- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:19.1-19.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
仆从去河边取水引发的冲突演变为一场全面激战,罗马军与利古里亚兵击溃了安布昂人并追击至车营,遭到蛮族妇女的拼死抵抗。
οἱ μὲν οὖν στρατιῶται καίπερ ἀσχάλλοντες ἐπείθοντο· τῆς δὲ θεραπείας τὸ πλῆθος οὔτʼ αὐτοὶ ποτὸν οὔτε ὑποζυγίοις ἔχοντες ἀθρόοι κατέβαινον ἐπὶ τὸν ποταμόν, οἱ μὲν ἀξίνας, οἱ δὲ πελέκεις, ἔνιοι δὲ καὶ ξίφη καὶ λόγχας ἅμα τοῖς ὑδρίοις ἀναλαβόντες, ὡς καὶ διὰ μάχης ὑδρευσόμενοι. τούτοις τὸ πρῶτον ὀλίγοι προσεμάχοντο τῶν πολεμίων ἔτυχον γὰρ ἀριστῶντες οἱ πολλοὶ μετὰ λουτρόν, οἱ δὲ ἐλούοντο.
士兵们虽然心怀不满,却依然遵从命令。然而营中的仆役大群,由于自己和牲口都没有水喝,便成群结队地向河边奔去;有的人拿着斧头,有的人拿着板斧,有些人甚至在带上水罐的同时拿起了刀剑和长矛,准备哪怕通过战斗也要打到水。起初与他们交战的敌人并不多,因为大部分蛮族正在沐浴后用餐,还有一些人仍在沐浴之中。
ῥήγνυσι γὰρ αὐτόθι ναμάτων θερμῶν πηγὰς ὁ χῶρος· καὶ μέρος τι περὶ ταῦτα τοὺς βαρβάρους εὐπαθοῦντας καὶ πανηγυρίζοντας ἡδονῇ καὶ θαύματι τοῦ τόπου κατέλαβον οἱ Ῥωμαῖοι. πρὸς δὲ τὴν κραυγὴν πλειόνων συντρεχόντων τῷ τε Μαρίῳ χαλεπὸν ἦν ἔτι τοὺς στρατιώτας ἐπισχεῖν περὶ τῶν οἰκετῶν δεδιότας, καὶ τῶν πολεμίων τὸ μαχιμώτατον μέρος, ὑφ’ οὗ προήττηντο Ῥωμαῖοι μετὰ Μαλλίου καὶ Καιπίωνος πρότερον Ἄμβρωνες ὠνομάζοντο καὶ πλῆθος ὑπὲρ τρισμυρίους αὐτοὶ καθʼ ἑαυτοὺς ἦσαν, ἀναΐξαντες ἐπὶ τὰς πανοπλίας ἐχώρουν.1
那地方涌出了许多股温热的泉水,部分蛮族因对此地感到欢愉和奇妙,正围在泉边享受、饮宴,被罗马人撞个正着。随着更多的人闻声奔聚而来,马略很难再制止那些担忧仆从安危的士兵;而敌人中最善战的部分——先前曾击溃马利乌斯与凯皮奥手下罗马军的部队,被称为安布昂人,光是他们自己就超过了三万人——也跳将起来,奔向全副甲胄。
τὰ μὲν οὖν σώματα πλησμονῇ βεβαρημένοι, τοῖς δὲ φρονήμασι γαῦροι καὶ διακεχυμένοι πρὸς τὸν ἄκρατον, οὐκ ἀτάκτοις οὐδὲ μανιώδεσι φερόμενοι δρόμοις οὐδὲ ἄναρθρον ἀλαλαγμὸν ἱέντες, ἀλλὰ κρούοντες ῥυθμῷ τὰ ὅπλα καὶ συναλλόμενοι πάντες ἅμα τὴν αὑτῶν ἐφθέγγοντο πολλάκις προσηγορίαν Ἄμβρωνες, εἴτε ἀνακαλούμενοι σφᾶς αὐτούς, εἴτε τοὺς πολεμίους τῇ προδηλώσει προεκφοβοῦντες.
他们虽因饱食而身体沉重,精神上却骄傲自负,且因烈酒而兴奋狂放;但他们既非杂乱无章地狂奔,也未发出混乱的狂呼,而是合着节拍敲击兵器,整齐地一起跳跃,不断高呼自己的名字“安布昂”,不知是为了鼓舞彼此,还是企图通过预先昭示身份来震慑敌人。
τῶν δὲ Ἰταλικῶν πρῶτοι καταβαίνοντες ἐπʼ αὐτοὺς Λίγυες, ὡς ἤκουσαν βοώντων καὶ συνῆκαν, ἀντεφώνουν καὶ αὐτοὶ τὴν πάτριον ἐπίκλησιν αὑτῶν εἶναι2 σφᾶς γὰρ αὐτοὺς οὕτως κατὰ γένος ὀνομάζουσι Λίγυες. πυκνὸν οὖν καὶ παράλληλον ἀντήχει πρὶν εἰς χεῖρας συνελθεῖν τὸ ἀναφώνημα· καὶ τῶν στρατῶν ἑκατέροις ἀνὰ μέρος συναναφθεγγομένων καὶ φιλοτιμουμένων πρῶτον ἀλλήλους τῷ μεγέθει τῆς βοῆς ὑπερβαλέσθαι, παρώξυνε καὶ διηρέθιζε τὸν θυμὸν ἡ κραυγή.
