← 普鲁塔克

马略传

§22.1-22.3

战利品的献祭与第五次当选执政官的喜讯

战后,马略正欲点燃堆满战利品的巨大柴堆献祭之时,策马赶来的友人带来了他第五次当选执政官的喜讯,他在全军的欢呼声中点燃柴堆,完成祭礼。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22.1

μετὰ δὲ τὴν μάχην ὁ Μάριος τῶν βαρβαρικῶν ὅπλων καὶ λαφύρων τὰ μὲν ἐκπρεπῆ καὶ ὁλόκληρα καὶ πομπικὴν ὄψιν τῷ θριάμβῳ δυνάμενα παρασχεῖν ἐπέλεξε, τῶν δὲ ἄλλων ἐπὶ πυρᾶς μεγάλης κατασωρεύσας τὸ πλῆθος ἔθυσε θυσίαν μεγαλοπρεπῆ.

战后,马略从蛮族的武器与战利品中挑选出那些精美完好、能在凯旋式上展现壮丽气象的部分,而将其余的大部堆积在一座巨大的柴堆之上,献上了宏大的祭礼。

§22.2

καὶ τοῦ στρατοῦ παρεστῶτος ἐν ὅπλοις ἐστεφανωμένου περιζωσάμενος αὐτός, ὥσπερ ἔθος ἐστίν, ἀναβαλὼν τὴν περιπόρφυρον καὶ λαβὼν δᾷδα καιομένην καὶ διʼ ἀμφοτέρων τῶν χειρῶν ἀνασχὼν πρὸς τὸν οὐρανὸν ἔμελλεν ὑφήσειν τῇ πυρᾷ·1 καὶ προσελαύνοντες ἵπποις ἑωρῶντο φίλοι σὺν τάχει πρὸς αὐτόν, ὥστε πολλὴν γενέσθαι σιωπὴν καὶ προσδοκίαν ἁπάντων.

在全军全副武装、头戴冠冕侍立之时,他自己亦遵照习俗束紧衣带,披上紫边长袍,手执燃烧的火炬,双臂高举向天,正欲引火点燃柴堆;就在这时,众人望见友人们策马向他疾驰而来,以致全场顿时陷入一片寂静与期待之中。

§22.3

ἐπεὶ δὲ ἐγγὺς ἦσαν, ἀποπηδήσαντες ἐδεξιοῦντο τὸν Μάριον, εὐαγγελιζόμενοι τὸ πέμπτον αὐτὸν ὕπατον ᾑρῆσθαι, καὶ γράμματα περὶ τούτων ἀπέδοσαν. μεγάλης οὖν χαρᾶς τοῖς ἐπινικίοις προσγενομένης ὅ τε στρατὸς ὑφʼ ἡδονῆς ἐνοπλίῳ τινὶ κρότῳ καὶ πατάγῳ συνηλάλαξαν,2 καὶ τῶν ἡγεμόνων τὸν Μάριον αὖθις ἀναδούντων δάφνης στεφάνοις ἐνῆψε τὴν πυρὰν καὶ τὴν θυσίαν ἐπετελείωσεν.

及至他们走近,便翻身下马与马略握手致意,向他报告他已第五次当选执政官的捷报,并呈递了相关文书。于是,胜利的庆典中又添大喜,全军在欢悦中敲击兵器,铿锵作响,同声呐喊;而在将领们再次用月桂冠为马略加冕后,他点燃了柴堆,完成了祭神之礼。

语法注2 条
  1. 22.2ἔμελλεν ὑφήσειν τῇ πυρᾷ

    动词 ὑφίημι 搭配与格名词(τῇ πυρᾷ),构成“引火点燃……”的习惯用法。由于前文紧承 λαβὼν δᾷδα καιομένην(手执燃烧的火炬),施加火力的工具已极分明,故火炬或火这一直接宾语在此省略,动词作不及物用法并带与格。

  2. 22.3ὅ τε στρατὸς ὑφʼ ἡδονῆς ἐνοπλίῳ τινὶ κρότῳ καὶ πατάγῳ συνηλάλαξαν

    属于“按意义一致”(constructio ad sensum)的语法现象。主语 ὅ τε στρατός 为单数集合名词,但谓语动词 συνηλάλαξαν 却采用了复数形式,这是因为动作的实际执行者被理解为构成军队的广大士兵个体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:22.1-22.3