← 普鲁塔克

马略传

§25.1-25.7

改良标枪与韦尔切莱平原列阵

马略改进标枪结构以备决战,并接受辛布里国王博伊奥里克斯的挑战,双方在韦尔切莱平原列阵对峙。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25.1

ὡς δὲ ἀπηγγέλθη ταῦτα τοῖς Κίμβροις, αὖθις ἐξ ἀρχῆς ἐχώρουν ἐπὶ τὸν Μάριον ἡσυχάζοντα καὶ διαφυλάττοντα τὸ στρατόπεδον.· λέγεται δὲ εἰς ἐκείνην τὴν μάχην πρῶτον ὑπὸ Μαρίου καινοτομηθῆναι τὸ περὶ τοὺς ὑσσούς. τὸ γάρ εἰς τὸν σίδηρον ἔμβλημα τοῦ ξύλου πρότερον μὲν ἦν δυσὶ περόναις κατειλημμένον σιδηραῖς, τότε δὲ ὁ Μάριος τὴν μέν, ὥσπερ εἶχεν, εἴασε, τὴν δὲ ἑτέραν ἐξελὼν ξύλινον ἧλον εὔθραυστον ἀντʼ αὐτῆς ἐνέβαλε, τεχνάζων προσπεσόντα τὸν ὑσσὸν τῷ θυρεῷ τοῦ πολεμίου μὴ μένειν ὀρθόν, ἀλλὰ τοῦ ξυλίνου κλασθέντος ἥλου καμπὴν γίνεσθαι περὶ τὸν σίδηρον καὶ παρέλκεσθαι τὸ δόρυ, διὰ τὴν στρεβλότητα τῆς αἰχμῆς ἐνεχόμενον.1 Βοιῶριξ δὲ ὁ τῶν Κίμβρων βασιλεὺς ὀλιγοστὸς προσιππεύσας τῷ στρατοπέδῳ προὐκαλεῖτο τὸν Μάριον, ἡμέραν ὁρίσαντα καὶ τόπον, προελθεῖν καὶ διαγωνίσασθαι περὶ τῆς χώρας.

当这些情况被报告给辛布里人时,他们再次从头开始向驻扎营垒、按兵不动的马略进击。据说马略正是在这场战役中首次对标枪做出了改进。原来,以往木柄插入铁矛头的部分是用两根铁销钉固定的,但当时马略保留了其中一根原样未动,拔出另一根,换上了一枚易脆断的木销,以此设法使标枪击中敌人的盾牌时不至于保持挺直,而是在木销折断后围绕铁部发生弯折,因枪尖扭曲勾挂住盾牌而把整个枪柄拖拽在地上。与此同时,辛布里人的国王博伊奥里克斯率领少数骑兵骑马来到营前,向马略下战书,要求指定日期与地点,出阵交锋以争夺这片土地。

§25.3

τοῦ δὲ Μαρίου φήσαντος οὐδέποτε Ῥωμαίους συμβούλοις κεχρῆσθαι περὶ μάχης τοῖς πολεμίοις, οὐ μὴν ἀλλὰ καὶ χαριεῖσθαι τοῦτο Κίμβροις, ἡμέραν μὲν ἔθεντο τὴν ἀπʼ ἐκείνης τρίτην, χώραν δὲ τὸ πεδίον τὸ περὶ Βερκέλλας, Ῥωμαίοις μὲν ἐπιτήδειον ἐνιππάσασθαι, τῶν δὲ ἀνάχυσιν τῷ πλήθει παρασχεῖν.2

马略回答说,罗马人在作战上从未以敌人为参谋,尽管如此,他仍愿在这件事上满足辛布里人;于是他们约定自该日起的第三天为期,并以韦尔切莱周围的平原为战场,那里既便于罗马人驰骋骑兵,又能让敌人展开其庞大的人数。

§25.4

τηρήσαντες οὖν τὸν ὡρισμένον χρόνον ἀντιπαρετάσσοντο, Κάτλος μὲν ἔχων δισμυρίους καὶ τριακοσίους στρατιώτας, οἱ δὲ Μαρίου δισχίλιοι μὲν ἐπὶ τρισμυρίοις ἐγένοντο, περιέσχον δὲ τὸν Κάτλον ἐν μέσῳ νεμηθέντες εἰς ἑκάτερον κέρας, ὡς Σύλλας, ἠγωνισμένος ἐκείνην τὴν μάχην, γέγραφε.

于是他们严守约定的时日,列阵相对。卡图卢斯率有两万零三百名士卒,而马略的兵力达到三万二千人,分列于两翼,将卡图卢斯围在中央,正如曾参加该役作战的苏拉所记载的那样。

§25.5

καί φησι τὸν Μάριον ἐλπίσαντα τοῖς ἄκροις μάλιστα καὶ κατὰ κέρας συμπεσεῖν τὰς φάλαγγας, ὅπως ἴδιος ἡ νίκη τῶν ἐκείνου στρατιωτῶν γένοιτο καὶ μὴ μετάσχοι τοῦ ἀγῶνος ὁ Κάτλος μηδὲ προσμίξειε τοῖς πολεμίοις, κόλπωμα τῶν μέσων, ὥσπερ εἴωθεν ἐν μεγάλοις μετώποις, λαμβανόντων,3 οὕτω διαστῆσαι τὰς δυνάμεις.

