← 普鲁塔克

马略传

§2.1-2.3

马略的冷峻容貌与对希腊教养的轻视

作者记述在拉文纳所见马略石像展现出的冷峻气质及其对希腊文化的鄙视,并引柏拉图的箴言指出其晚年的残酷残暴源于缺乏教养的润泽。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

τῆς δὲ ὄψεως τῆς Μαρίου λιθίνην εἰκόνα κειμένην ἐν Ῥαβέννῃ τῆς Γαλατίας ἐθεώμεθα πάνυ τῇ λεγομένῃ περὶ τὸ ἦθος στρυφνότητι καὶ πικρίᾳ πρέπουσαν. ἀνδρώδης γὰρ φύσει καὶ πολεμικὸς γενόμενος, καὶ στρατιωτικῆς μᾶλλον ἢ πολιτικῆς παιδείας μεταλαβών, ἄκρατον ἐν ταῖς ἐξουσίαις τὸν θυμὸν ἔσχε.

至于马略的相貌,我们在高卢的拉文纳见过他的一座石雕肖像,它与人们所传说的那种性格上的冷峻和严苛极为相称。因为他生性勇武好战,接受的是军旅教育而非公民教育,以致在身居高位时脾气毫不受约束。

§2.2

λέγεται δὲ μήτε γράμματα μαθεῖν Ἑλληνικὰ μήτε γλώττῃ πρὸς μηδὲν Ἑλληνίδι χρῆσθαι τῶν σπουδῆς ἐχομένων, ὡς γελοῖον γράμματα μανθάνειν ὧν οἱ διδάσκαλοι δουλεύοιεν ἑτέροις1 μετὰ δὲ τὸν δεύτερον θρίαμβον ἐπὶ ναοῦ τινος καθιερώσει θέας Ἑλληνικὰς παρέχων, εἰς τὸ θέατρον ἐλθὼν καὶ μόνον καθίσας εὐθὺς ἀπαλλαγῆναι.

据说,他既不学习希腊文字,在涉及严肃的事务时也根本不用希腊语,因为他认为,去学习其教师为他人作奴隶的文字是可笑的;而在他第二次凯旋式之后,在某座神殿的献纳典礼上举办希腊戏剧演出时,他来到剧场仅仅坐下便立刻离开了。

§2.3

ὥσπερ οὖν Ξενοκράτει τῷ φιλοσόφῳ σκυθρωποτέρῳ δοκοῦντι τὸ ἦθος εἶναι πολλάκις εἰώθει λέγειν ὁ Πλάτων, Ὦ μακάριε Ξενόκρατες, θῦε ταῖς Χάρισιν, οὕτως εἴ τις ἔπεισε Μάριον θύειν ταῖς Ἑλληνικαῖς Μούσαις καὶ Χάρισιν, οὐκ ἂν ἐκπρεπεστάταις στρατηγίαις καὶ πολιτείαις ἀμορφοτάτην ἐπέθηκε κορωνίδα,2 ὑπὸ θυμοῦ καὶ φιλαρχίας ἀώρου καὶ πλεονεξιῶν ἀπαρηγορήτων εἰς ὠμότατον καὶ ἀγριώτατον γῆρας ἐξοκείλας. ταῦτα μὲν οὖν ἐπὶ τῶν πράξεων αὐτῶν εὐθὺς θεωρείσθω.

因此,正如柏拉图常常对那位性格显得过于阴郁的哲学家色诺克拉底所说的那样,“福哉色诺克拉底,当向美惠三女神献祭,”同样地,如果有人说服了马略去向希腊的缪斯和美惠女神献祭,他就不会由于暴怒、不合时宜的掌权之欲以及无法平息的贪得无厌,搁浅于最残酷、最野蛮的晚年,从而为自己极其卓越的将帅功绩和政治生涯画上极不体面的句点。不过,关于这些,不妨直接在具体的行事中加以考察。

语法注2 条
  1. 2.2ὡς γελοῖον γράμματα μανθάνειν ὧν οἱ διδάσκαλοι δουλεύοιεν ἑτέροις

    由 ὡς 引出的形容词中性形式 γελοῖον 省略了系词(或作绝对独立成分),表达马略主观认为的理由。关系从句中的动词 δουλεύοιεν 为间接引语中的斜法祈愿语气,转述马略当年的想法(即教师本身沦为他人奴隶)。

  2. 2.3οὐκ ἂν ἐκπρεπεστάταις στρατηγίαις καὶ πολιτείαις ἀμορφοτάτην ἐπέθηκε κορωνίδα

    这是与过去事实相反的虚拟条件句(反事实条件句)的结论部分,由 ἄν 搭配过去时(不定过去时)直说语气 ἐπέθηκε 构成,呼应前面的条件从句 εἴ τις ἔπεισε。短语 κορωνίδα ἐπιτιθέναι 源自古代抄本末尾的卷尾装饰标记,引申为“画上句点/终结”,后接与格成分表示其施加的对象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:2.1-2.3