← 普鲁塔克

马略传

§23.1-23.6

辛布里人的进攻与卡图卢斯的撤退

马略的同僚执政官卡图卢斯在辛布里人的猛烈攻势下防线失守,为掩护惊慌撤退的军队,他亲自走在队伍前列承担退却的污名。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.1

ἡ δὲ μηθὲν ἐῶσα τῶν μεγάλων εὐτυχημάτων ἄκρατον εἰς ἡδονὴν καὶ καθαρόν, ἀλλὰ μείξει κακῶν καὶ ἀγαθῶν ποικίλλουσα τὸν ἀνθρώπινον βίον ἢ τύχη τις ἢ νέμεσις ἢ πραγμάτων ἀναγκαία φύσις οὐ πολλαῖς ὕστερον ἡμέραις ἐπήγαγε τῷ Μαρίῳ τὴν περὶ Κάτλου τοῦ συνάρχοντος ἀγγελίαν, ὥσπερ ἐν εὐδίᾳ καὶ γαλήνῃ νέφος, αὖθις ἕτερον φόβον καὶ χειμῶνα τῇ Ῥώμῃ περιστήσασα.

然而,那种不容任何盛大幸运保持纯粹无杂之欢悦、反倒以祸福相杂来交织人生者——无论那是某种命运、复仇女神,还是事物固有的必然规律——在不久之后便向马略传来了有关其同僚卡图卢斯的急报,犹如晴朗无云的平静天气中突现的一片阴云,再度将另一场恐惧与风暴降临在罗马之上。

§23.2

ὁ γάρ δὴ Κάτλος ἀντικαθήμενος τοῖς Κίμβροις τὰς μὲν ὑπερβολὰς τῶν Ἄλπεων ἀπέγνω φυλάσσειν, μὴ κατὰ πολλὰ τὴν δύναμιν μέρη διαιρεῖν ἀναγκαζόμενος ἀσθενὴς γένοιτο, καταβὰς δ’ εὐθὺς εἰς τὴν Ἰταλίαν καὶ τὸν Ἀτισῶνα ποταμὸν λαβὼν πρὸ αὑτοῦ καὶ φραξάμενος πρὸς τὰς διαβάσεις ἑκατέρωθεν ἰσχυροῖς χαρακώμασιν, ἔζευξε τὸν πόρον, ὡς ἐπιβοηθεῖν εἴη τοῖς πέραν,1 εἰ πρὸς τὰ φρούρια βιάζοιντο διὰ τῶν στενῶν οἱ βάρβαροι.

原来卡图卢斯驻防以抗击辛布里人时,因担心若被迫将兵力分派各处便会削弱防线,于是放弃了扼守阿尔卑斯山各隘口的打算;他随即下到意大利本土,以阿提索河为屏障,在河两岸通往渡口处立起坚固的木栅进行防守,并于河上架起桥梁,以便在蛮族穿过峡谷强攻沿岸堡垒时,能够驰援对岸的军队。

§23.3

τοῖς δὲ τοσοῦτον περιῆν ὑπεροψίας καὶ θράσους κατὰ τῶν πολεμίων ὥστε ῥώμην καὶ τόλμαν ἐπιδεικνύμενοι μᾶλλον ἢ πράττοντὲς τι τῶν ἀναγκαίων γυμνοὶ μὲν ἠνείχοντο νιφόμενοι καὶ διὰ πάγων καὶ χιόνος βαθείας τοῖς ἄκροις προσέβαινον, ἄνωθεν δὲ τοὺς θυρεοὺς πλατεῖς ὑποτιθέντες τοῖς σώμασιν, εἶτα ἀφιέντες αὑτούς ὑπεφέροντο κατὰ κρημνῶν ὀλισθήματα καὶ λισσάδας ἀχανεῖς ἐχόντων.

然而敌军对罗马人怀有极度的轻蔑与狂妄,比起执行任何战术所需之事,他们更热衷于夸耀自己的强悍与胆魄:他们赤着身子忍受漫天风雪,踩着坚冰与深雪攀登绝顶;接着自山巅将宽大的盾牌垫在身下,纵身跃出,顺着陡峭险峻、深不可测的悬崖滑行而下。

§23.4

ὡς δὲ παραστρατοπεδεύσαντες ἐγγὺς καὶ κατασκεψάμενοι τὸν πόρον ἤρξαντο χοῦν, καὶ τοὺς πέριξ λόφους ἀναρρηγνύντες, ὥσπερ οἱ γίγαντες, ἅμα δένδρα πρόρριζα καὶ κρημνῶν σπαράγματα καὶ γῆς κολωνοὺς ἐφόρουν εἰς τὸν ποταμόν, ἐκθλίβοντες τὸ ῥεῦμα καὶ τοῖς ἐρείδουσι τὰ ζεύγματα βάθροις ἐφιέντες βάρη μεγάλα συρόμενα κατὰ ῥοῦν καὶ τινάττοντα ταῖς πληγαῖς τὴν γέφυραν, ἀποδειλιάσαντες οἱ πλεῖστοι τῶν στρατιωτῶν ἐξέλειπον τὸ μέγα στρατόπεδον καὶ ἀνεχώρουν.

