← 普鲁塔克

马略传

§32.1-32.3

与苏拉的对立和同盟者战争的爆发

马略重返罗马后因不擅民政而渐遭冷落,他与借权贵之势崛起的苏拉因波克胡斯奉纳的战功雕像而剑拔弩张,但这场迫在眉睫的内讧最终因同盟者战争的爆发而暂告中止。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§32.1

ἐπανελθὼν δὲ εἰς Ῥώμην οἰκίαν ἐδείματο τῆς ἀγορᾶς πλησίον, εἴτε, ὡς αὐτὸς ἔλεγε, τοὺς θεραπεύοντας αὐτὸν ἐνοχλεῖσθαι μὴ βουλόμενος μακρὰν βαδίζοντας, εἴτε τοῦτο αἴτιον οἰόμενος εἶναι τοῦ μὴ πλείονας ἄλλων ἐπὶ θύρας αὐτοῦ φοιτᾶν.1 τὸ δ’ οὐκ ἦν ἄρα τοιοῦτον ἀλλʼ ὁμιλίας χάριτι καὶ πολιτικαῖς χρείαις ἑτέρων λειπόμενος ὥσπερ ὄργανον πολεμικὸν ἐπʼ εἰρήνης παρημελεῖτο.

他回到罗马后,在广场附近建了一处宅邸;要么如他自己所言,是不愿前来向他拜访请安的人因路途遥远而多受劳累,要么是他认为正是距离过远,才导致来造访他门第的人没有比其他人的门客更多。然而实情并非如此,只因他在言谈交往的魅力和处理政治事务的能力上逊色于他人,于是在和平年代便像一件战争器械一样被弃置一旁。

§32.2

καὶ τοῖς μὲν ἄλλοις ἧττον ἤχθετο παρευδοκιμούμενος, σφόδρα δὲ αὐτὸν ἠνία Σύλλας ἐκ τοῦ πρὸς ἐκεῖνον αὐξανόμενος φθόνου τῶν δυνατῶν καὶ τὰς πρὸς ἐκεῖνον διαφορὰς ἀρχὴν πολιτείας ποιούμενος, ἐπεὶ δὲ καὶ Βόκχος ὁ Νομὰς σύμμαχος Ῥωμαίων ἀναγεγραμμένος ἔστησεν ἐν Καπετωλίῳ Νίκας τροπαιοφόρους καὶ παρʼ αὐταῖς ἐν εἰκόσι χρυσαῖς Ἰουγούρθαν ἐγχειριζόμενον ὑπὸ αὐτοῦ Σύλλᾳ, τοῦτο ἐξέστησεν ὀργῇ καὶ φιλονεικίᾳ Μάριον, ὡς Σύλλα περισπῶντος εἰς ἑαυτὸν τὰ ἔργα, καὶ παρεσκευάζετο βίᾳ τὰ ἀναθήματα καταβάλλειν.

对于在名望上被他人超越,他尚且不甚恼怒,但苏拉却令他极为郁闷;因为苏拉正是乘着权贵们对马略的嫉恨而声势渐起,并将与马略的纷争视作自己仕途起步的基石。再加上已被列为罗马同盟者的努米底亚人波克胡斯在卡皮托利乌姆山上竖立了手持战利品的胜利女神像,女神身旁是一组黄金造像,描绘着他亲自将朱古达交予苏拉的场景;这使得马略因愤怒与好胜之心而勃然大怒,认为苏拉将全部功劳揽于一身,便准备动用武力推倒那些供奉品。

§32.3

ἀντεφιλονίκει δὲ Σύλλας, καὶ τὴν στάσιν ὅσον οὔπω2 φερομένην εἰς μέσον ἐπέσχεν ὁ συμμαχικὸς πόλεμος ἐξαίφνης ἐπὶ τὴν πόλιν ἀναρραγείς. τὰ γὰρ μαχιμώτατα τῶν Ἰταλικῶν ἐθνῶν καὶ πολυανθρωπότατα κατὰ τῆς Ῥώμης συνέστησαν καὶ μικρὸν ἐδέησαν συγχέαι3 τὴν ἡγεμονίαν, οὐ μόνον ὅπλοις ἐρρωμένα καὶ σώμασιν, ἀλλὰ καὶ τόλμαις στρατηγῶν καὶ δεινότησι χρησάμενα θαυμασταῖς καὶ ἀντιπάλοις.

苏拉亦针锋相对毫不退让。正当这一内讧即将在公共领域公开爆发之际,突如其来降临于城邦的同盟者战争遏制了这场风波。原来,意大利诸部族中最为尚武且人口最为众多的各族联手起事抗击罗马,几乎要颠覆罗马的霸业;他们不仅在兵甲与体魄上强劲有力,更倚仗将领们令人赞叹且足以与罗马抗衡的胆魄与谋略。

语法注3 条
  1. 32.1τοῦ μὴ πλείονας ἄλλων ἐπὶ θύρας αὐτοῦ φοιτᾶν

    带属格冠词 τοῦ 的不定式短语(τοῦ... φοιτᾶν),作名词 αἴτιον 的说明性属格或说明从属成分,解释原因的具体内容。宾格词 πλείονας 是不定式的逻辑主语,ἄλλων 是比较属格,否定词 μή 否定不定式。

  2. 32.3ὅσον οὔπω

    习语副词短语,意为“行将”、“迫在眉睫”、“几乎立刻”。此处修饰分词 φερομένην,生动表现出党派纷争眼看就要公开爆发(εἰς μέσον)的紧迫状态。

  3. 32.3μικρὸν ἐδέησαν συγχέαι

    习惯表达“差一点就……”(通常为非人称结构 ὀλίγου/μικροῦ δεῖ)的人称化用法。主语承接前文的中性复数 τὰ ἔθνη,动词采用第三人称复数不定过去时 ἐδέησαν,后接不定式 συγχέαι,意为“差一点就彻底倾覆了霸业”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:32.1-32.3