← 普鲁塔克

马略传

§21.1-21.4

条顿人的溃败与战后余波

罗马军队在阵地前线固守并在马尔凯卢斯的后方伏击配合下彻底击溃条顿人,斩获极众,战利品被授予马略。战后遗骸使当地土地异常肥沃,文中并附有对大战后常降暴雨现象的探析。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.1

ὡς οὖν ἀντιστάντες αὐτοῖς οἱ Ῥωμαῖοι καὶ συμπεσόντες ἔσχον ἄνω φερομένους,1 ἐκθλιβόμενοι κατὰ μικρὸν ὑπεχώρουν εἰς τὸ πεδίον καὶ τῶν πρώτων ἤδη καθισταμένων εἰς τάξιν ἐν τοῖς ἐπιπέδοις βοὴ καὶ διασπασμὸς ἦν περὶ τοὺς ὄπισθεν, ὁ γάρ καιρὸς οὐκ ἔλαθε τὸν Μάρκελλον, ἀλλὰ τῆς κραυγῆς ὑπὲρ τοὺς λόφους ἄνω φερομένης ἀναστήσας τοὺς μετʼ αὐτοῦ δρόμῳ καὶ ἀλαλαγμῷ προσέπιπτε κατὰ νώτου, κτείνων τοὺς ἐσχάτους.

于是,当罗马人迎击并与他们短兵相接、阻挡住他们向上的冲势时,蛮族被逐渐压迫,退向平原;就在前锋刚刚在平地上重整阵列之际,后方的人群中却爆发了喧噪与混乱。因为马尔凯卢斯并未坐失良机,当呐喊声越过丘陵传到上方时,他便率领部下一跃而起,一面奔跑呼喊一面从后方扑去,斩杀最后尾的敌人。

§21.2

οἱ δὲ τοὺς πρὸ αὑτῶν ἐπισπώμενοι ταχὺ πᾶν τὸ στράτευμα ταραχῆς ἐνέπλησαν, οὐ πολύν τε χρόνον ἠνέσχοντο παιόμενοι διχόθεν, ἀλλὰ τὴν τάξιν λύσαντες ἔφευγον. οἱ δὲ Ῥωμαῖοι διώκοντες αὑτῶν μὲν ὑπὲρ δέκα μυριάδας ἢ ζῶντας εἷλον ἢ κατέβαλον, σκηνῶν δὲ καὶ ἁμαξῶν καὶ χρημάτων κρατήσαντες, ὅσα μὴ διεκλάπη, Μάριον λαβεῖν ἐψηφίσαντο. καὶ δωρεᾶς ταύτης λαμπροτάτης τυχὼν οὐδὲν ἄξιον ἔχειν ὧν ἐστρατήγησεν ἐνομίσθη2 διὰ τὸ τοῦ κινδύνου μέγεθος.

后方之人裹挟了前方的同袍,迅速使全军陷入骚乱;他们在前后受敌的夹击下未能支撑太久,便溃散阵列,四散奔逃。罗马人一路追击,俘虏或斩杀了十万余名敌人;在缴获了帐篷、辎重车与财物后,他们投票决定,凡未被私下窃取之物均归马略所有。尽管他获得了这份极其辉煌的赠礼,但由于此番凶险之深重,人们仍认为他所得之物根本不足以酬劳其指挥作战的卓越功勋。

§21.3

ἕτεροι δὲ περὶ τῆς δωρεᾶς τῶν λαφύρων οὐχ ὁμολογοῦσιν, οὐδὲ περὶ τοῦ πλήθους τῶν πεσόντων. Μασσαλιήτας μέντοι λέγουσι τοῖς ὀστέοις περιθριγκῶσαι τοὺς ἀμπελῶνας, τὴν δὲ γῆν, τῶν νεκρῶν καταναλωθέντων ἐν αὐτῇ καὶ διὰ χειμῶνος ὄμβρων ἐπιπεσόντων, οὕτως ἐκλιπανθῆναι καὶ γενέσθαι διὰ βάθους περίπλεω τῆς σηπεδόνος ἐνδύσης ὥστε καρπῶν ὑπερβάλλον εἰς ὥρας πλῆθος ἐξενεγκεῖν καὶ μαρτυρῆσαι τῷ Ἀρχιλόχῳ λέγοντι πιαίνεσθαι πρὸς τοῦ τοιούτου τὰς ἀρούρας.

然而,对于战利品的馈赠以及阵亡者的数目,其他著述家说法不一。不过人们说,马萨利亚人用死者的尸骨围筑葡萄园;而土地因尸骸在其中化尽,又经历冬日暴雨的浇灌,变得极为肥沃,腐殖之质深入土壤,以致在应季之时产出了惊人丰饶的果实,印证了阿基罗科斯所谓的“农田因这般事物而得滋养”。

§21.4

ἐπιεικῶς δὲ ταῖς μεγάλαις μάχαις ἐξαισίους ὑετοὺς ἐπικαταρρήγνυσθαι λέγουσιν, εἴτε δαιμονίου τινὸς τὴν γῆν καθαροῖς καὶ διιπετέσιν ἁγνίζοντος ὕδασι καὶ κατακλύζοντος, εἴτε τοῦ φόνου καὶ τῆς σηπεδόνος ἐξανιείσης3 ὑγρὰν καὶ βαρεῖαν ἀναθυμίασιν, ἣ τὸν ἀέρα συνίστησιν εὔτρεπτον ὄντα καὶ ῥᾴδιον μεταβάλλειν ἀπὸ σμικροτάτης ἐπὶ πλεῖστον ἀρχῆς.

人们常说,在重大战事之后往往会降下反常的倾盆大雨,这或是由于某种神明正以清净天降之水净化并冲刷大地,或是由于杀戮与腐烂散发出潮湿厚重的蒸气,从而使原本就极易感应、极易由微小起因促成剧烈变化的大气凝聚所致。

语法注3 条
  1. 21.1ἔσχον ἄνω φερομένους

    不定过去时动词 ἔσχον 与现在分词宾格 ἄνω φερομένους 构成述语性结构,意为“阻挡住了他们向上冲击的势头”。

  2. 21.2οὐδὲν ἄξιον ἔχειν ὧν ἐστρατήγησεν ἐνομίσθη

    此处出现了关系代词的吸引(attraction)。原结构应为 ἄξιον τούτων ἃ ἐστρατήγησεν(与他身为统帅所立下的功绩相称之物),指示代词先行词被省略,关系代词 ἃ 受到形容词 ἄξιον 所要求的属格支配而变为 ὧν。

  3. 21.4τοῦ φόνου καὶ τῆς σηπεδόνος ἐξανιείσης

    此为属格独立结构。虽然由阳性的 τοῦ φόνου 与阴性的 τῆς σηπεδόνος 两个名词并列作为主语,但分词 ἐξανιείσης 却采用了阴性单数形式,属于就近一致(agreement by proximity),仅与距离较近的 σηπεδόνος 保持性数一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:21.1-21.4