- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:30.1-30.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对萨图尔尼努斯的暴政,马略在两派之间阳奉阴违、挑动对立,最终虽以武力平叛,却未能保全降者,导致两头不讨好,从而放弃竞选监察官。
Μάριος δὲ τὸν Σατορνῖνον ἀντὶ τῆς ὑπουργίας ταύτης ἐπὶ πᾶν προϊόντα τόλμης καὶ δυνάμεως περιορᾶν ἀναγκαζόμενος, ἔλαθεν οὐκ ἀνεκτὸν ἀπεργασάμενος κακόν,1 ἀλλʼ ἄντικρυς ὅπλοις καὶ σφαγαῖς ἐπὶ τυραννίδα καὶ πολιτείας ἀνατροπὴν πορευόμενον. αἰδούμενος δὲ τοὺς κρατίστους, θεραπεύων δὲ τοὺς πολλούς, ἔργον ἀνελεύθερον ἐσχάτως ὑπέμεινε καὶ παλίμβολον.
然而,马略作为对这一襄助的回报,不得不放任萨图尔尼努斯在胆大妄为与权势的道路上越走越远,不知不觉间竟酿成了一场并非可以忍受、而是公然凭仗武器和屠杀走向僭主统治与颠覆政体的祸患。马略既对最优秀的阶层怀有顾忌,又逢迎取悦平民,因而屈从于一种极其卑劣且两面三刀的行径。
ἐλθόντων γάρ ὡς αὐτὸν ὑπὸ νύκτα τῶν πρώτων ἀνδρῶν καὶ παρακαλούντων ἐπὶ τὸν Σατορνῖνον, ἑτέραις θύραις ἐκεῖνον ὑπεδέξατο τούτων ἀγνοούντων. εἶτα πρόφασιν λέγων πρὸς ἀμφοτέρους κοιλίας διάρροιαν, νῦν μὲν ὡς τούτους, νῦν δὲ ὡς ἐκεῖνον ἐπὶ τῆς οἰκίας ἀνά μέρος διατρέχων συνέκρουε καὶ παρώξυνεν.
当城中的首要人物乘着夜色来到他那里,催促他对付萨图尔尼努斯时,他却在这些人不知情的情况下,从另一道门迎入了萨图尔尼努斯。随后,他向双方皆借口腹泻,在宅邸中轮番穿梭奔走,时而到这批人跟前,时而又到那人身边,挑唆煽动两方相互冲突。
οὐ μὴν ἀλλὰ καὶ τῆς βουλῆς καὶ τῶν ἱππέων συνισταμένων καὶ ἀγανακτούντων ἐξήνεγκεν εἰς ἀγορὰν τὰ ὅπλα, καὶ καταδιωχθέντας αὐτοὺς εἰς τὸ Καπετώλιον εἷλε δίψει· τοὺς γὰρ ὀχετοὺς ἀπέκοψεν, οἱ δ’ ἀπειπόντες ἐκεῖνον ἐκάλουν καὶ παρέδωκαν σφᾶς αὐτοὺς διὰ τῆς λεγομένης δημοσίας πίστεως.
然而,当元老院与骑士阶层团结一致且群情激愤时,他将武器带入广场,将被驱赶至卡皮托利乌姆山的那些人以干渴制服;因为他切断了输水管道。那些人走投无路,呼唤马略,并在所谓的“国家公信”担保下投降自首。
ἐπεὶ δὲ παντοῖος γενόμενος2 ὑπὲρ τοῦ σῶσαι τοὺς ἄνδρας οὐδὲν ὤνησεν, ἀλλὰ κατιόντες εἰς ἀγορὰν ἀνῃρέθησαν, ἐκ τούτου τοῖς τε δυνατοῖς ἅμα καὶ τῷ δήμῳ προσκεκρουκώς, τιμητείας παραπεσούσης ἐπίδοξος ὢν οὐ μετῆλθεν, ἀλλʼ εἴασεν ἑτέρους ὑποδεεστέρους αἱρεθῆναι, δεδιὼς ἀποτυχεῖν. ἄλλως δὲ αὐτὸς ἐκαλλωπίζετο3 πολλοῖς μὴ θέλειν ἀπεχθάνεσθαι τοὺς βίους αὐτῶν καὶ τὰ ἤθη πικρῶς ἐξετάζων.
尽管马略千方百计试图保全这些人的性命,却终究无济于事,他们下到广场时被杀害。自此,他同时触怒了权贵阶层与平民百姓;当监察官职位空出、众人皆料定他会参选之际,他却未去争取,因惧怕落选而任由其他资历较逊之人当选。不过他对外自我掩饰道,自己是不愿因严苛审查人们的生活与德行而招致许多人的怨恨。
- 30.1ἔλαθεν οὐκ ἀνεκτὸν ἀπεργασάμενος κακόν
动词 λανθάνω 搭配补充分词 ἀπεργασάμενος 的惯用句式,意为“不知不觉间造成了……”。其后承接的分词 πορευόμενον(中性单数宾格)同样修饰 κακόν,构成 οὐκ ἀνεκτὸν ... ἀλλʼ ... πορευόμενον 的对比结构,意为“并非可以忍受、而是正走向僭政的祸患”。
- 30.4παντοῖος γενόμενος
希腊语常用成语,字面意为“变成各种各样的人/施展各样本领”,实际引申为“千方百计”、“竭尽全力”。此处接表示目的的介词短语 ὑπὲρ τοῦ σῶσαι,指马略用尽一切手段试图营救这批人。
- 30.4ἄλλως δὲ αὐτὸς ἐκαλλωπίζετο
副词 ἄλλως(“表面上”、“虚饰地”)与中动态动词 καλλωπίζομαι(“粉饰”、“修饰”、“借口以自矜”)联用。此处用于与前文畏惧落选(δεδιὼς ἀποτυχεῖν)形成对比,说明马略对外摆出冠冕堂皇的借口来掩盖自己底气不足的实情。
