- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:34.1-34.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
随着同盟者战争走向平息,保民官苏尔皮基乌斯企图将对米特里达梯战争的指挥权赋予老态龙钟的马略,引起民众分歧;坐拥奢华庄园的马略不顾衰老沉重的身躯,在练兵场上与青年竞争以求出征,其无止境的贪婪与野心引来了有识之士的怜悯与讥讽。
ἐπεὶ δὲ ἤδη τῶν Ἰταλῶν ἐγκεκλικότων ἐμνηστεύοντο πολλοὶ τὸν Μιθριδατικὸν πόλεμον ἐν Ῥώμῃ διὰ τῶν δημαγωγῶν, παρὰ πᾶσαν ἐλπίδα Σουλπίκιος δήμαρχος, ἀνήρ θρασύτατος, παραγαγὼν Μάριον ἀπεδείκνυεν ἀνθύπατον στρατηγὸν ἐπὶ Μιθριδάτην. καὶ ὁ δῆμος διέστη, τῶν μὲν αἱρουμένων τὰ Μαρίου, τῶν δὲ Σύλλαν καλούντων καὶ τὸν Μάριον ἐπὶ θερμὰ κελευόντων εἰς Βαΐας βαδίζειν καὶ τὸ σῶμα θεραπεύειν ὑπό τε γήρως καὶ ῥευμάτων ἀπειρηκός, ὡς αὐτὸς ἔλεγε.
当意大利人已经开始屈服退却时,罗马城中有许多人通过民众领袖谋求对米特里达梯战争的指挥权;出乎所有人意料的是,保民官苏尔皮基乌斯,一个极其大胆的人,推举出马略,任命他为讨伐米特里达梯的资深执政官统帅。民众因此产生分裂,一部分人支持马略的主张,另一部分人则呼唤苏拉,并让马略前往拜埃的温泉去调养身体,正如他自己所言,他的身体已因衰老和风湿疾患而疲惫不堪。
καὶ γάρ ἦν ἐκεῖ περὶ Μισηνοὺς τῷ Μαρίῳ πολυτελὴς οἰκία, τρυφὰς ἔχουσα καὶ διαίτας θηλυτέρας ἢ κατʼ ἄνδρα πολέμων τοσούτων καὶ στρατειῶν αὐτουργόν.1 ταύτην λέγεται μυριάδων ἑπτὰ ἡμίσους2 Κορνηλία πρίασθαι χρόνου δ’ οὐ πάνυ πολλοῦ γενομένου Λεύκιος Λεύκολλος ὠνεῖται μυριάδων πεντήκοντα καὶ διακοσίων οὕτως ταχέως ἀνέδραμεν ἡ πολυτέλεια καὶ τοσαύτην ἐπίδοσιν τὰ πράγματα πρὸς τρυφὴν ἔλαβεν.
因为马略确实在米塞努姆附近拥有一座奢华的宅邸,其享乐与起居方式,比一个亲历如此多战役和远征的人所应有的更为柔靡。据说科尔内利娅曾以七万五千德拉克马买下这处宅第,但在不久之后,卢基乌斯·卢库鲁斯以二百五十万德拉克马买下了它;奢侈之风上升得如此迅猛,世情在骄奢淫逸上取得了如此惊人的发展。
οὐ μὴν ἀλλὰ Μάριος φιλοτίμως πάνυ καὶ μειρακιωδῶς ἀποτριβόμενος τὸ γῆρας καὶ τὴν ἀσθένειαν ὁσημέραι κατέβαινεν εἰς τὸ πεδίον, καὶ μετὰ τῶν νεανίσκων γυμναζόμενος ἐπεδείκνυε τὸ σῶμα κοῦφον μὲν ὅπλοις, ἔποχον δὲ ταῖς ἱππασίαις, καίπερ οὐκ εὐσταλὴς γεγονώς ἐν γήρᾳ τὸν ὄγκον,3 ἀλλʼ εἰς σάρκα περιπληθῆ καὶ βαρεῖαν ἐνδεδωκώς.
