← 普鲁塔克

马略传

§37.1-37.6

马略遭船员遗弃与藏身沼泽

马略登上商船逃避追骑,却遭船员背弃而被遗弃在利里斯河口的沼泽岸边,随后在一处沼泽老民的帮助下藏身于芦苇丛中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37.1

ἤδη δὲ Μιντούρνης, πόλεως Ἰταλικῆς, ὅσον εἴκοσι σταδίων ἀπέχοντες ὁρῶσιν ἱππέων ἴλην πρόσωθεν ἐλαύνοντας1 ἐπʼ αὐτοὺς καὶ κατὰ τύχην ὁλκάδας δύο φερομένας. ὡς οὖν ἕκαστος ποδῶν εἶχε καὶ ῥώμης2 καταδραμόντες ἐπὶ τὴν θάλασσαν καὶ καταβαλόντες ἑαυτοὺς προσενήχοντο ταῖς ναυσί. καὶ λαβόμενοι τῆς ἑτέρας οἱ περὶ τὸν Γράνιον ἀπεπέρασαν εἰς τὴν ἄντικρυς νῆσον Αἰναρία καλεῖται·

当他们距意大利城市敏图尔奈约二十斯塔德时,望见远处有一队骑兵正朝他们奔驰而来,又恰巧有两艘商船驶过。于是,众人各凭脚力与体力奔向海边,纵身跃入海中游向船只。格拉尼乌斯一行人登上了其中一艘,渡到了对岸被称为艾纳利亚的岛上。

§37.2

αὐτὸν δὲ Μάριον βαρὺν ὄντα τῷ σώματι καὶ δυσμεταχείριστον οἰκέται δύο μόλις καὶ χαλεπῶς ὑπέρ τῆς θαλάττης ἐξάραντες εἰς τὴν ἑτέραν ἔθεντο ναῦν, ἤδη τῶν ἱππέων ἐφεστώτων καὶ διακελευομένων ἀπὸ γῆς τοῖς ναύταις κατάγειν τὸ πλοῖον ἢ τὸν Μάριον ἐκβαλόντας αὐτοὺς ἀποπλεῖν ὅπῃ χρῄζοιεν. ἱκετεύοντος δὲ τοῦ Μαρίου καὶ δακρύοντος, οἱ κύριοι τῆς ὁλκάδος ὡς ἐν ὀλίγῳ πολλὰς ἐπʼ ἀμφότερα τῆς γνώμης τροπὰς λαβόντες ὅμως ἀπεκρίναντο τοῖς ἱππεῦσι μὴ προέσθαι τὸν Μάριον.

而马略由于体魄沉重、行动不便,两名仆人费了极大的力气才把他从海水中托起,安置在另一艘船上。这时骑兵们已赶到岸边,从陆地上大声喝令水手们将船靠岸,或者将马略扔出船外,他们自己则开往任何想去的地方。马略流泪哀求,商船的主人们在极短的时间内几经摇摆,最终还是回答骑兵,决不出卖马略。

§37.3

ἐκείνων δὲ πρὸς ὀργὴν ἀπελασάντων αὖθις ἑτέρων γενόμενοι λογισμῶν κατεφέροντο πρὸς τὴν γῆν· καὶ περὶ τὰς ἐκβολὰς τοῦ Λίριος ποταμοῦ διάχυσιν λιμνώδη λαμβάνοντος ἀγκύρας βαλόμενοι παρεκάλουν αὐτὸν ἐκβῆναι καὶ τροφὴν ἐπὶ γῆς λαβεῖν καὶ τὸ σῶμα θεραπεῦσαι κεκακωμένον, ἄχρι οὗ φορὰ γένηται· γίγνεσθαι δὲ τὴν εἰωθυῖαν ὥραν τοῦ πελαγίου μαραινομένου καὶ τῶν ἑλῶν αὔραν ἀναδιδόντων ἐπιεικῶς διαρκῆ.

骑兵们愤怒地策马离去后,他们又改变了主意,将船驶向陆地。在利里斯河形成沼泽湖泊的入海口附近,他们抛下了锚,劝马略上岸进食,并在陆上调养备受折磨的身体,直到顺风升起;他们说,〔顺风〕会在惯常的时刻升起,那时海风平息,沼泽吹送出相当持久的微风。

