαμπρὰν καὶ παρεσκίρτησε παρʼ αὑτὸν ὑπὸ γαυρότητος. ἐξ οὗ συμβαλὼν ὁ Μάριος ἔφασκεν ὡς διὰ θαλάσσης αὐτῷ μᾶλλον ἢ διὰ γῆς ὑποδείκνυσι σωτηρίαν τὸ δαιμόνιον τὸν γάρ ὄνον οὐ προσέχοντα τῇ ξηρᾷ τροφῇ πρὸς τὸ ὕδωρ ἀπʼ αὐτοῦ3 τραπέσθαι. ταῦτα διαλεχθεὶς τῇ Φαννίᾳ καθʼ αὑτὸν ἀνεπαύετο, τὴν θύραν τοῦ δωματίου προσθεῖναι κελεύσας.
可是凡妮亚此时并未流露出受辱妇人的怨恨之情,反而一见到马略,就全无怀恨之意,尽其所有照料他并鼓励他。马略也称赞了她,并说自己充满信心,因为他已得着了一个吉兆。那兆头是这样的:当他被押送到凡妮亚家附近时,门一打开,一头驴子便从里面跑了出来,要到近处流淌的一处泉水饮水;驴子神气而欢悦地注视着马略,先是在他面前驻足,随后高声鸣叫,得意洋洋地在他身旁蹦跳而过。马略由此推想,便宣称神意正向他昭示,他是借由海路而非陆路得救;因为那头驴子对干饲料毫不理会,却转而从他面前走向水源。与凡妮亚谈完这些后,他便吩咐关上房门,独自歇息去了。
- 38.1ὡς ὑποδεδεγμένου καὶ κατακρυβόντος
连词 ὡς 搭配完成时与不定过去时的属格分词,呼应前面受 κατεβόων 支配的名词属格 τοῦ γέροντος,表示追捕者主观认定的指控理由,而非属格独立结构。
- 38.2δημοσίᾳ διώκειν καὶ κτείνειν τοὺς λαβόντας
说明 παράγγελμα 内容的同位语不定词短语。阳性宾格复数分词 τοὺς λαβόντας 是不定词 κτείνειν 的逻辑主语(“由捕获[他]的人将其处死”),而非受词;κτείνειν 的宾语(马略)在语境中被省略。
- 38.6ἀπʼ αὐτοῦ
介词短语 ἀπʼ αὐτοῦ 中的 αὐτοῦ 意义上可作为中性指代前文的干饲料之事(尽管 τῇ ξηρᾷ τροφῇ 为阴性,“从干饲料转向水”),但更自然的是作为阳性代词指马略本人(“从他身旁转向水源”),与前文的 παρʼ αὑτὸν 在语意上相呼应。