尽管如此,马略极富野心且像少年一般想要摆脱衰老与虚弱,每日都前往练兵场,与青年们一同锻炼,展示自己执兵器时身轻如燕、策马奔驰时稳坐鞍上,虽然到了老年,他的体魄已不再紧实干练,反而松弛膨胀为臃肿沉重的肥肉。
ἐνίοις μὲν οὖν ἤρεσκε ταῦτα πράττων, καὶ κατιόντες ἐθεῶντο τὴν φιλοτιμίαν αὐτοῦ καὶ τὰς ἁμίλλας, τοῖς δὲ βελτίστοις ὁρῶσιν οἰκτείρειν ἐπῄει τὴν πλεονεξίαν καὶ τὴν φιλοδοξίαν, ὅτι πλουσιώτατος ἐκ πένητος καὶ μέγιστος ἐκ μικροῦ γεγονώς ὅρον οὐκ οἶδεν εὐτυχίας, οὐδὲ θαυμαζόμενος ἀγαπᾷ καὶ ἀπολαύων ἐν ἡσυχίᾳ τῶν παρόντων, ἀλλʼ ὥσπερ ἐνδεὴς ἁπάντων εἰς Καππαδοκίαν καὶ τὸν Εὔξεινον Πόντον ἄρας ἐκ θριάμβων καὶ δόξης ἐκφέρει τοσοῦτον γῆρας,4 Ἀρχελάῳ καὶ Νεοπτολέμῳ τοῖς Μιθριδάτου σατράπαις διαμαχούμενος. αἱ δὲ πρὸς ταῦτα τοῦ Μαρίου δικαιολογίαι παντάπασιν ἐφαίνοντο ληρώδεις· ἔφη γάρ ἐθέλειν τὸν υἱὸν ἀσκῆσαι παρὼν αὐτὸς ἐπὶ στρατείας.
因此,有些人乐见他有这番举动,纷纷前往观看他的雄心与竞技;但最优秀的人士目睹此情此景,却不禁对其贪婪与虚荣心生怜悯,因为他从贫穷变得至为富有,从微贱升为至尊,却不知幸运的界限,也不满足于受人敬仰并安享眼前的富足,反而仿佛一无所有一般,抛下凯旋与荣耀,携此残躯远涉卡帕多西亚和黑海,去与米特里达梯的总督阿基劳斯和涅俄普托勒摩斯交战。马略对此所作的辩解显得极其荒唐可笑;因为他说自己是想在军旅中亲自在场来磨炼自己的儿子。
- 34.2θηλυτέρας ἢ κατʼ ἄνδρα πολέμων τοσούτων καὶ στρατειῶν αὐτουργόν
比较级(θηλυτέρας)后接“ἤ + κατά + 宾格”的结构,用以表示不相称或过甚的程度(“比……所相称的程度更为……”)。αὐτουργόν 作 ἄνδρα 的同位语或修饰语,意为“亲自从事……者、亲身经历……者”。
- 34.2μυριάδων ἑπτὰ ἡμίσους
与动词 πρίασθαι(购买)连用的价格属格(genitive of price)。货币单位(德拉克马或第纳尔)在此省略,“七个半万”即75,000。后文与 ὠνεῖται 连用的 μυριάδων πεντήκοντα καὶ διακοσίων(250万)亦为同类结构。
- 34.3οὐκ εὐσταλὴς γεγονὼς ἐν γήρᾳ τὸν ὄγκον
τὸν ὄγκον 是关系/范围宾格(accusative of respect/specification),修饰形容词 εὐσταλής(紧凑的、干练的),限定其范围为“在体躯/块头方面”。
- 34.5ἐκ θριάμβων καὶ δόξης ἐκφέρει τοσοῦτον γῆρας
τοσοῦτον γῆρας 作为 ἐκφέρει 的直接宾语,属于修辞上生动具象的拟人化表达(“将这把年纪带往战场”)。前置词短语 ἐκ θριάμβων καὶ δόξης 表示出发的起点,突出了他从荣誉与凯旋的高位中反而拖着残年出征的强烈反差。
