- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:29.1-29.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马略利用萨图尔尼努斯土地法案中的元老院宣誓条款诱骗梅特卢斯入圈套;马略自己出尔反尔进行了宣誓,而梅特卢斯坚决拒不宣誓,最终坦然接受流放并离开罗马。
καὶ μάλιστα περὶ τὴν τελευταίαν ἐφθονεῖτο, πολλὰ συνεξαμαρτάνων τοῖς περὶ τὸν Σατορνῖνον. ὧν ἦν καὶ ὁ Νωνίου φόνος, ὃν ἀντιπαραγγέλλοντα δημαρχίαν ἀπέσφαξεν ὁ Σατορνῖνος. εἶτα δημαρχῶν ἐπῆγε τὸν περὶ τῆς χώρας νόμον, ᾧ προσεγέγραπτο τὴν σύγκλητον ὀμόσαι προσελθοῦσαν, ἦ μὴν ἐμμενεῖν οἷς ἂν ὁ δῆμος ψηφίσαιτο καὶ πρὸς μηδὲν ὑπεναντιώσεσθαι.
而在最后那一任执政官职上,他尤其遭人嫉恨,因为他与萨图尔尼努斯一伙人共同犯下了诸多过错。其中包括对诺尼乌斯的谋杀,萨图尔尼努斯在诺尼乌斯竞选保民官与之对立时将其刺杀。随后,萨图尔尼努斯担任保民官,推行土地法案,其中附加了一条规定:元老院议员须上前宣誓,誓言必将遵守平民通过的任何决议,且不作任何违逆抗拒。
τοῦτο τοῦ νόμου τό μέρος προσποιούμενος ἐν τῇ βουλῇ διώκειν ὁ Μάριος οὐκ ἔφη δέξεσθαι τὸν ὅρκον, οὐδὲ ἄλλον οἴεσθαι σωφρονοῦντα· καὶ γάρ εἰ μὴ μοχθηρὸς ἦν ὁ νόμος, ὕβριν εἶναι τὰ τοιαῦτα τὴν βουλὴν διδόναι βιαζομένην, ἀλλὰ μὴ πειθοῖ μηδὲ ἑκοῦσαν. ταῦτα δὲ οὐχ οὕτως φρονῶν ἔλεγεν, ἀλλὰ τῷ Μετέλλῳ ἀπάτην περιτιθεὶς ἄφυκτον.
马略在元老院中假装攻击该法案的这一条款,声称自己绝不接受这一誓言,且认为任何神志清醒之人也不会接受;因为即便该法律并无害处,迫使元老院屈从并作出如此让步,而非出于劝导和自愿,亦是一种侮辱。但他这般言说并非心口如一,而是为了给梅特卢斯设下一个无法脱身的圈套。
αὐτὸς μὲν γὰρ εἰς ἀρετῆς καὶ δεινότητος μερίδα τὸ ψεύσασθαι τιθέμενος λόγον οὐδένα τῶν πρὸς τὴν σύγκλητον ὡμολογημένων ἕξειν ἔμελλε, τὸν δὲ Μέτελλον εἰδὼς βέβαιον ἄνδρα καὶ τὴν ἀλήθειαν ἀρχὴν μεγάλης ἀρετῆς κατὰ Πίνδαρον ἡγούμενον ἐβούλετο τῇ πρὸς τὴν σύγκλητον ἀρνήσει προληφθέντα καὶ μὴ δεξάμενον τὸν ὅρκον εἰς ἀνήκεστον ἐμβαλεῖν πρὸς τὸν δῆμον ἔχθραν. ὃ καὶ συνέβη.
