← 普鲁塔克

马略传

§20.1-20.6

夜间恐慌与迎战条顿人的高地布阵

击溃安布昂人当夜,身处无防备营寨的罗马军因蛮族可怖的嚎叫而深感恐慌,但夜战并未爆发;次晨马略设下伏兵并于山丘布阵,从容迎战怒不可遏、盲目仰攻的条顿人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.1

ἐπεὶ δὲ πολλοὺς τῶν Ἀμβρώνων οἱ Ῥωμαῖοι διαφθείραντες ἀνεχώρησαν ὀπίσω καὶ σκότος ἐπέσχεν, οὐχ ὥσπερ ἐπʼ εὐτυχήματι τοσούτῳ τὸν στρατὸν ἐδέξαντο παιᾶνες ἐπινίκιοι καὶ πότοι κατὰ σκηνὰς καὶ φιλοφροσύναι περὶ δεῖπνα καὶ τὸ πάντων ἥδιστον ἀνδράσιν εὐτυχῶς μεμαχημένοις, ὕπνος ἤπιος, ἀλλʼ ἐκείνην μάλιστα τὴν νύκτα φοβερὰν καὶ ταραχώδη διήγαγον.1

当罗马人在消灭了许多安布昂人之后撤回,夜幕降临之际,等待着全军的并不是在如此大胜之后理应出现的胜利颂歌、帐中痛饮、晚餐时的欢声笑语,以及对浴血凯旋者而言世间最甜美的事物——恬静的安睡;相反,他们是在极度的恐惧与骚乱中度过了那一夜。

§20.2

ἦν μὲν γάρ αὐτοῖς ἀχαράκωτον τὸ στρατόπεδον καὶ ἀτείχιστον, ἀπελείποντο δὲ τῶν βαρβάρων ἔτι πολλαὶ μυριάδες ἀήττητοι, καὶ συμμεμιγμένων τούτοις ὅσοι διαπεφεύγεσαν τῶν Ἀμβρώνων,2 ὀδυρμὸς ἦν διὰ νυκτός, οὐ κλαυθμοῖς οὐδὲ στεναγμοῖς ἀνθρώπων ἐοικώς, ἀλλὰ θηρομιγής τις ὠρυγὴ καὶ βρύχημα μεμιγμένον ἀπειλαῖς καὶ θρήνοις ἀναπεμπόμενον ἐκ πλήθους τοσούτου τά τε πέριξ ὄρη καὶ τὰ κοῖλα τοῦ ποταμοῦ περιεφώνει.

因为他们的营地既无栅栏也无围墙,而蛮族仍有数万未经挫败的精兵,加上逃脱出来的安布昂人与他们汇合,整夜都响彻着哀嚎;那声音不像人类的哭泣与叹息,而是混合着野兽般的嚎叫与怒吼,夹杂着威胁与挽歌,从如此庞大的人群中升腾而起,回荡在四周的山峦与河流的凹谷之间。

§20.3

καὶ κατεῖχε φρικώδης ἦχος τὸ πεδίον, τοὺς δὲ Ῥωμαίους δέος, αὐτόν τε τὸν Μάριον ἔκπληξις ἄκοσμόν τινα καὶ ταραχώδη νυκτομαχίαν προσδεχόμενον. οὐ μὴν ἐπῆλθον οὔτε νυκτὸς οὔτε τῆς ἐπιούσης ἡμέρας, ἀλλὰ συντάττοντες ἑαυτοὺς καὶ παρασκευαζόμενοι διετέλουν.

令人战栗的轰鸣笼罩了平原,罗马人陷入惊恐,连马略本人也感到惊骇,预料着一场毫无秩序、混乱不堪的夜战。然而,蛮族在夜间和次日都没有发动进攻,而是继续整肃队伍、进行筹备。

§20.4

ἐν τούτῳ δὲ Μάριος, ἦσαν γάρ ἐκ κεφαλῆς τῶν βαρβάρων νάπαι περικλινεῖς καὶ κατάσκιοι δρυμοῖς αὐλῶνες, ἐνταῦθα Κλαύδιον Μάρκελλον ἐκπέμπει μετὰ τρισχιλίων ὁπλιτῶν, ἐνεδρεῦσαι κελεύσας κρύφα καὶ μαχομένοις ἐξόπισθεν ἐπιφανῆναι. τοὺς δὲ ἄλλους δειπνήσαντας ἐν ὥρᾳ καὶ κοιμηθέντας ἅμʼ ἡμέρᾳ συνέταττε πρὸ τοῦ χάρακος ἀγαγών, καὶ προεξέπεμπε τοὺς ἱππέας εἰς τὸ πεδίον.

