← 普鲁塔克

马略传

§35.1-35.7

苏拉进军罗马与马略的出逃

苏尔皮基乌斯以武力压制执政官并将军权授予防马略,苏拉闻讯挥师进占罗马,迫使马略父子狼狈逃亡并由海路出逃。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§35.1

ταῦτα τὴν πόλιν ἐκ πολλῶν χρόνων ὕπουλον γεγενημένην καὶ νοσοῦσαν ἀνέρρηξεν, εὐφυέστατον εὑρόντος ὄργανον Μαρίου πρὸς τὸν κοινὸν ὄλεθρον τὸ Σουλπικίου θράσος, ὃς διὰ τἆλλα πάντα θαυμάζων καὶ ζηλῶν τὸν Σατορνῖνον ἀτολμίαν ἐπεκάλει τοῖς πολιτεύμασιν αὑτὸν καὶ μέλλησιν.

这些事态使长久以来表面平静而暗中化脓溃烂的城市彻底爆发了,因为马略在苏尔皮基乌斯的鲁莽中找到了导致共同毁灭的极佳工具;此人在其他各方面都钦佩并效仿萨图尔尼努斯,却指责其政治举措缺乏勇气与拖延犹豫。

§35.2

αὐτὸς δὲ μὴ μέλλων ἑξακοσίους μὲν εἶχε περὶ αὑτὸν τῶν ἱππικῶν οἷον δορυφόρους, καὶ τούτους ἀντισύγκλητον ὠνόμαζεν, ἐπελθὼν δὲ μεθʼ ὅπλων ἐκκλησιάζουσι τοῖς ὑπάτοις τοῦ μὲν ἑτέρου φυγόντος ἐξ ἀγορᾶς τὸν υἱὸν ἐγκαταλαβὼν ἀπέσφαξε, Σύλλας δὲ παρὰ τὴν οἰκίαν τοῦ Μαρίου διωκόμενος, οὐδενὸς ἂν προσδοκήσαντος,1 εἰσέπεσε· καὶ τοὺς μὲν διώκοντας ἔλαθε δρόμῳ παρενεχθέντας,2 ὑπʼ αὐτοῦ δὲ Μαρίου λέγεται κατὰ θύρας ἑτέρας ἀσφαλῶς ἀποπεμφθεὶς διεκπεσεῖν εἴς τὸ στρατόπεδον.

他自己则毫不迟疑,身边常带着六百名骑士阶层的成员充当保镖,并称他们为“反元老院”。他在执政官召集公民大会时持械袭击,当其中一位执政官逃离广场后,他擒获了其子并将其屠杀。苏拉在被追捕途经马略宅邸时,在谁也没有料到的情况下径直闯了进去;他躲过了全力狂奔掠过的追捕者,据说是由马略亲自经由另一扇门安全送出,从而逃脱至军营。

§35.3

αὐτὸς δὲ Σύλλας ἐν τοῖς ὑπομνήμασιν οὔ φησι καταφυγεῖν πρὸς τὸν Μάριον, ἀλλʼ ἀπαλλαχθῆναι βουλευσόμενος ὑπὲρ ὧν Σουλπίκιος ἠνάγκαζεν αὑτὸν ἄκοντα ψηφίσασθαι, περισχὼν ἐν κύκλῳ ξίφεσι γυμνοῖς καὶ συνελάσας πρὸς τὸν Μάριον, ἄχρι οὗ προελθὼν ἐκεῖθεν εἴς ἀγοράν, ὡς ἠξίουν ἐκεῖνοι, τὰς ἀπραξίας ἔλυσε.3

但苏拉本人在《回忆录》中否认曾逃往马略处避难,而是说自己退居彼处是为了商榷苏尔皮基乌斯强迫他违心表决的事项,当时苏尔皮基乌斯拔剑合围并将其逼至马略处,直至他从那里前往广场,按他们的要求解除了公务停顿状态。

§35.4

γενομένων δὲ τούτων ὅ τε Σουλπίκιος ἤδη κρατῶν ἐπεχειροτόνησε τε Μαρίῳ τὴν στρατηγίαν, ὅ τε Μάριος ἐν παρασκευῇ τῆς ἐξόδου καθειστήκει, καὶ δύο χιλιάρχους ἐξέπεμψε παραληψομένους τὸ Σύλλα στράτευμα. Σύλλας δὲ τοὺς στρατιώτας παροξύνας ἦσαν δὲ τρισμυρίων καὶ πεντακισχιλίων οὐ μείους ὁπλῖται προήγαγεν ἐπὶ τὴν Ῥώμην. τοὺς δὲ χιλιάρχους, οὓς ἐπέπεμψε Μάριος, προσπεσόντες οἱ στρατιῶται διέφθειραν.