原来,马略自己把欺诈视为德行与机智的一部分,本就打算对向元老院许下的诺言弃之不顾;但他深知梅特卢斯为人坚定,且依品达之言信奉“真实乃伟大美德之始”,便意图让梅特卢斯因在元老院面前的断然拒绝而无法反悔,并在拒不宣誓之后,将其推入与平民不可调和的仇恨深渊。事情果然也是如此发展的。
τοῦ γὰρ Μετέλλου φήσαντος μὴ ὀμόσειν, τότε μὲν ἡ βουλὴ διελύθη, μετὰ δὲ ἡμέρας ὀλίγας τοῦ Σατορνίνου πρὸς τὸ βῆμα τοὺς συγκλητικοὺς ἀνακαλουμένου καὶ τὸν ὅρκον ὀμνύειν ἀναγκάζοντος ὁ Μάριος παρελθών, γενομένης σιωπῆς καὶ πάντων εἰς ἐκεῖνον ἀνηρτημένων, μακρὰ χαίρειν φράσας1 τοῖς ἐν τῇ βουλῇ νεανιευθεῖσιν ἀπὸ φωνῆς, οὐχ οὕτω πλατὺν ἔφη φορεῖν τὸν τράχηλον ὡς2 προαποφαίνεσθαι καθάπαξ εἰς πρᾶγμα τηλικοῦτον, ἀλλʼ ὀμεῖσθαι καὶ τῷ νόμῳ πειθαρχήσειν, εἴπερ ἔστι νόμος· καὶ γάρ τοῦτο προσέθηκε τὸ σοφὸν ὥσπερ παρακάλυμμα τῆς αἰσχύνης.
由于梅特卢斯公开宣称绝不宣誓,元老院当时便散了会;然而数日后,萨图尔尼努斯将元老院议员召集至讲坛,强迫他们宣誓,此时马略走上前来。全场肃静,众人的目光都聚焦在他身上,他却将自己在元老院中口头上说出的狂妄言辞抛诸脑后,声称自己并无那般倔强的傲慢脖颈,能在如此重大的事件上一劳永逸地预下决断,相反,他愿意宣誓并服从法律——假若这确是一部法律的话;原来他把这句狡黠之语作为遮掩羞耻的屏障。
ὁ μὲν οὖν δῆμος ἡσθεὶς ὀμόσαντος ἀνεκρότησε καὶ κατευφήμησε, τοὺς δὲ ἀρίστους κατήφεια δεινὴ καὶ μῖσος ἔσχε τοῦ Μαρίου τῆς μεταβολῆς, ὤμνυσαν οὖν ἅπαντες ἐφεξῆς δεδιότες τὸν δῆμον ἄχρι Μετέλλου· Μέτελλος δέ, καίπερ ἀντιβολούντων καὶ δεομένων τῶν φίλων ὀμόσαι καὶ μὴ περιβαλεῖν ἑαυτὸν ἐπιτιμίοις ἀνηκέστοις, ἃ κατὰ τῶν μὴ ὀμνυόντων ὁ Σατορνῖνος εἰσέφερεν, οὐχ ὑφήκατο τοῦ φρονήματος οὐδὲ ὤμοσεν, ἀλλʼ ἐμμένων τῷ ἤθει καὶ πᾶν παθεῖν δεινὸν ἐπὶ τῷ μηθὲν αἰσχρὸν ἐργάσασθαι3 παρεσκευασμένος ἀπῆλθεν ἐκ τῆς ἀγορᾶς, διαλεγόμενος τοῖς περὶ αὐτὸν ὡς τὸ κακόν τι πρᾶξαι φαῦλον εἴη, τὸ δὲ καλὸν μέν, ἀκινδύνως δέ, κοινόν, ἴδιον δὲ ἀνδρὸς ἀγαθοῦ τὸ μετὰ κινδύνων τὰ καλὰ πράσσειν.