在此期间,由于在蛮族的头顶上方有倾斜的峡谷和林木成荫的洼地,马略便派克劳狄·马尔凯卢斯率领三千名重装步兵前往该处,命其秘密设伏,待到交战时从后方杀出。对其余士兵,他则让他们按时用膳并就寝,黎明时分将他们引出并列阵于营垒之前,同时将骑兵预先派往平原。

§20.5

θεασάμενοι δὲ οἱ Τεύτονες οὐκ ἠνέσχοντο καταβαίνοντας αὐτοῖς ἐξ ἴσου διαγωνίζεσθαι τοὺς Ῥωμαίους,3 ἀλλὰ σὺν τάχει καὶ διʼ ὀργῆς ὁπλισάμενοι τῷ λόφῳ προσέβαλον. ὁ δὲ Μάριος ἑκασταχοῦ διαπέμπων τοὺς ἡγεμόνας ἑστάναι καὶ καρτερεῖν παρεκάλει, πελασάντων δὲ εἰς ἐφικτὸν ἐξακοντίσαι τοὺς ὑσσούς, εἶτα χρῆσθαι ταῖς μαχαίραις καὶ τοῖς θυρεοῖς ἀντερείσαντας βιάζεσθαι· τῶν γάρ τόπων ἐπισφαλῶν ὄντων ἐκείνοις οὔτε τόνον ἕξειν τὰς πληγὰς οὔτε ῥώμην τὸν συνασπισμόν,4 ἐν περιτροπῇ καὶ σάλῳ τῶν σωμάτων ὄντων διὰ τὴν ἀνωμαλίαν. ταῦτα ἅμα παρῄνει καὶ δρῶν ἑωρᾶτο πρῶτος· οὐδενὸς γάρ ἤσκητο χεῖρον τὸ σῶμα, καὶ πάντας πολὺ τῇ τόλμῃ παρήλλαττεν.

条顿人见状,按捺不住等候罗马人下山在平地与自己平分秋色地决一胜负,而是仓促且盛怒地披挂整齐,向山丘发起了冲击。马略将指挥官派往各处,要求士兵们坚守阵地、顽强挺住,待敌人进入射程后掷出标枪,随后拔剑相向,用大盾顶住推挤压制;因为对敌人而言地形险峻,其身躯必因坡度不平而倾斜摇晃,击打便无威力,密集的盾阵也无稳固的力道。他一边发出这些指令,一边也被看到带头付诸行动;因为他的身体锻炼得不输任何人,在胆魄上也远远凌驾于全军之上。

语法注4 条
  1. 20.1οὐχ ὥσπερ ἐπʼ εὐτυχήματι τοσούτῳ τὸν στρατὸν ἐδέξαντο παιᾶνες ἐπινίκιοι... ἀλλʼ ἐκείνην μάλιστα τὴν νύκτα φοβερὰν καὶ ταραχώδη διήγαγον

    前半句中由“παιᾶνες... ὕπνος ἤπιος”构成复合主语,支配及物动词“ἐδέξαντο”,而“τὸν στρατόν”为宾语;转折连词“ἀλλʼ”之后,主语隐蔽地转变为全军士兵(罗马人),作为及物动词“διήγαγον”的主语。这是对比修辞下典型的主语转换。

  2. 20.2συμμεμιγμένων τούτοις ὅσοι διαπεφεύγεσαν τῶν Ἀμβρώνων

    此句为属格绝对独立结构。分词“συμμεμιγμένων”的逻辑主语是省略了指示先行词的关系分句“ὅσοι διαπεφεύγεσαν τῶν Ἀμβρώνων”(即[τούτων]ὅσοι...)。与格代词“τούτοις”指代前文尚未受挫的“ἔτι πολλαὶ μυριάδες”。

  3. 20.5οὐκ ἠνέσχοντο καταβαίνοντας αὐτοῖς ἐξ ἴσου διαγωνίζεσθαι τοὺς Ῥωμαίους

    动词“ἀνέχομαι”此处未接常见的分词补足成分,而是接“宾格+不定式”结构(“τοὺς Ῥωμαίους... διαγωνίζεσθαι”)。分词“καταβαίνοντας”修饰不定式的主语“τοὺς Ῥωμαίους”;与格“αὐτοῖς”则依附于“ἐξ ἴσου”(意为“与他们同等地”)。

  4. 20.6τῶν γάρ τόπων ἐπισφαλῶν ὄντων ἐκείνοις οὔτε τόνον ἕξειν τὰς πληγὰς οὔτε ῥώμην τὸν συνασπισμόν

    此句为承接马略劝勉(“παρεκάλει”)的间接引语,使用将来时不定式“ἕξειν”,其主语为宾格的“τὰς πληγάς”和“τὸν συνασπισμόν”。两个属格独立结构(“τῶν γὰρ τόπων ἐπισφαλῶν ὄντων”与末尾的“ἐν περιτροπῇ... τῶν σωμάτων ὄντων”)共同构成了理由说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:20.1-20.6