← 普鲁塔克

马略传

§28.1-28.6

马略谋求第六任执政官与结盟萨图尔尼努斯

马略急于谋求第六任执政官职而竭力讨好平民,虽在政治集会中生性怯懦,仍勾结萨图尔尼努斯等人以排挤政敌梅特卢斯,最终通过金钱贿选如愿当选。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28.1

πέμπτην μὲν οὖν ὑπατείαν διεῖπε· τῆς δὲ ἕκτης ὡς οὐδὲ εἷς πρώτης1 ὠρέγετο, θεραπείαις τὸν δῆμον ἀναλαμβάνων καὶ πρὸς χάριν ἐνδιδοὺς τοῖς πολλοῖς, οὐ μόνον παρὰ τὸν ὄγκον καὶ τὸ κοινὸν ἀξίωμα τῆς ἀρχῆς, ἀλλὰ καὶ παρὰ τὴν αὐτοῦ φύσιν ὑγρός τις εἶναι βουλόμενος καὶ δημοτικός, ἥκιστα τοιοῦτος πεφυκώς.

于是,马略执掌了他的第五任执政官职;但他对第六任的渴求,竟到了无人曾如此渴求其首任的程度。他用曲意逢迎拉拢平民,顺从大众以取悦他们;这不仅有悖于执政官职位的崇高庄重与共同威严,也有悖于他自身的本性,因为他极力表现得温和亲民,而天性却绝非如此。

§28.2

ἀλλʼ ἦν, ὡς λέγουσι, πρὸς πολιτείαν καὶ τοὺς ἐν ὄχλοις θορύβους ὑπὸ φιλοδοξίας ἀτολμότατος, καὶ τὸ παρὰ τὰς μάχας ἀνέκπληκτον καὶ στάσιμον ἐν ταῖς ἐκκλησίαις ἀπέλειπεν αὐτὸν ὑπὸ τῶν τυχόντων ἐπαίνων καὶ ψόγων ἐξιστάμενον. καίτοι λέγεται Καμερίνων ἄνδρας ὁμοῦ χιλίους διαπρεπῶς ἀγωνισαμένους ἐν τῷ πολέμῳ δωρησάμενος πολιτείᾳ, δοκοῦντος εἶναι τούτου παρανόμου καί τινων ἐγκαλούντων, εἰπεῖν2 ὅτι τοῦ νόμου διὰ τὸν τῶν ὅπλων ψόφον οὐ κατακούσειεν.

然而据说,出于野心,他在面对城邦政务和民众喧闹时极其怯懦;他在战场上所展现的坚定无畏,在公民大会上却离他而去,面对随意的赞誉或非难都会心神大乱。尽管如此,据说当他将公民权赐予在战争中表现卓越的一千名卡梅里努姆人,而此举被视为违法并受到某些人的指控时,他回答说,在兵刃的轰鸣声中他听不清法律。

§28.3

οὐ μὴν ἀλλὰ μᾶλλον ἔοικεν ἐκπλήσσεσθαι καὶ δεδιέναι τὴν ἐν ταῖς ἐκκλησίαις κραυγήν. ἐν μὲν γε τοῖς ὅπλοις ἀξίωμα καὶ δύναμιν εἶχε διὰ τὴν χρείαν, ἐν δὲ τῇ πολιτείᾳ περικοπτόμενος τὰ πρωτεῖα κατέφευγεν ἐπὶ τὴν τῶν πολλῶν εὔνοιαν καὶ χάριν, ὑπὲρ τοῦ μέγιστος γενέσθαι τὸ βέλτιστος εἶναι προϊέμενος.3

然而,他似乎确实更加惧怕和畏怯公民大会上的呐喊声。在军旅之中,由于被众人所需要,他拥有尊严与实权;但在政界,首屈一指的地位被剥夺时,他便转而求助于大众的好感与恩宠,为了成为最显赫的人,不惜牺牲成为最优秀的人。

§28.4

πᾶσι μὲν οὖν προσέκρουε τοῖς ἀριστοκρατικοῖς, μάλιστα δὲ ὀρρωδῶν τὸν Μέτελλον ἠχαριστημένον ὑπʼ αὐτοῦ καὶ φύσει διʼ ἀρετὴν ἀληθῆ πολεμοῦντα τοῖς οὐ κατὰ τὸ βέλτιστον ὑποδυομένοις τὰ πλήθη καὶ πρὸς ἡδονὴν δημαγωγοῦσιν, ἐπεβούλευε τῆς πόλεως ἐκβαλεῖν τὸν ἄνδρα.

