← 普鲁塔克

马略传

§36.1-36.6

漂抵基尔凯伊与第七次执政官的预言

老马略在逃亡途中为避敌人与风暴在基尔凯伊附近上岸,在饥寒交迫与追捕威胁下,他借少年时所获七只幼鹰的预言勉励同行者,深信自己必将第七次当选执政官。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.1

ὁ δὲ πρεσβύτης Μάριος ὡς ἀνήχθη, πνεύματι φορῷ κομιζόμενος παρὰ τὴν Ἰταλίαν ἐφοβήθη Γεμίνιόν τινα τῶν ἐν Ταρρακίνῃ δυνατῶν ἐχθρὸν αὑτοῦ, καὶ τοῖς ναύταις προεῖπεν εἴργεσθαι Ταρρακίνης. οἱ δὲ ἐβούλοντο μὲν αὐτῷ χαρίζεσθαι, τοῦ δὲ πνεύματος εἰς πελάγιον μεθισταμένου καὶ κλύδωνα κατάγοντος πολὺν οὔτε τὸ πορθμεῖον ἐδόκει περικλυζόμενον ἀνθέξειν, τοῦ τε Μαρίου δυσφοροῦντος καὶ κακῶς ἔχοντος ὑπὸ ναυτίας μόλις ἀντιλαμβάνονται τῶν περὶ τὸ Κίρκαιον αἰγιαλῶν.

老马略出海后,顺风沿着意大利海岸航行,但他害怕塔拉奇纳的一位权贵吉米尼乌斯——此人是他的仇敌,便吩咐水手们避开塔拉奇纳。水手们本想顺从他的意愿,但风转为从外海吹来并掀起了巨大的波浪,颠簸之中的小艇似乎难以支撑,加上马略痛苦不堪、因晕船而极度衰竭,他们历尽艰辛才勉强抵达基尔凯伊附近的海滩。

§36.2

τοῦ δὲ χειμῶνος αὐξανομένου καὶ τῶν σιτίων ἐπιλειπόντων ἐκβάντες ἐπλάζοντο πρὸς οὐδένα σκοπόν, ἀλλʼ οἷα συμβαίνει ταῖς μεγάλαις ἀπορίαις ἀεὶ φεύγειν ἐκ τοῦ παρόντος ὡς χαλεπωτάτου καὶ τὰς ἐλπίδας ἔχειν ἐν τοῖς ἀδήλοις.1 ἐπεὶ πολεμία μὲν ἐκείνοις ἡ γῆ, πολεμία δὲ ἡ θάλασσα, φοβερὸν δὲ ἦν ἀνθρώποις περιπεσεῖν, φοβερὸν δὲ μὴ περιπεσεῖν διʼ ἔνδειαν τῶν ἀναγκαίων.

风暴愈发猛烈,口粮也已告罄,他们上岸后毫无目的地四处游荡;正如在巨大的绝境中常发生的那样,人们总是逃避被视为最严酷的眼前现状,而将希望寄托于不可知的未来。因为对他们而言,陆地充满敌意,海洋亦充满敌意;遭遇他人令人畏惧,而因缺乏生活必需品而遇不到人同样令人畏惧。

§36.3

οὐ μὴν ἀλλʼ ὀψέ που βοτῆρσιν ὀλίγοις ἐντυγχάνουσιν, οἳ δοῦναι μὲν οὐδὲν ἔσχον αὐτοῖς δεομένοις, γνωρίσαντες δὲ τὸν Μάριον ἐκέλευον ἀπαλλάττεσθαι τὴν ταχίστην· ὀλίγον γάρ ἔμπροσθεν αὐτόθι κατὰ ζήτησιν αὐτοῦ συχνοὺς ἱππέας ὀφθῆναι διεξελαύνοντας.

不过,在傍晚时分,他们终于在某处碰到了几名牧人;牧人虽然无法向困顿的他们提供任何食物,但在认出马略后,催促他尽快离开,因为不久前曾有人看见大批骑兵在此巡逻搜捕他。

§36.4

ἐν παντὶ δὴ γεγονὼς ἀπορίας, μάλιστα δὲ νηστείᾳ τῶν περὶ αὐτὸν ἀπαγορευόντων, τότε μὲν ἐκτραπόμενος τῆς ὁδοῦ καὶ καταβαλὼν ἑαυτὸν εἰς ὕλην βαθεῖαν ἐπιπόνως διενυκτέρευσε. τῇ δ’ ὑστεραίᾳ συνηγμένος ὑπʼ ἐνδείας καὶ τῷ σώματι πρὶν ἐκλελύσθαι παντάπασι χρήσασθαι βουλόμενος ἐχώρει παρὰ τὸν αἰγιαλόν, ἐπιθαρσύνων τοὺς ἑπομένους καὶ δεόμενος μὴ προαποκάμνειν τῆς τελευταίας ἐλπίδος, ἐφʼ ἣν ἑαυτὸν φυλάττει μαντεύμασι παλαιοῖς πιστεύων.

