- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:26.1-26.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在韦尔切利战役中,罗马军受蛮族诱敌之计而发起冲锋,将领们向神祈愿,弥天尘土和酷暑反助罗马人占据优势,辛布里人则因不耐酷热而陷入困境。
τότε δὲ οὐχὶ κατὰ στόμα προσεφέροντο τοῖς Ῥωμαίοις, ἀλλʼ ἐκκλίνοντες ἐπὶ δεξιὰ ὑπῆγον αὑτοὺς κατὰ μικρόν, ἐμβάλλοντες εἰς τὸ μέσον αὐτῶν τε καὶ τῶν πεζῶν ἐξ ἀριστερᾶς παρατεταγμένων, καὶ συνεῖδον μὲν οἱ τῶν Ῥωμαίων στρατηγοὶ τὸν δόλον, ἐπισχεῖν δὲ τοὺς στρατιώτας οὐκ ἔφθησαν,1 ἀλλʼ ἑνὸς ἐκβοήσαντος ὅτι φεύγουσιν οἱ πολέμιοι, πάντες ὥρμησαν διώκειν.
然而那时,他们并没有从正面逼近罗马人,而是向右偏转,逐渐向后退却,将罗马人诱入他们自身与部署在左侧的步兵之间的地带。罗马人的将领们看穿了这一诡计,却没来得及遏制住士兵;有人大喊敌人正在溃逃,所有人便都一拥而上发起追击。
καὶ τὸ πεζὸν ἐν τούτῳ τῶν βαρβάρων ἐπῄει καθάπερ πέλαγος ἀχανὲς κινούμενον. ἐνταῦθα νιψάμενος ὁ Μάριος τὰς χεῖρας καὶ πρὸς τὸν οὐρανὸν ἀνασχὼν εὔξατο τοῖς θεοῖς κατὰ ἑκατόμβης, εὔξατο δὲ καὶ Κάτλος ὁμοίως ἀνασχὼν τὰς χεῖρας καθιερώσειν τὴν τύχην τῆς ἡμέρας ἐκείνης, τὸν δὲ Μάριον καὶ θύσαντα λέγεται τῶν ἱερῶν αὐτῷ δειχθέντων μέγα φθεγξάμενον εἰπεῖν ἐμὴ ἡ νίκη.
与此同时,蛮族的步兵推进过来,宛如一片浩瀚汹涌的汪洋。此时马略洗了双手,举手向天,向众神许愿献祭百牲;卡图卢斯同样举起双手,许愿供奉那一天的命运女神。据说马略在献祭之后,祭牲的内脏向他展示出来时,他便放声高呼道: “胜利属于我!”
γενομένης δὲ τῆς ἐφόδου πρᾶγμα νεμεσητὸν παθεῖν τὸν Μάριον οἱ περὶ Σύλλαν ἱστοροῦσι. κονιορτοῦ γὰρ ἀρθέντος, οἷον εἰκός, ἀπλέτου καὶ τῶν στρατοπέδων ἀποκεκρυμμένων, ἐκεῖνον μέν, ὡς τὸ πρῶτον ὥρμησε πρὸς τὴν δίωξιν, ἐπισπασάμενον τὴν δύναμιν ἀστοχῆσαι τῶν πολεμίων καὶ παρενεχθέντα τῆς φάλαγγος ἐν τῷ πεδίῳ διαφέρεσθαι πολὺν χρόνον, τῷ δὲ Κάτλῳ τοὺς βαρβάρους ἀπὸ τύχης συρραγῆναι,2 καὶ γενέσθαι τὸν ἀγῶνα κατʼ ἐκεῖνον καὶ τοὺς ἐκείνου μάλιστα στρατιώτας, ἐν οἷς αὐτὸς ὁ Σύλλας τετάχθαι φησί·
但苏拉的党羽记载,当冲锋发生时,马略遭遇了一件招致天谴的不堪之事。因为当时扬起了正如意料中的弥天尘土,两军的阵列皆被掩蔽,马略在刚一冲出去追击时,便率领部队扑了个空,错过了敌军,从方阵旁边擦身而过,在平原上游荡了许久;而蛮族人却出于偶然撞上了卡图卢斯,战斗主要发生在他和他的士兵这一边,苏拉自己称当时便列阵在其中。
συναγωνίσασθαι δὲ τοῖς Ῥωμαίοις τὸ καῦμα καὶ τὸν ἥλιον ἀντιλάμποντα τοῖς Κίμβροις. δεινοὶ γὰρ ὄντες ὑπομεῖναι κρύη, καὶ τόποις ἐντεθραμμένοι σκιεροῖς, ὡς λέλεκται, καὶ ψυχροῖς, ἀνετρέποντο πρὸς τὸ θάλπος, ἱδρῶτά τε μετὰ ἄσθματος πολὺν ἐκ τῶν σωμάτων ἀφιέντες καὶ τοὺς θυρεοὺς προβαλλόμενοι πρὸ τῶν προσώπων, ἅτε δὴ καὶ μετὰ τροπὰς θέρους τῆς μάχης γενομένης, ἃς ἄγουσι Ῥωμαῖοι πρὸ τριῶν ἡμερῶν τῆς νουμηνίας τοῦ νῦν μὲν Αὐγούστου, τότε δὲ Σεξτιλίου μηνός.