苏拉还说,马略之所以如此部署兵力,是期望方阵主要在两端和两翼发生冲突,从而使胜利完全归于他自己的士卒,令卡图卢斯无从分担战阵亦无法与敌交锋,而中央部分则如广阔阵线常见的那样凹陷成弧形。

§25.6

ὅμοια δὲ καὶ τὸν Κάτλον αὐτὸν ἀπολογεῖσθαι περὶ τούτων ἱστοροῦσι, πολλὴν κατηγοροῦντα τοῦ Μαρίου κακοήθειαν πρὸς αὐτόν. τοῖς δὲ Κίμβροις τὸ μὲν πεζὸν ἐκ τῶν ἐρυμάτων καθʼ ἡσυχίαν προῄει, βάθος ἴσον τῷ μετώπῳ ποιούμενον. ἑκάστη γὰρ ἐπέσχε πλευρὰ σταδίους τριάκοντα τῆς παρατάξεως·

据记载,卡图卢斯本人在此事上也作了类似的申辩,指责马略对他怀有极大的恶意。至于辛布里人,其步兵从营地防线中不慌不忙地开拔出来,纵深与阵宽相等;因为他们战阵的每一边都长达三十斯塔德。

§25.7

οἱ δὲ ἱππεῖς μύριοι καὶ πεντακισχίλιοι τὸ πλῆθος ὄντες ἐξήλασαν λαμπροί, κράνη μὲν εἰκασμένα θηρίων φοβερῶν χάσμασι καὶ προτομαῖς ἰδιομόρφοις ἔχοντες, ἃς ἐπαιρόμενοι λόφοις πτερωτοῖς εἰς ὕψος ἐφαίνοντο μείζους, θώραξι δὲ κεκοσμημένοι σιδηροῖς, θυρεοῖς δὲ λευκοῖς στίλβοντες. ἀκόντισμα δὲ ἦν ἑκάστῳ διβολία· συμπεσόντες δὲ μεγάλαις ἐχρῶντο καὶ βαρείαις μαχαίραις.

其骑兵人数有一万五千之众,出动时阵容华丽,头戴仿照可怖野兽张开之巨口与奇异头型的头盔,因饰有羽冠而显得身形更高大,身着铁胸甲,闪烁着白色的盾牌。每人携有两根投掷用的短矛;而当贴身搏斗时,他们便使用沉重的大剑。

语法注3 条
  1. 25.2τεχνάζων προσπεσόντα τὸν ὑσσὸν τῷ θυρεῷ τοῦ πολεμίου μὴ μένειν ὀρθόν, ἀλλὰ τοῦ ξυλίνου κλασθέντος ἥλου καμπὴν γίνεσθαι περὶ τὸν σίδηρον καὶ παρέλκεσθαι τὸ δόρυ, διὰ τὴν στρεβλότητα τῆς αἰχμῆς ἐνεχόμενον.

    由现在分词 τεχνάζων(“企图、设法”)统领的带不定式宾语结构。三个不定式短语 μὴ μένειν、καμπὴν γίνεσθαι 与 παρέλκεσθαι 经由 ἀλλά 和 καί 并列。其中插有独立属格结构 τοῦ ξυλίνου κλασθέντος ἥλου,表示时间或原因。末尾的被动分词 ἐνεχόμενον 修饰主语 τὸ δόρυ,意为“因矛头的弯折而挂住”。

  2. 25.3τῶν δὲ ἀνάχυσιν τῷ πλήθει παρασχεῖν.

    通过 μέν... δέ 与前句 Ῥωμαίοις μὲν ἐπιτήδειον ἐνιππάσασθαι 形成对比。τῶν δὲ 作代词性属格,指代敌人(辛布里人),不定式 παρασχεῖν 与前面修饰语 ἐπιτήδειον 并列或受其支配,表示该平原“足以使敌人的庞大人数得以展开”。

  3. 25.5κόλπωμα τῶν μέσων, ὥσπερ εἴωθεν ἐν μεγάλοις μετώποις, λαμβανόντων

    整句骨干为长句 καί φησι τὸν Μάριον ἐλπίσαντα... οὕτω διαστῆσαι τὰς δυνάμεις(“他称马略正是怀着……的期许,才如此部署兵力”)。本句是嵌套在 ὅπως 从句之内的独立属格结构,其逻辑主语为 τῶν μέσων(战线中央部分),分词为 λαμβανόντων,κόλπωμα 为其直接宾语,用以描摹宽广战线上中央自然凹陷成弯弧的客观态势。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:25.1-25.7