在意大利部族中,最先下山迎击他们的利古里亚人听到呼喊并明白其意后,也同样回呼说这也是他们自己祖传的称谓;因为利古里亚人按族属也是如此自称的。因此,在双方交手之前,呼喊声不断地交替回荡;两军轮番响应高呼,争先要在声浪的雄壮上压倒对方,这一呐喊极大地点燃并激发了他们的斗志。
τοὺς μὲν οὖν Ἄμβρωνας διέσπασε τὸ ῥεῖθρον οὐ γάρ ἔφθασαν εἰς τάξιν καταστῆναι διαβάντες,3 ἀλλὰ τοῖς πρώτοις εὐθὺς μετὰ δρόμου τῶν Λιγύων προσπεσόντων ἐν χερσὶν ἦν ἡ μάχη· τοῖς δὲ Λίγυσι τῶν Ῥωμαίων ἐπιβοηθούντων καὶ φερομένων ἄνωθεν ἐπὶ τοὺς βαρβάρους βιασθέντες ἐτράποντο.
河水的急流打乱了安布昂人的队伍,因为他们渡河后未能来得及列成阵势;而利古里亚人随即奔袭猛扑最先过河之人,肉搏战立时爆发。当罗马人赶来支援利古里亚人,从高处向下猛扑蛮族时,敌人被压垮并溃退奔逃。
καὶ πλεῖστοι μὲν αὐτοῦ περὶ τὸ ῥεῖθρον ὠθούμενοι κατʼ ἀλλήλων ἐπαίοντο καὶ κατεπίμπλασαν φόνου καὶ νεκρῶν τὸν ποταμόν, τοὺς δὲ διαβάντες οἱ Ῥωμαῖοι μὴ τολμῶντας ἀναστρέφειν ἔκτεινον ἄχρι τοῦ στρατοπέδου καὶ τῶν ἁμαξῶν φεύγοντας.
大多数人就在河水周围互相拥挤推搡中被斩杀,令整条河塞满了杀戮与死尸;而罗马军渡河后,见敌人不敢回头还击,便一路追杀那些逃亡者,直抵蛮族的营地和车辆前。
ἐνταῦθα δὲ αἱ γυναῖκες ἀπαντῶσαι μετὰ ξιφῶν καὶ πελέκεων δεινὸν τετριγυῖαι καὶ περίθυμον ἠμύνοντο τοὺς φεύγοντας ὁμοίως καὶ τοὺς διώκοντας, τοὺς μὲν ὡς προδότας, τοὺς δὲ ὡς πολεμίους, ἀναπεφυρμέναι μαχομένοις καὶ χερσὶ γυμναῖς τούς τε θυρεοὺς τῶν Ῥωμαίων ἀποσπῶσαι καὶ τῶν ξιφῶν ἐπιλαμβανόμεναι, καὶ τραύματα καὶ διακοπὰς σωμάτων ὑπομένουσαι, μέχρι τελευτῆς ἀήττητοι τοῖς θυμοῖς. τὴν μὲν οὖν παραποτάμιον μάχην οὕτω κατὰ τύχην μᾶλλον ἢ γνώμῃ τοῦ στρατηγοῦ γενέσθαι λέγουσιν.
在那里,妇人们手持刀斧迎面赶来,发出凄厉而狂怒的尖叫,将逃亡者视为叛徒、将追兵视为仇敌,一律予以截杀痛击。她们混杂在战阵之中,徒手夺取罗马人的盾牌,紧抓利剑,忍受着身体的创伤与砍击,直到生命终结时在气魄上也未被战胜。据说,这场沿河之战正是如此出于偶然,而非出于统帅的谋划。
- 19.2τὸ μαχιμώτατον μέρος ... ἀναΐξαντες ἐπὶ τὰς πανοπλίας ἐχώρουν
按意义一致(constructio ad sensum)。句法上的主语虽是中性单数短语 τὸ μαχιμώτατον μέρος,但因其指代战士群体的集体意义以及插入成分 Ἄμβρωνες 的影响,后续的分词 ἀναΐξαντες 采用了阳性复数形式,限定动词 ἐχώρουν 采用了复数形式。
- 19.4ἀντεφώνουν καὶ αὐτοὶ τὴν πάτριον ἐπίκλησιν αὑτῶν εἶναι
表示呼喊的动词 ἀντεφώνουν 引导间接引语,支配“对格加不定式”结构(τὴν πάτριον ἐπίκλησιν αὑτῶν εἶναι),意为“回呼称这同样也是他们自己祖传的称谓”。
- 19.5οὐ γάρ ἔφθασαν εἰς τάξιν καταστῆναι διαβάντες
动词 φθάνω 通常接分词,此处则支配不定式 καταστῆναι(“未能来得及列队/整队”),而 διαβάντες 则作表示时间的附带情况分词(“渡河之后”)。