此外,酷热和迎面照射着辛布里人的阳光也助了罗马人一臂之力。因为辛布里人虽极耐严寒,且正如前文所述是在阴蔽寒冷的地方长大的,却在炎热面前崩溃了,他们浑身大汗淋漓、喘息不止,将盾牌举在面门之前;况且战斗正发生在夏至之后,罗马人将此时节定在如今的八月、当年的塞克斯提利斯月新月前三天。
ὤνησε δὲ καὶ πρὸς τὸ θαρρεῖν ὁ κονιορτὸς ἀποκρύψας τοὺς πολεμίους, οὐ γάρ κατεῖδον ἐκ πολλοῦ τὸ πλῆθος, ἀλλὰ δρόμῳ τοῖς κατʼ αὑτοὺς ἕκαστοι προσμείξαντες ἐν χερσὶν ἦσαν, ὑπὸ τῆς ὄψεως μὴ προεκφοβηθέντες. οὕτω δ’ ἦσαν διάπονοι τὰ σώματα καὶ κατηθληκότες ὡς μήτε ἱδροῦντά τινα μήτε ἀσθμαίνοντα Ῥωμαίων ὀφθῆναι3 διὰ πνίγους τοσούτου καὶ μετὰ δρόμου τῆς συρράξεως γενομένης, ὡς τὸν Κάτλον αὐτὸν ἱστορεῖν λέγουσι μεγαλύνοντα τοὺς στρατιώτας.
尘土因遮蔽了敌军,也起到了鼓舞士气的作用。因为他们并未从远处看清敌人的庞大人数,而是各自奔跑着与正面的敌人交接并陷入肉搏,并未因亲眼目睹而预先产生恐惧。他们的身体经过如此充分的苦练与磨砺,以致在如此酷暑之中、且是奔跑着发生冲突的情况下,据传卡图卢斯本人在赞颂其士兵时记载,罗马人中竟没有一个人被看到出汗或气喘吁吁。
- 26.1ἐπισχεῖν δὲ τοὺς στρατιώτας οὐκ ἔφθησαν
短语 οὐ φθάνω 搭配不定式(或分词),意为“来不及……”、“未能及时……”。此处表示将领们尚未能够及时制止士兵冲动追击的情况。
- 26.3ἐκεῖνον μέν, ὡς τὸ πρῶτον ὥρμησε πρὸς τὴν δίωξιν, ἐπισπασάμενον τὴν δύναμιν ἀστοχῆσαι τῶν πολεμίων καὶ παρενεχθέντα τῆς φάλαγγος ἐν τῷ πεδίῳ διαφέρεσθαι πολὺν χρόνον, τῷ δὲ Κάτλῳ τοὺς βαρβάρους ἀπὸ τύχης συρραγῆναι
由前文 ἱστοροῦσι 所统领的对格不定式结构,以 μέν... δέ 形成对比:一方面是关于马略的对格与不定式(ἐκεῖνον... ἀστοχῆσαι... διαφέρεσθαι),另一方面是关于卡图卢斯的结构(τῷ δὲ Κάτλῳ 为与格,搭配不定式 συρραγῆναι 及主语对格 τοὺς βαρβάρους)。其中 τῆς φάλαγγος 为分离属格,意指马略与蛮族方阵擦肩而过而偏离目标。
- 26.5οὕτω δ’ ἦσαν διάπονοι τὰ σώματα καὶ κατηθληκότες ὡς μήτε ἱδροῦντά τινα μήτε ἀσθμαίνοντα Ῥωμαίων ὀφθῆναι
由 οὕτω... ὡς 构成的结果从句结构,统领不定式 ὀφθῆναι。其中 τὰ σώματα 为限定/关系对格(说明在“肉体”方面的苦练磨砺)。否定词 μήτε... μήτε 符合 ὡς 加不定式表结果时的规则否定用法。
