- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:31.1-31.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马略未能阻止梅特路斯的归来,遂远走东方,企图通过强硬言辞挑衅米特拉达梯以引发战事,重掌统帅之权。
δόγματος δὲ εἰσφερομένου Μέτελλον ἀπὸ τῆς φυγῆς ἀνακαλεῖσθαι,1 πολλὰ καὶ διὰ λόγων καὶ διʼ ἔργων μάτην ἐναντιωθεὶς τέλος ἀπεῖπε· καὶ δεξαμένου τὴν γνώμην τοῦ δήμου προθύμως, οὐχ ὑπομένων κατερχόμενον ἐπιδεῖν τὸν Μέτελλον ἐξέπλευσεν εἰς Καππαδοκίαν καὶ Γαλατίαν, λόγῳ μὲν ἀποδώσων ἃς εὔξατο τῇ Μητρὶ τῶν θεῶν θυσίας, ἑτέραν δὲ τῆς ἀποδημίας ἔχων ὑπόθεσιν λανθάνουσαν τοὺς πολλούς.
当有人提出召回流亡中的梅特路斯的法令时,马略无论在言语上还是行动上都极力反对,却徒劳无功,最终只得放弃。鉴于民众热烈接纳了这一决议,马略忍受不了亲眼看见梅特路斯归来,便启航前往卡帕多细亚和加拉太;表面上他是为了履行向众神之母许下的祭礼,但他这次出游实则另有瞒过大众耳目的企图。
ἀφυὴς γὰρ ὢν πρὸς εἰρήνην καὶ ἀπολίτευτος, ηὐξημένος δὲ τοῖς πολέμοις, εἶτα κατὰ μικρὸν αὖθις ὑπὸ ἀργίας καὶ ἡσυχίας ἀπομαραίνεσθαι τὴν δύναμιν αὐτόν καὶ τὴν δόξαν οἰόμενος, ἐζήτει καινῶν πραγμάτων ἀρχάς,2 ἤλπιζε γὰρ τοὺς βασιλεῖς συνταράξας καὶ Μιθριδάτην ἐπίδοξον ὄντα πολεμήσειν ἀναστήσας καὶ παροξύνας, εὐθὺς ἐπʼ αὐτὸν ἡγεμὼν αἱρεθήσεσθαι καὶ νέων μὲν τὴν πόλιν θριάμβων, σκύλων δὲ Ποντικῶν καὶ πλούτου βασιλικοῦ τὸν οἶκον ἐμπλήσειν.
因为他不擅处和平之世,缺乏公民政治的本领,乃是凭战事而发迹之人;他认为在无所事事与安宁闲居之中,自己的权势与声望又在渐渐消磨,便谋求挑起新的事端。他期望挑动诸位藩王,鼓动并激怒大有开战之势的米特拉达梯,如此自己便会立刻被选为讨伐米特拉达梯的统帅,从而用新的凯旋式充实全城,并用本都的战利品与王室的财富充实自家的门第。
διὸ καὶ Μιθριδάτου πάσῃ χρησαμένου θεραπείᾳ καὶ τιμῇ πρὸς αὐτόν οὐ καμφθεὶς οὐδὲ ὑπείξας, ἀλλʼ εἰπών, ἢ μεῖζον, ὦ βασιλεῦ, πειρῶ δύνασθαι Ῥωμαίων, ἢ ποίει σιωπῇ τὸ προστασσόμενον, ἐξέπληξεν αὐτόν, ὡς φωνῆς μὲν πολλάκις, παρρησίας δὲ τότε πρῶτον ἀκούσαντα Ῥωμαϊκῆς.3
因此,即便米特拉达梯对他极尽承欢奉承与崇敬之能事,马略也没有丝毫动摇或退让,反而说道: “大王,要么你就努力比罗马人更为强大,要么就默默遵行受命之事。” 他以此令国王惊愕万分,因为国王虽多次听过罗马人的声音,彼时却第一次听闻罗马人直言不讳的坦率之辞。
- 31.1δόγματος δὲ εἰσφερομένου Μέτελλον ἀπὸ τῆς φυγῆς ἀνακαλεῖσθαι
不定词短语 Μέτελλον ... ἀνακαλεῖσθαι 作为名词 δόγματος 的同位语,说明法案的具体内容。句首整体构成属格独立结构(δόγματος ... εἰσφερομένου),作时间或背景状语。
- 31.2ἀφυὴς γὰρ ὢν πρὸς εἰρήνην καὶ ἀπολίτευτος, ηὐξημένος δὲ τοῖς πολέμοις, εἶτα κατὰ μικρὸν αὖθις ὑπὸ ἀργίας καὶ ἡσυχίας ἀπομαραίνεσθαι τὴν δύναμιν αὐτόν καὶ τὴν δόξαν οἰόμενος, ἐζήτει καινῶν πραγμάτων ἀρχάς
主要谓语动词为 ἐζήτει,主语承前指马略。句式结构由修饰主语的一连串分词构成(ὢν、ηὐξημένος 以及 οἰόμενος)。分词 οἰόμενος 统领宾格加不定词结构(αὐτὸν ἀπομαραίνεσθαι τὴν δύναμιν καὶ τὴν δόξαν),意为“认为自己的权势与名望正在消退”。
- 31.3ὡς φωνῆς μὲν πολλάκις, παρρησίας δὲ τότε πρῶτον ἀκούσαντα Ῥωμαϊκῆς
连词 ὡς 连带宾格分词 ἀκούσαντα,修饰前文 ἐξέπληξεν αὐτόν 中的宾语 αὐτόν(指米特拉达梯),说明其惊愕的主观缘由。动词 ἀκούω 支配属格宾语 φωνῆς 与 παρρησίας。