于是平民因他宣誓而欢欣鼓舞,鼓掌欢呼,而贵族上层人士则对马略的反复无常怀着深重的沮丧与厌恶。于是众人由于惧怕平民,依次发誓,一直轮到梅特卢斯;梅特卢斯虽然受到朋友们的哀求与劝说,请他宣誓,免得让自己招致萨图尔尼努斯针对拒不宣誓者所提出的无法挽回的重罚,但他毫不降低气节,坚决不肯宣誓;他坚守自己的品格,准备承受一切残酷厄运以换取不作任何可耻之事,遂离开了广场。他对身边的人谈论道,作恶乃是卑劣,行善而无危险乃是寻常,唯有冒着危险成就善事,才是一个良善之人特有的本色。
ἐκ τούτου ψηφίζεται Σατορνῖνος ἐπικηρύξαι τοὺς ὑπάτους ὅπως πυρὸς καὶ ὕδατος καὶ στέγης εἴργηται Μέτελλος· καὶ τὸ φαυλότατον αὐτοῖς τοῦ πλήθους παρῆν ἕτοιμον ἀποκτιννύναι τὸν ἄνδρα, τῶν δὲ βελτίστων περιπαθούντων καὶ συντρεχόντων πρὸς τὸν Μέτελλον οὐκ εἴα στασιάζειν διʼ αὐτόν, ἀλλὰ ἀπῆλθεν ἐκ τῆς πόλεως ἔμφρονι λογισμῷ χρησάμενος.
由此,萨图尔尼努斯通过决议,让执政官发布公告,剥夺梅特卢斯享用火、水及遮蔽之所的权利;而群众中最下层的恶徒也聚集在他们身旁,准备杀害此人。尽管最优秀的公民们深感悲愤并纷纷赶到梅特卢斯身边,他却不容许众人为了自己掀起纷争,而是运用明智的理性离开了城邦。
ἢ γὰρ ἀμεινόνων, ἔφη, τῶν πραγμάτων γενομένων καὶ τοῦ δήμου μετανοήσαντος ἀφίξομαι παρακαλούμενος· ἢ μενόντων ὁμοίων ἀπηλλάχθαι κράτιστον. ἀλλὰ γὰρ ὅσης μὲν ἀπέλαυσεν εὐνοίας παρὰ τὴν φυγὴν καὶ τιμῆς Μέτελλος, ὃν δὲ τρόπον ἐν Ῥόδῳ φιλοσοφῶν διῃτήθη, βέλτιον ἐν τοῖς περὶ ἐκείνου γραφομένοις εἰρήσεται.
“因为,”他说: “若政局好转且平民悔悟,我将受邀归来;若局势依旧,离开此地乃是上策。” 至于梅特卢斯在流亡期间享受到何等深厚的善意与尊荣,以及他如何在罗得岛潜心哲学生活,在关于他的传记中叙述会更为妥当。
- 29.4μακρὰ χαίρειν φράσας
短语 μακρὰ χαίρειν φράζω(或 λέγω)是古希腊语中的习惯用语,字面意思是“道一声长久的别离”,引申为“彻底弃绝”、“完全置之不理”。此处支配与格补足语 τοῖς ... νεανιευθεῖσιν(在元老院中凭一时血气/狂妄说出的言论),表示马略断然背弃了自己先前的表态。
- 29.4οὐχ οὕτω πλατὺν ἔφη φορεῖν τὸν τράχηλον ὡς
“顶着如此宽/硬的脖子”(πλατὺν φορεῖν τὸν τράχηλον)是表达顽固、傲慢或死硬态度的比喻性说法。句法上构成 οὕτω ... ὡς 接不定词 προαποφαίνεσθαι 的结果/程度句式,意为“并不长着一副如此傲慢顽固的脖子,以至于在这样重大的事情上预先断然下结论”。
- 29.6ἐπὶ τῷ μηθὲν αἰσχρὸν ἐργάσασθαι
介词 ἐπί 加上带中性与格定冠词的不定词(τῷ ... ἐργάσασθαι),在此表示“条件”或“前提”(以不做任何可耻之事为条件)。该短语修饰前面的 πᾶν παθεῖν δεινόν,意为“做好了忍受一切残酷苦难的准备,只要不作出任何可耻的事”。
