- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:17.1-17.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马略借助叙利亚女预言家玛尔塔来安抚士兵,文中还记载了随军秃鹫的吉兆以及意大利诸城上空显现的天象征兆。此外,大母神祭司巴塔克斯带来胜利预言,而侮辱并驱逐他的保民官奥卢斯·庞培猝死,使这一神谕获得了极大的信服。
ταῦτʼ ἀκούων ὁ Μάριος ἥδετο, καὶ κατεπράυνεν αὐτούς ὡς οὐκ ἐκείνοις ἀπιστῶν,1 ἀλλʼ ἔκ τινων λογίων τὸν τῆς νίκης ἅμα καιρὸν καὶ τόπον ἐκδεχόμενος. καὶ γάρ τινα Σύραν γυναῖκα, Μάρθαν ὄνομα, μαντεύεσθαι λεγομένην ἐν φορείῳ κατακειμένην σεμνῶς περιήγετο, καὶ θυσίας ἔθυεν ἐκείνης κελευούσης. ἣν πρότερον μὲν ἀπήλασεν ἡ σύγκλητος ἐντυχεῖν ὑπὲρ τούτων βουλομένην καὶ τὰ μέλλοντα προθεσπίζουσαν, ἐπεὶ δὲ πρὸς τὰς γυναῖκας εἰσιοῦσα διάπειραν ἐδίδου καὶ μάλιστα τῇ Μαρίου παρακαθίζουσα παρὰ τοὺς πόδας τῶν μονομάχων ἐπιτυχῶς προηγόρευε τὸν μέλλοντα νικᾶν, ἀναπεμφθεῖσα πρὸς Μάριον ὑπʼ ἐκείνης ἐθαυμάζετο. καὶ τὰ πολλὰ μὲν ἐν φορείῳ παρεκομίζετο, πρὸς δὲ τὰς θυσίας κατῄει φοινικίδα διπλῆν ἐμπεπορπημένη2 καὶ λόγχην ἀναδεδεμένην ταινίαις καὶ στεφανώμασι φέρουσα.
马略听到这些话十分高兴,便抚慰他们,声称自己并非不信任他们,而是根据某些神谕同时等待着胜利的时机与地点。原来,他让一位名叫玛尔塔的叙利亚女子躺卧在轿中,庄严地载着她随军同行,据说她通晓预言;他遵照她的指示奉献祭品。此前,这名女子想要就这些事情晋见元老院并预言未来,却被元老院驱逐;但在她得以接触妇人们并展示了自己的本事,特别是坐在马略妻子的脚边、成功预告了哪位角斗士将会获胜之后,便被马略之妻送往马略那里,受到了他的尊崇。她平时大多坐在轿中被随行抬着,但在举行祭礼时,便会步下轿来,身上披着以饰针扣紧的双层猩红斗篷,手中携带着系有饰带和花环的长矛。
τοῦτο μὲν οὖν τὸ δρᾶμα πολλοῖς ἀμφισβήτησιν παρεῖχεν, εἴτε πεπεισμένος ὡς ἀληθῶς εἴτε πλαττόμενος καὶ συνυποκρινόμενος ἐπιδείκνυται τὴν ἄνθρωπον. τὸ δὲ περὶ τοὺς γῦπας θαύματος ἄξιον Ἀλέξανδρος ὁ Μύνδιος ἱστόρηκε. δύο γὰρ ἐφαίνοντο πρὸ τῶν κατορθωμάτων ἀεὶ περὶ τὰς στρατιὰς καὶ παρηκολούθουν γνωριζόμενοι χαλκοῖς περιδεραίοις· ταὐτὰ δὲ οἱ στρατιῶται συλλαβόντες αὐτούς περιῆψαν, εἶτα ἀφῆκαν· ἐκ δὲ τούτου γνωρίζοντες ἠσπάζοντο αὐτούς οἱ στρατιῶται καὶ φανέντων ἐπὶ ταῖς ἐξόδοις ἔχαιρον ὡς ἀγαθὸν τι πράξοντες.