这些事情发生后,大权在握的苏尔皮基乌斯通过投票将指挥权授予马略,马略也着手准备出征,并派出两名军团副官去接管苏拉的军队。然而苏拉煽动起麾下不少于三万五千名的重装步兵,向罗马进军。士兵们扑向马略派来的副官,将他们杀死。

§35.5

πολλοὺς δὲ καὶ Μάριος ἐν Ῥώμῃ τῶν Σύλλα φίλων ἀνῃρήκει, καὶ δούλοις ἐλευθερίαν ἐκήρυττεν ἐπὶ συμμαχίᾳ· λέγονται δὲ τρεῖς μόνοι προσγενέσθαι. μικρὰ δ̓ ἀντιστὰς εἰσελάσαντι τῷ Σύλλᾳ καὶ ταχέως ἐκβιασθεὶς ἔφυγε. τῶν δὲ περὶ αὐτόν, ὡς πρῶτον ἐξέπεσε τῆς πόλεως, διασπαρέντων, σκότους ὄντος εἴς τι τῶν ἐπαυλίων αὑτοῦ Σολώνιον κατέφυγε.

马略在罗马也处决了苏拉的许多朋友,并向奴隶宣告若结盟共战便赐予自由;据说响应加入的仅有三人。在面对进军入城的苏拉时,他略作抵抗便迅速被击溃逃跑。一旦被逐出城市,身边的随从便作鸟兽散,他在夜幕中逃往自己的一处庄园索洛尼乌姆避难。

§35.6

καὶ τὸν μὲν υἱὸν ἔπεμψεν ἐκ τῶν Μουκίου τοῦ πενθεροῦ χωρίων οὐ μακρὰν ὄντων τὰ ἐπιτήδεια ληψόμενον, αὐτὸς δὲ καταβὰς εἴς Ὠστίαν, φίλου τινὸς Νουμερίου πλοῖον αὐτῷ παρασκευάσαντος, οὐκ ἀναμείνας τὸν υἱόν, ἀλλὰ Γράνιον ἔχων μεθʼ αὑτοῦ τὸν πρόγονον ἐξέπλευσεν. ὁ δὲ νεανίας, ὡς ἦλθεν εἴς τὰ χωρία τοῦ Μουκίου, λαμβάνων τι καὶ σκευαζόμενος ἡμέρας καταλαβούσης οὐ παντάπασι τοὺς πολεμίους ἔλαθεν, ἀλλʼ ἦλθον ἱππεῖς ἐλαύνοντες καθʼ ὑπόνοιαν ἐπὶ τὸν τόπον·

他派儿子前往相距不远的岳父穆基乌斯的地产索取必需物资,自己则下到奥斯提亚;由于一位名叫努梅里乌斯的朋友已为他备好船只,他便不再等候儿子,带着继子格拉尼乌斯启航出海。而那个年轻人来到穆基乌斯的庄园后,在收集和打点物资时恰逢天明,未能完全避过敌人的耳目,骑兵因起疑而策马直奔此地。

§35.7

οὓς ὁ τῶν ἀγρῶν ἐπιμελητὴς προϊδόμενος ἔκρυψε τὸν Μάριον ἐν ἁμάξῃ κυάμους ἀγούσῃ, καὶ βοῦς ὑποζεύξας ἀπήντα τοῖς ἱππεῦσιν εἴς πόλιν ἐλαύνων τὴν ἅμαξαν. οὕτω δὲ πρὸς τὴν οἰκίαν τῆς γυναικὸς ὁ Μάριος διακομισθεὶς καὶ λαβὼν ὅσων ἐδεῖτο νυκτὸς ἐπὶ θάλασσαν ἧκε καὶ νεὼς ἐπιβὰς εἴς Λιβύην πλεούσης ἀπεπέρασεν.

庄园的总管预先瞥见了他们,将〔年轻的〕马略藏进一辆装运蚕豆的大车中,套上公牛,迎着骑兵将车向城里赶去。马略就这样被送到了妻子的居所,取齐所需之物后在夜间来到海边,登上一艘驶往利比亚的船渡海而去。

语法注3 条
  1. 35.2οὐδενὸς ἂν προσδοκήσαντος

    带有虚词 ἄν 的属格独立结构。在过去的叙述语境中,分词表达潜在性或反事实推测,其功能相当于直陈式过去时或祈愿式加 ἄν(即 οὐδεὶς ἂν προσεδόκησεν),意为“虽然任谁都不会料到”。

  2. 35.2ἔλαθε δρόμῳ παρενεχθέντας

    动词 λανθάνω 的宾语 τοὺς διώκοντας 带有表原因或伴随状况的分词 παρενεχθέντας。直译为“躲过了飞奔掠过的追捕者们的注意”,即追捕者因疾驰而冲过了头,使苏拉得以逃脱其眼线。

  3. 35.3τὰς ἀπραξίας ἔλυσε

    对应于拉丁语短语 iustitium remittere(解除公务停顿令)。指执政官为阻止苏尔皮基乌斯的法案表决而颁布的停止公民大会和法务审判的禁令,在暴力逼迫下被迫予以取消。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:35.1-35.7