因此,他同所有贵族派都发生了冲突;但他最畏惧的是梅特卢斯,因为梅特卢斯曾遭他忘恩负义的对待,且天生出于真正的品德,与那些不正当地迎合群众、一味取悦民众以进行煽动的人为敌,于是马略便图谋将此人逐出城邦。

§28.5

καὶ πρὸς τοῦτο Γλαυκίαν καὶ Σατορνῖνον, ἀνθρώπους θρασυτάτους καὶ πλῆθος ἄπορον καὶ θορυβοποιὸν ὑπʼ αὑτοῖς ἔχοντας, οἰκειωσάμενος εἰσέφερε νόμους διʼ αὐτῶν καὶ τὸ στρατιωτικὸν ἐπάρας κατεμίγνυε ταῖς ἐκκλησίαις καὶ κατεστασίαζε τὸν Μέτελλον. ὡς δὲ Ῥουτίλιος ἱστορεῖ, τὰ μὲν ἄλλα φιλαλήθης ἀνήρ καὶ χρηστός, ἰδίᾳ δὲ τῷ Μαρίῳ προσκεκρουκώς, καὶ τῆς ἕκτης ἔτυχεν ὑπατείας ἀργύριον εἰς τὰς φυλὰς καταβαλὼν πολὺ καὶ πριάμενος τὸ Μέτελλον ἐκκροῦσαι τῆς ἀρχῆς, Οὐαλλέριον δὲ Φλάκκον ὑπηρέτην μᾶλλον ἢ συνάρχοντα τῆς ὑπατείας λαβεῖν.4

为此,他结交了格劳基亚和萨图尔尼努斯——两个极其狂妄凶悍、手下聚集着一帮穷困且爱生事的乱民之人——通过他们提出法案,煽动士兵混入公民大会,并对梅特卢斯发起党争攻击。而据鲁提利乌斯记载——此人其他方面热爱真理且品质高尚,但私下与马略不睦——马略甚至是通过向各特里布斯派发大量金钱,收买选票以排挤梅特卢斯当选,并让瓦莱里乌斯·弗拉库斯充当自己在执政官任上的仆从而非同僚,才得以获得第六任执政官职的。

§28.6

οὐδενὶ μέντοι τῶν πρὸ αὐτοῦ πλὴν μόνῳ Κορβίνῳ Οὐαλλερίῳ τοσαύτας ὑπατείας ἔδωκεν ὁ δῆμος, ἀλλʼ ἐκείνῳ μὲν ἀπὸ τῆς πρώτης εἰς τὴν τελευταίαν ἔτη πέντε καὶ τεσσαράκοντα γενέσθαι λέγουσι, Μάριος δὲ μετὰ τὴν πρώτην τὰς πέντε ῥύμῃ μιᾷ τύχης διέδραμε.

然而,在他之前,除瓦莱里乌斯·科尔维努斯一人外,人民从未给予过任何人如此多次的执政官职;但据说科尔维努斯从第一任到最后一任相隔了四十五年,而马略在第一任之后,仅凭一股持续的幸运势头便一口气奔完了其余五任。

语法注4 条
  1. 28.1ὡς οὐδὲ εἷς πρώτης

    此处为省略比较结构,补全为 ὡς οὐδεὶς [ὠρέγετο] πρώτης [ὑπατείας],意为“正如没有任何人曾如此渴求第一任执政官职一样”。以初次谋求执政官职者的强烈渴望作为对比基准,极力强调马略对第六任职位的非同寻常的狂热野心。

  2. 28.2δωρησάμενος πολιτείᾳ, δοκοῦντος εἶναι τούτου παρανόμου καί τινων ἐγκαλούντων, εἰπεῖν

    主格分词 δωρησάμενος(指代马略)与 λέγεται 及其所引不定词 εἰπεῖν 的主语一致,作状语分词,构成人称被动结构(“据说他在赐予……之后说……”)。中间插入的属格独立结构 δοκοῦντος... ἐγκαλούντων 则交代了受到非难的背景与原因。

  3. 28.3ὑπὲρ τοῦ μέγιστος γενέσθαι τὸ βέλτιστος εἶναι προϊέμενος

    表目的的介词短语 ὑπὲρ τοῦ 加上不定式 γενέσθαι(“为了成为最显赫的人”),与分词 προϊέμενος(“抛弃、牺牲”)的宾语——带有冠词的不定式短语 τὸ βέλτιστος εἶναι(“做最优秀的人”)形成对照。由于不定式的逻辑主语与主句主语(马略)一致,表语形容词 μέγιστος 与 βέλτιστος 均顺应格位同化为主格而非宾格。

  4. 28.5πριάμενος τὸ Μέτελλον ἐκκροῦσαι τῆς ἀρχῆς, Οὐαλλέριον δὲ Φλάκκον ὑπηρέτην μᾶλλον ἢ συνάρχοντα τῆς ὑπατείας λαβεῖν

    中性单数宾格定冠词 τό 统领并名词化了由 δέ 连接的两个不定式短语(Μέτελλον ἐκκροῦσαι 与 Οὐαλλέριον... λαβεῖν),共同充当分词 πριάμενος(“收买、买下”)的直接宾语,意为“用金钱买通了排挤梅特卢斯……以及获得瓦莱里乌斯……这一结果”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:28.1-28.6