当他们在近处扎营、侦察完渡口后,便开始筑坝截流;他们仿若巨灵一般拔起四周的山丘,将连根拔起的大树、碎裂的岩石以及土堆一并投入河中,阻绝水流,并顺流冲放巨大的重物冲击支撑桥架的桥墩,以连番撞击撼动桥身;多数罗马军兵因而丧胆,放弃了主营地向后退却。

§23.5

ἔνθα δὴ Κάτλος ἔδειξεν ἑαυτόν, ὥσπερ χρὴ τὸν ἀγαθὸν καὶ τέλειον ἄρχοντα, τὴν αὑτοῦ δόξαν ἐν ὑστέρῳ τῶν πολιτῶν τιθέμενον.2 ἐπεὶ γάρ οὐκ ἔπειθε τοὺς στρατιώτας μένειν, ἀλλʼ ἑώρα περιδεῶς ἀναζευγνύντας, ἄρασθαι κελεύσας τὸν ἀετὸν εἰς τοὺς πρώτους τῶν ἀπερχομένων ὥρμησε δρόμῳ καὶ πρῶτος ἡγεῖτο, βουλόμενος αὑτοῦ τὸ αἰσχρόν, ἀλλὰ μὴ τῆς πατρίδος γενέσθαι, καὶ δοκεῖν μὴ φεύγοντας, ἀλλʼ ἑπομένους τῷ στρατηγῷ ποιεῖσθαι τὴν ἀποχώρησιν.

正是在此时,卡图卢斯展现出了一位优秀完备的统帅所应有的风范,将个人的名声置于公民同胞之后。因为当他无法劝阻士兵留守,眼见他们惊慌拔营时,他便下令擎起军团鹰旗,快步疾奔到离去队伍的最前列,亲自走在最前面引领大军;他宁愿蒙受耻辱的是自己而非祖国,并使这支队伍看起来并非溃逃,而是在听从统帅的号令进行转移。

§23.6

οἱ δὲ βάρβαροι τὸ μὲν πέραν τοῦ Ἀτισῶνος φρούριον ἐπελθόντες ἔλαβον, καὶ τοὺς αὐτόθι Ῥωμαίους ἀνδρῶν κρατίστους γενομένους καὶ προκινδυνεύσαντας ἀξίως τῆς πατρίδος θαυμάσαντες ὑποσπόνδους ἀφῆκαν. ὀμόσαντες τὸν χαλκοῦν ταῦρον,3 ὃν ὕστερον ἁλόντα μετὰ τὴν μάχην εἰς τὴν Κάτλου φασὶν οἰκίαν ὥσπερ ἀκροθίνιον τῆς νίκης κομισθῆναι· τὴν δὲ χώραν ἔρημον βοηθείας ἐπιχυθέντες ἐπόρθουν.

蛮族攻占了阿提索河对岸的堡垒,但他们惊叹于驻守在那里的罗马军士英勇绝伦、为祖国慷慨赴难的气概,于是在订立停战誓约后将他们放走。蛮族是向一头青铜公牛起誓的,据说这头公牛后来被缴获,于战后作为胜利的战利品送到了卡图卢斯的宅邸;随后,蛮族便涌入已失去防守的广大地区,大肆劫掠。

语法注3 条
  1. 23.2ὡς ἐπιβοηθεῖν εἴη τοῖς πέραν

    由 ὡς 引导的目的从句,内含表示非人称可能性的希求法 εἴη(相当于 ἐξείη 或 δυνατόν εἴη,“得以/可能”)搭配不定式 ἐπιβοηθεῖν,意为“以便能够驰援对岸之人”。由于主句动词 ἔζευξε 为过去时态,故从句按历史时态序列采用希求法。

  2. 23.5τὴν αὑτοῦ δόξαν ἐν ὑστέρῳ τῶν πολιτῶν τιθέμενον

    作为先行短语 ἔδειξεν ἑαυτόν(“展现出自身为……”)的宾语补足分词,与 ἑαυτόν 保持性数格一致。短语 ἐν ὑστέρῳ 接属格(τῶν πολιτῶν)为固定搭配,意为“置于……之后/视……为次要”,表明统帅将个人的名誉置于公民同胞之后。

  3. 23.6ὀμόσαντες τὸν χαλκοῦν ταῦρον

    动词 ὄμνυμι 习惯上直接以宾格接所指发誓的神明或神圣之物(意为“对……起誓”)。此处 τὸν χαλκοῦν ταῦρον(青铜公牛)即作为发誓对象的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:23.1-23.6