由于陷入了彻底的绝境,尤其是身边的随从因饥饿而体力不支,马略当时便偏离道路,潜入一片茂密的林中,痛苦地挨过了一夜。次日,受到匮乏的煎熬,并希望在完全力竭前运用自己的身体,他沿着海滩前行,勉励跟从他的人,恳求他们不要未及最后的希望便力竭放弃,他正是在对往昔神谕的坚信中为这一希望保全自身。

§36.5

νέος γὰρ ὢν ἔτι παντελῶς καὶ διατρίβων κατʼ ἀγρὸν ὑποδέξασθαι τῷ ἱματίῳ καταφερομένην ἀετοῦ νεοττιὰν2 ἑπτὰ νεοττοὺς ἔχουσαν· ἰδόντας δὲ τοὺς γονεῖς καὶ θαυμάσαντας διαπυνθάνεσθαι τῶν μάντεων τοὺς δὲ εἰπεῖν ὡς ἐπιφανέστατος ἀνθρώπων ἔσοιτο καὶ τὴν μεγίστην ἡγεμονίαν καὶ ἀρχὴν ἑπτάκις αὐτὸν λαβεῖν ἀναγκαῖον εἴη.

他叙述道,当自己尚在少年、居于乡间时,曾用外套接住了一个落下的鹰巢,里面有七只幼雏;父母见状深感奇异,便去询问占卜者,占卜者回答说,他将成为人中最显赫者,注定要七次获得至高统帅权与长官职务。

§36.6

ταῦτα οἱ μὲν ἀληθῶς τῷ Μαρίῳ συντυχεῖν οὕτω λέγουσιν οἱ δὲ τοὺς τότε καὶ παρὰ τὴν ἄλλην φυγὴν ἀκούσαντας αὐτοῦ καὶ πιστεύσαντας ἀναγράψαι πρᾶγμα κομιδῇ μυθῶδες. ἀετὸς γὰρ οὐ τίκτει πλεῖον τῶν δυεῖν, ἀλλὰ καὶ Μουσαῖον ἐψεῦσθαι λέγουσιν εἰπόντα περὶ τοῦ ἀετοῦ, ὡς "τρία μὲν τίκτει, δύο δ’ ἐκλέπει, ἓν δ’ ἀλεγίζει." τὸ μέντοι πολλάκις ἐν τῇ φυγῇ καὶ ταῖς ἐσχάταις ἀπορίαις Μάριον εἰπεῖν ὡς ἄχρις ἑβδόμης ὑπατείας πρόεισιν, ὁμολογούμενόν ἐστιν.

对此,有人说这确实是真实发生在马略身上的事;另一些人则认为,是那些在当时及随后的逃亡中听信其言的人记录了一件完全虚构的神话。因为老鹰所产的卵不会超过两枚,据说连穆塞奥斯在谈到老鹰时也说错了: “产卵有三,孵出者二,抚育者一。” 然而,马略在逃亡与极度困顿中多次宣称自己将晋升至第七次执政官,这一点则是公认的事实。

语法注2 条
  1. 36.2ἀλλʼ οἷα συμβαίνει ταῖς μεγάλαις ἀπορίαις ἀεὶ φεύγειν ἐκ τοῦ παρόντος ὡς χαλεπωτάτου καὶ τὰς ἐλπίδας ἔχειν ἐν τοῖς ἀδήλοις

    从句 οἷα συμβαίνει(“正如……常发生的那样”)与与格 ταῖς μεγάλαις ἀπορίαις 连用,随后的不定式 φεύγειν 与 ἔχειν 充当说明性(epexegetic)不定式,具体陈述身处极端困境者所表现出的普遍心理行为倾向。

  2. 36.5ὑποδέξασθαι τῷ ἱματίῳ καταφερομένην ἀετοῦ νεοττιὰν

    不定式 ὑποδέξασθαι(以及随后的 διαπυνθάνεσθαι、εἰπεῖν)处于间接引语中,由前文语境(ἐπιθαρσύνων ... δεόμενος)所暗含的讲述之意所统辖,转述了马略向随从们叙说的往事内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:36.1-36.6