- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:27.1-27.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
辛布里人的主力因相互锁连而被原地歼灭,溃退者在车阵处遭遇妇孺惨烈的屠杀与绝望的集体自杀,全军覆没。尽管卡图卢斯拿出证据争夺战功,民众仍将主要荣耀归于马略,但马略最终选择与卡图卢斯共同举行凯旋式。
τὸ μὲν οὖν πλεῖστον μέρος καὶ μαχιμώτατον τῶν πολεμίων αὐτοῦ κατεκόπη· καὶ γὰρ ἦσαν ὑπὲρ τοῦ μὴ διασπᾶσθαι τὴν τάξιν οἱ πρόμαχοι μακραῖς ἁλύσεσι πρὸς ἀλλήλους συνεχόμενοι διὰ τῶν ζωστήρων ἀναδεδεμέναις· τοὺς δὲ φεύγοντας ὤσαντες πρὸς τὸ χαράκωμα τραγικωτάτοις ἐνετύγχανον πάθεσιν.
于是,敌人绝大部分且最具战斗力的部队在原地被尽数歼灭;因为前锋的勇士为了防止阵列被冲散,彼此用穿过腰带的长链锁在了一起。当罗马人将逃跑的敌人逼向车阵防线时,见到了极其悲惨的景象。
αἱ γὰρ γυναῖκες ἐπὶ τῶν ἁμαξῶν μελανείμονες ἐφεστῶσαι τούς τε φεύγοντας ἔκτεινον, αἱ μὲν ἄνδρας, αἱ δὲ ἀδελφούς, αἱ δὲ πατέρας, καὶ τὰ νήπια τῶν τέκνων ἀπάγχουσαι ταῖς χερσὶν ἐρρίπτουν ὑπὸ τοὺς τροχοὺς καὶ τοὺς πόδας τῶν ὑποζυγίων, αὑτὰς δὲ ἀπέσφαττον. μίαν δέ φασιν ἓξ ἄκρου ῥυμοῦ κρεμαμένην τὰ παιδία τῶν αὑτῆς σφυρῶν ἀφημμένα βρόχοις ἐκατέρωθεν ἠρτῆσθαι·
因为那些身着黑衣、立于大车之上的妇女们,正在杀死逃奔回来的男子——有的杀丈夫,有的杀兄弟,有的杀父亲——她们亲手掐死年幼的孩子,扔在车轮下和驮畜的蹄下,随后自刎殉难。据说有一名妇女将自己吊在车辕的顶端,将孩子用绳套系在自己的两个脚踝上,悬吊在两侧。
τοὺς δὲ ἄνδρας ἀπορίᾳ δένδρων τοῖς κέρασι τῶν βοῶν, τοὺς δὲ τοῖς σκέλεσι προσδεῖν1 τοὺς αὑτῶν τραχήλους, εἶτα κέντρα προσφέροντας ἐξαλλομένων τῶν βοῶν ἐφελκομένους καὶ πατουμένους ἀπόλλυσθαι. πλὴν καίπερ οὕτως αὑτῶν διαφθαρέντων, ἑάλωσαν ὑπὲρ ἓξ μυριάδας· αἱ δὲ τῶν πεσόντων ἐλέγοντο δὶς τοσαῦται γενέσθαι.
