- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:18.1-18.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
条顿人攻营受挫后嘲讽着罗马人向阿尔卑斯山前行,马略则谨慎尾随。行至塞克斯提亚温泉后,马略特意将营地扎在缺水之处以激发士气,面对渴望立即进攻取水的士兵,他要求必须先加固营地。
οἱ δὲ Τεύτονες ἐπεχείρησαν μὲν ἡσυχάζοντος τοῦ Μαρίου πολιορκεῖν τὸ στρατόπεδον, βέλεσι δὲ πολλοῖς ἐντυχόντες ἀπὸ τοῦ χάρακος φερομένοις καί τινας ἐξ αὑτῶν ἀποβαλόντες ἔγνωσαν εἰς τοὔμπροσθεν χωρεῖν ὡς ὑπερβαλοῦντες ἀδεῶς τὰς Ἄλπεις·1 καὶ συσκευασάμενοι παρήμειβον τὸ στρατόπεδον τῶν Ῥωμαίων, τότε δὴ μάλιστα παμπληθεῖς μήκει καὶ χρόνῳ τῆς παρόδου φανέντες· ἡμέραις γὰρ ἓξ λέγονται τὸν χάρακα τοῦ Μαρίου παραμείψασθαι συνεχῶς ὁδεύοντες.
条顿人在马略按兵不动期间企图围攻营地,但遭到来自工事所射出的大量矢石的反击,并折损了自身的一些人马,于是决定向前开拔,以为可以毫无畏惧地跨越阿尔卑斯山。他们收拾好辎重,从罗马军的营地旁行进经过,那时因通行队伍之长与耗时之久,尤显得人数浩瀚无际;因为据说他们连续行军,花了六天才从马略的工事旁完全走过。
ἐπορεύοντο δὲ ἐγγύς, πυνθανόμενοι τῶν Ῥωμαίων μετὰ γέλωτος εἴ τι πρὸς τὰς γυναῖκας ἐπιστέλλοιεν αὐτοὶ γάρ ἔσεσθαι ταχέως παρʼ αὐταῖς.2 ἐπεὶ δὲ παρήλλαξαν οἱ βάρβαροι καὶ προῄεσαν, ἄρας καὶ αὐτὸς ἐπηκολούθει σχέδην, ἐγγὺς μὲν ἀεὶ καὶ παρʼ αὐτοὺς ἐκείνους ἱδρυόμενος, ὀχυραῖς δὲ χρώμενος στρατοπεδείαις καὶ χωρία καρτερὰ προβαλλόμενος, ὥστε ἐν ἀσφαλεῖ νυκτερεύειν.
他们行经得很近,还带着嘲笑询问罗马人是否有话要捎给他们的妻子,因为他们自己很快就要到她们身边了。蛮族走过并继续向前推进后,〔马略〕自己也拔营出发,缓步紧随其后;他总是驻扎在近处、紧挨着他们身边,但采用坚固的宿营布局,并以前方的险要地形为掩护,以便安全度夜。
οὕτω δὴ προϊόντες ἐγένοντο πρὸς τοῖς καλουμένοις ὕδασι Σεξτίοις, ὅθεν ἔδει πορευθέντας οὐ πολλὴν ὁδὸν ἐν ταῖς Ἄλπεσιν εἶναι. διὸ δὴ καὶ Μάριος ἐνταῦθα παρεσκευάζετο μάχεσθαι, καὶ κατέλαβε τῷ στρατοπέδῳ τόπον ἰσχυρὸν μέν, ὕδωρ δὲ ἄφθονον οὐκ ἔχοντα, βουλόμενος, ὥς φασι, καὶ τούτῳ παροξῦναι τοὺς στρατιώτας.
他们如此前进,便来到了所谓的塞克斯提亚温泉,从那里走不了多远就该进入阿尔卑斯山了。因此马略准备在此决战,并为营地占据了一处地势险要、却缺乏充足水源的地点,据说他是希望借此也能激励士兵们的斗志。
πολλῶν γέ τοι δυσχεραινόντων καὶ διψήσειν λεγόντων, δείξας τῇ χειρὶ ποταμόν τινα ῥέοντα πλησίον τοῦ βαρβαρικοῦ χάρακος, ἐκεῖθεν αὐτοῖς ἔφησεν εἶναι ποτὸν ὤνιον αἵματος.3 τί οὖν, ἔφασαν, οὐκ εὐθὺς ἡμᾶς ἄγεις ἐπʼ αὐτούς, ἕως ὑγρὸν τὸ αἷμα ἔχομεν; κἀκεῖνος ἠρέμα τῇ φωνῇ, πρότερον, εἶπεν, ὀχυρωτέον ἡμῖν τὸ στρατόπεδον.4
果然,当许多人感到不满、声称将会口渴难耐时,他用手指向靠近蛮族营寨流淌的一条河流,告诉他们必须从那里用鲜血为代价换取饮水。 “既然如此,”他们说道,“何不趁着我们体内的鲜血还是湿润的,立即率领我们向他们进攻呢?” 于是他以平缓的声音说道: “在此之前,”他说,“我们必须先加固营地。”
- 18.1ὡς ὑπερβαλοῦντες ἀδεῶς τὰς Ἄλπεις
连词 ὡς 加上将来时分词 ὑπερβαλοῦντες,用于表示主语主观的企图、预期或信念(“自以为能毫无畏惧地跨越……”)。
- 18.2αὐτοὶ γὰρ ἔσεσθαι ταχέως παρʼ αὐταῖς
间接引语结构。承前文 πυνθανόμενοι(询问)隐含的言语动词,不定词 ἔσεσθαι 构成宾语从句。由于不定词的逻辑主语与主句主语(条顿人)一致,因而采用了主格代词 αὐτοί(主格与不定词结构),而非对格。
- 18.4ὤνιον αἵματος
形容词 ὤνιος(可购买的、需付代价的)支配表示价格的属格 αἵματος(鲜血),意为“以鲜血为代价换取的”。
- 18.4ὀχυρωτέον ἡμῖν τὸ στρατόπεδον
动词性形容词 ὀχυρωτέον 表示必要性与义务,带动作发出者的与格 ἡμῖν,并与中性单数主语 τὸ στρατόπεδον 一致,构成人称被动句结构(“营地必须由我们来加固”)。