§37.4

ταῦτα πεισθεὶς ὁ Μάριος ἔπραττε· καὶ τῶν ναυτῶν ἐξελομένων αὐτὸν ἐπὶ τὴν γῆν κατακλινεὶς ἔν τινι πόᾳ πορρωτάτω τοῦ μέλλοντος εἶχε τὴν διάνοιαν.3 οἱ δὲ εὐθὺς ἐπιβάντες ἐπὶ τὴν ναῦν καὶ τὰς ἀγκύρας ἀναλαβόντες ἔφευγον, ὡς οὔτε καλὸν ἐκδοῦναι τὸν Μάριον αὐτοῖς οὔτε σῴζειν ἀσφαλές, οὕτω δὴ πάντων ἔρημος ἀπολειφθείς πολὺν μὲν χρόνον ἄναυδος ἐπὶ τῆς ἀκτῆς ἔκειτο, μόλις δέ πως ἀναλαβὼν ἑαυτὸν ἐπορεύετο ταλαιπώρως ἀνοδίαις·

马略听从了劝告,依计而行。水手们将他送到岸上后,他在一片草丛中躺下,对将要发生的事情完全未加防备。水手们却立即登船起锚逃去,认为出卖马略既不光彩,挽救他亦不安全。就这样被众人彻底遗弃,马略在岸上久久默然躺卧,好不容易才重新振作,艰难地跋涉在无路之地。

§37.5

καὶ διεξελθὼν ἕλη βαθέα καὶ τάφρους ὕδατος καὶ πηλοῦ γεμούσας ἐπιτυγχάνει καλύβῃ λιμνουργοῦ γέροντος, ὃν περιπεσὼν ἱκέτευε γενέσθαι σωτῆρα καὶ βοηθὸν ἀνδρός, εἰ διαφύγοι τὰ παρόντα, μείζονας ἐλπίδων ἀμοιβὰς ἀποδώσοντος.4 ὁ δὲ ἄνθρωπος, εἴτε πάλαι γινώσκων εἴτε πρὸς τὴν ὄψιν ὡς κρείττονα θαυμάσας, ἀναπαύσασθαι μὲν ἔφη δεομένῳ τὸ σκηνύδριον ἐξαρκεῖν, εἰ δέ τινας ὑποφεύγων πλάζοιτο κρύψειν αὐτὸν ἐν τόπῳ μᾶλλον ἡσυχίαν ἔχοντι.

他穿过深邃的沼泽以及充满泥水的沟渠,遇见了一位沼泽老民的茅屋。马略扑倒在他面前,乞求他成为一位若能脱离险境必将给予超出期望之报酬的人的救主与帮手。那人不知是素来认得他,还是惊异于他非凡的外貌,便说如果只是需要歇息,这间茅屋已足够;但若是在躲避追捕而逃亡,他会把他藏在一个更为隐蔽安宁的地方。

§37.6

τοῦ δὲ Μαρίου δεηθέντος τοῦτο ποιεῖν, ἀγαγὼν αὐτὸν εἰς τὸ ἕλος καὶ πτῆξαι κελεύσας ἐν χωρίῳ κοίλῳ παρὰ τὸν ποταμὸν ἐπέβαλε τῶν τε καλάμων πολλοὺς καὶ τῆς ἄλλης ἐπιφέρων ὕλης ὅση κούφη καὶ περιπέσσειν ἀβλαβῶς δυναμένη.

马略恳求他这么做,老者便引他走入沼泽,叫他在河边的一处洼地蜷伏下来,盖上了许多芦苇,又搬来其他轻柔且能遮掩而不致造成伤害的草木覆盖其上。

语法注4 条
  1. 37.1ἱππέων ἴλην πρόσωθεν ἐλαύνοντας

    意合构造(constructio ad sensum):分词 ἐλαύνοντας 为阳性复数宾格,依语义与集合名词 ἴλην(阴性单数)所包含的骑兵们取得一致。

  2. 37.1ὡς οὖν ἕκαστος ποδῶν εἶχε καὶ ῥώμης

    习惯用法(ὡς εἶχε ποδῶν),动词 ἔχω 与方式副词及属格连用,意为“各凭足力与体力所能”。ποδῶν 与 ῥώμης 充当表示能力范围的限制属格。

  3. 37.4πορρωτάτω τοῦ μέλλοντος εἶχε τὴν διάνοιαν

    字面意为“将心思置于远离即将发生之事(τοῦ μέλλοντος)的地方”,描绘了他对水手即将到来的背叛以及眼前的危险毫无防备与预料。

  4. 37.5εἰ διαφύγοι τὰ παρόντα, μείζονας ἐλπίδων ἀμοιβὰς ἀποδώσοντος

    间接引语中的条件句:将来分词 ἀποδώσοντος(与 ἀνδρός 一致)搭配祈愿语气 διαφύγοι,相当于直接引语中的将来生动条件句(ἐὰν διαφύγω ... ἀποδώσω)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:37.1-37.6