而男人们由于缺乏树木,有的把脖子系在公牛的双角上,有的系在牛腿上,然后用铁刺刺牛,在公牛跳跃狂奔时被拖曳、践踏致死。然而,尽管他们如此自相残灭,被俘者仍超过六万人,据说战死者的数量则是被俘者的两倍。
τὰ μὲν οὖν χρήματα διήρπασαν οἱ Μαρίου στρατιῶται, τὰ δὲ λάφυρα καὶ τὰς σημαίας καὶ τὰς σάλπιγγας εἰς τὸ Κάτλου στρατόπεδον ἀνενεχθῆναι λέγουσιν· ᾧ καὶ μάλιστα τεκμηρίῳ χρῆσθαι τὸν Κάτλον ὡς κατʼ αὐτὸν ἡ νίκη γένοιτο, καὶ μέντοι καὶ τοῖς στρατιώταις, ὡς ἔοικεν, ἐμπεσούσης ἔριδος, ᾑρέθησαν οἷον διαιτηταὶ πρέσβεις Παρμητῶν παρόντες, οὓς οἱ Κάτλου διὰ τῶν πολεμίων νεκρῶν ἄγοντες ἐπεδείκνυντο τοῖς ἑαυτῶν ὑσσοῖς διαπεπαρμένους· γνώριμοι δ’ ἦσαν ὑπὸ γραμμάτων, τοὔνομα τοῦ Κάτλου παρὰ τὸ ξύλον αὑτῶν ἐγχαράξαντος.2
马略的士兵掠夺了财物,但据说战利品、军旗和军号都被送到了卡图卢斯的营地;卡图卢斯以此作为胜利由他取得的最有力证据。不仅如此,据说在士兵之间发生争执时,恰好在场的帕尔马使者被选为仲裁人;卡图卢斯的部下带领他们走过敌人的尸体,向他们展示尸体是被自己的标枪刺穿的;这些标枪凭借文字很容易辨认,因为卡图卢斯曾在枪杆上刻下了自己的名字。
οὐ μὴν ἀλλὰ τῷ Μαρίῳ προσετίθετο σύμπαν τὸ ἔργον ἥ τε προτέρα νίκη καὶ τὸ πρόσχημα τῆς ἀρχῆς, μάλιστα δὲ οἱ πολλοὶ κτίστην τε Ῥώμης τρίτον ἐκεῖνον ἀνηγόρευον, ὡς οὐχ ἥττονα τοῦ Κελτικοῦ τοῦτον ἀπεωσμένον τὸν κίνδυνον, εὐθυμούμενοί τε μετὰ παίδων καὶ γυναικῶν ἕκαστοι κατʼ οἶκον ἅμα τοῖς θεοῖς καὶ Μαρίῳ δείπνου καὶ λοιβῆς ἀπήρχοντο, καὶ θριαμβεύειν μόνον ἠξίουν ἀμφοτέρους τοὺς θριάμβους.
然而,由于马略先前的胜利以及执政官职位的尊隆,整个功绩仍被归于马略;特别是民众奉他为罗马的第三位奠基者,认为他扑灭了一场不亚于当年高卢之难的危局。家家户户与妻儿欢聚庆祝时,都将晚餐和奠酒的初献奉给神明和马略,并主张由他一人独享两场凯旋式。
οὐ μὴν ἐθριάμβευσεν οὕτως, ἀλλὰ μετὰ τοῦ Κάτλου, μέτριον ἐπὶ τηλικαύταις εὐτυχίαις βουλόμενος παρέχειν ἑαυτόν· ἔστι δὲ ὅ τι καὶ τοὺς στρατιώτας φοβηθείς3 παρατεταγμένους, εἰ Κάτλος ἀπείργοιτο τῆς τιμῆς, μηδὲ ἐκεῖνον ἐᾶν θριαμβεύειν.
但他并没有这样做,而是与卡图卢斯一同举行凯旋式,希望在如此巨大的幸运面前表现出自己的谦逊节制;在某种程度上,他也害怕严阵以待的士兵,如果卡图卢斯被剥夺这份荣誉,他们甚至也不会允许马略举行凯旋式。
- 27.3τοὺς δὲ ἄνδρας ἀπορίᾳ δένδρων τοῖς κέρασι τῶν βοῶν, τοὺς δὲ τοῖς σκέλεσι προσδεῖν
句首的宾格 τοὺς δὲ ἄνδρας 是不定式 προσδεῖν 的通则性逻辑主语,在此省略了与后文 τοὺς δέ 对应的 τοὺς μέν,构成分配性同位语结构(“有的系在公牛双角上,有的系在腿上”)。不定式 προσδεῖν 与 ἀπόλλυσθαι 均承接前一句的 φασιν 构成间接引语。
- 27.4τοὔνομα τοῦ Κάτλου παρὰ τὸ ξύλον αὑτῶν ἐγχαράξαντος
此处构成一个属格独立结构(τοὔνομα ... ἐγχαράξαντος),用以说明标枪为何容易辨认(γνώριμοι),尽管卡图卢斯在紧邻的语境中已经出现。代词 αὑτῶν 在语境中指代前述的标枪(ὑσσοῖς)。
- 27.6ἔστι δὲ ὅ τι καὶ τοὺς στρατιώτας φοβηθείς
短语 ἔστιν ὅ τι(字面义为“有某种事物”)用作副词性宾格,意为“在某种程度上”或“部分地”。分词 φοβηθείς 统辖后面的宾格加不定式结构(τοὺς στρατιώτας ... μηδὲ ἐκεῖνον ἐᾶν θριαμβεύειν),表达担忧士兵甚至不会允许马略举行凯旋式。