这种戏剧般的举动让许多人产生疑虑:他究竟是真正深信不疑,还是在弄虚作假、与她一同逢场作戏以炫示这个女人?至于有关秃鹫的奇事,门多斯的亚历山大曾记载过。原来,在重大胜利之前,总有两只秃鹫出现在军队周围并跟随其后,它们因带着青铜颈圈而被认出;这是士兵们先前将它们捕获后套上颈圈,随后放飞的。从此,士兵们认出它们并向它们致意,若它们在出征时显现,士兵们便欢欣鼓舞,认为自己定将建功立业。
πολλῶν δὲ σημείων προφαινομένων τὰ μὲν ἄλλα χαρακτῆρα κοινὸν εἶχεν, ἐκ δὲ Ἀμερίας καὶ Τουδέρτου, πόλεων Ἰταλικῶν, ἀπηγγέλθη νυκτὸς ὦφθαι κατὰ τὸν οὐρανὸν αἰχμάς τε φλογοειδεῖς καὶ θυρεοὺς διαφερομένους τὸ πρῶτον, εἶτα συμπίπτοντας ἀλλήλοις καὶ σχήματα καὶ κινήματα λαμβάνοντας οἷα γίνεται μαχομένων ἀνδρῶν, τέλος δὲ τῶν μὲν ἐνδιδόντων, τῶν δὲ ἐπιφερομένων, πάντας ἐπὶ δυσμὰς ῥυῆναι.
虽然此前显现了诸多征兆,但其余的大多具有普通特征;然而据意大利城镇阿梅里亚和图德尔图姆报称,夜间空中出现了火焰般的枪尖与长盾,起初四散移动,继而相互撞击,呈现出交战之人所具有的阵势与动作,最后一方退却,另一方进逼,全都向着西方流逝散去。
περὶ τοῦτον δέ πως τὸν χρόνον ἀφίκετο καὶ Βατάκης ἐκ Πεσσινοῦντος ὁ τῆς Μεγάλης Μητρὸς ἱερεύς, ἀπαγγέλλων ὡς ἡ θεὸς ἐκ τῶν ἀνακτόρων ἐφθέγξατο αὐτῷ νίκην καὶ κράτος πολέμου Ῥωμαίοις ὑπάρχειν. τῆς δὲ συγκλήτου προσεμένης καὶ τῇ θεῷ ναὸν ἐπινίκιον ἱδρύσασθαι ψηφισαμένης, τὸν Βατάκην εἰς τὸν δῆμον προελθόντα καὶ ταὐτὰ βουλόμενον εἰπεῖν ἐκώλυσε δημαρχῶν Αὖλος Πομπήϊος, ἀγύρτην ἀποκαλῶν καὶ πρὸς ὕβριν ἀπελαύνων τοῦ βήματος.
大约在此期间,佩辛努斯的大母神祭司巴塔克斯也来到这里,报告说女神从神殿内殿向他发话,宣告战争的胜利与主导权属于罗马人。元老院对此予以接纳,并投票通过为女神建立一座战胜神庙;但当巴塔克斯走上平民大会想要讲述同样的事时,保民官奥卢斯·庞培却阻止了他,称他为招摇撞骗之徒,并肆意侮辱将他驱逐出讲坛。
δὲ δὴ καὶ μάλιστα τῷ λόγῳ τοῦ ἀνθρώπου πίστιν παρέσχεν. οὐ γάρ ἔφθη τῆς ἐκκλησίας λυθείσης ὁ Αὖλος εἰς οἶκον ἐπανελθεῖν, καὶ3 πυρετὸς ἐξήνθησεν αὐτῷ τοσοῦτος ὥστε πᾶσι καταφανῆ γενόμενον καὶ περιβόητον ἐντὸς ἑβδόμης ἡμέρας ἀποθανεῖν.
而这正给那人的话语带来了最大的可信度:因为公民大会解散后,奥卢斯刚一回到家中,就发起了极其剧烈的高烧,以致〔他〕变得众人皆知、传扬四方,在七天之内就死去了。
- 17.1ὡς οὐκ ἐκείνοις ἀπιστῶν
连词 ὡς 与分词(ἀπιστῶν、ἐκδεχόμενος)连用,表示主语(马略)向士兵声称的主观理由或借口,而非作者叙述的客观事实。
- 17.2φοινικίδα διπλῆν ἐμπεπορπημένη
完成中动分词 ἐμπεπορπημένη 支配宾格名词短语 φοινικίδα διπλῆν 作为直接宾语。此构型为反身中动用法(“在自己身上扣好双层红斗篷”),表示穿戴完毕的状态。
- 17.6οὐ γάρ ἔφθη τῆς ἐκκλησίας λυθείσης ὁ Αὖλος εἰς οἶκον ἐπανελθεῖν, καὶ
“οὐκ ἔφθη + 不定词(或分词)… καί …” 为固定惯用句式,意为“刚一……就……”。独立属格结构 τῆς ἐκκλησίας λυθείσης 被嵌套插入限定动词 ἔφθη 与其主语 ὁ Αὖλος 以及不定词 ἐπανελθεῖν 之间,随后引出由等立连词 καί 引导的分句。
