- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:16.1-16.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马略无视敌军挑衅并将士兵约束在营内,让他们通过直视敌人来消除恐惧,但面对蛮族的劫掠与挑衅,忍无可忍的士兵们对马略的不作为发出了抗议与不满。
ὁ δὲ τούτων μὲν οὐκ ἐφρόντιζεν, ἐν δὲ τῷ χάρακι τοὺς στρατιώτας συνεῖχε, καὶ καθήπτετο πικρῶς τῶν θρασυνομένων, καὶ τοὺς προπίπτοντας ὑπὸ θυμοῦ καὶ μάχεσθαι βουλομένους προδότας ἀπεκάλει τῆς πατρίδος, οὐ γάρ ὑπὲρ θριάμβων τὴν φιλοτιμίαν εἶναι1 καὶ τροπαίων, ἀλλʼ ὅπως νέφος τοσοῦτον πολέμου καὶ σκηπτὸν ὠσάμενοι διασώσουσι τὴν Ἰταλίαν.
然而马略对这些并不在意,而是将士兵们约束在营垒之中。他严厉斥责那些莽撞冒进之人,把那些因激愤而冲向前去、渴望战斗的人称为祖国的叛徒,声称如今的进取之志不在于凯旋式和纪功碑,而在于驱散如此巨大的战争阴云与霹雳,拯救意大利。
ταῦτα μὲν ἰδίᾳ πρὸς τοὺς ἡγεμόνας καὶ τοὺς ὁμοτίμους ἔλεγε, τοὺς δὲ στρατιώτας ὑπὲρ τοῦ χάρακος ἱστὰς ἀνὰ μέρος καὶ θεᾶσθαι κελεύων εἴθιζε τὴν μορφὴν ἀνέχεσθαι τῶν πολεμίων καὶ τήν φωνὴν ὑπομένειν ὅλως οὖσαν ἀλλόκοτον καὶ θηριώδη, σκευήν τε καὶ κίνησιν αὐτῶν καταμανθάνειν, ἅμα τῷ χρόνῳ τὰ φαινόμενα δεινὰ ποιουμένους τῇ διανοίᾳ χειροήθη διὰ τῆς ὄψεως· ἡγεῖτο γὰρ πολλὰ μὲν ἐπιψεύδεσθαι τῶν οὐ προσόντων τὴν καινότητα τοῖς φοβεροῖς,2 ἐν δὲ τῇ συνηθείᾳ καὶ τὰ τῇ φύσει δεινὰ τὴν ἔκπληξιν ἀποβάλλειν.
这些话他私下对将领和同僚们说;而对于普通士兵,他让他们轮流站到营垒上注视敌阵,使他们习惯忍受敌人的容貌,承受那全然怪异而如兽般的叫嚷,仔细观察他们的装备和动作,随着时间的推移,通过亲眼所见使心中感到可怕的事物变得驯熟。因为他认为,新奇之感会把许多并不存在之物妄加于令人畏惧的事物之上,而在习以为常中,即便本性可怕之事也会丧失其惊骇之威。
τῶν δὲ οὐ μόνον ἡ καθʼ ἡμέραν ὄψις ἀφῄρει τι τοῦ θάμβους, ἀλλὰ καὶ πρὸς τὰς ἀπειλὰς τῶν βαρβάρων καὶ τὸν κόμπον οὐκ ἀνεκτὸν ὄντα θυμὸς αὐτοῖς παριστάμενος ἐξεθέρμαινε καὶ διέφλεγε τὰς ψυχάς, οὐ μόνον ἀγόντων καὶ φερόντων τὰ πέριξ ἅπαντα τῶν πολεμίων, ἀλλὰ καὶ τῷ χάρακι ποιουμένων προσβολὰς μετὰ πολλῆς ἀσελγείας καὶ θρασύτητος, ὥστε φωνὰς καὶ διαγανακτήσεις τῶν στρατιωτῶν πρὸς τὸν Μάριον ἐκφέρεσθαι. τίνα δὴ καταγνοὺς ἀνανδρίαν ἡμῶν Μάριος εἴργει μάχης ὥσπερ γυναῖκας ὑπὸ κλεισὶ καὶ θυρωροῖς; φέρε, παθόντες ἀνδρῶν πάθος ἐλευθέρων3 ἐρώμεθα πότερον ἄλλους ἀναμένει μαχουμένους ὑπὲρ τῆς Ἰταλίας, ἡμῖν δὲ λειτουργοῖς χρήσεται διὰ παντός, ὅταν δέῃται τάφρους ὀρύσσειν καὶ πηλὸν ἐκκαθαίρειν καὶ ποταμούς τινας παρατρέπειν;
对他们而言,不仅每日的目睹消除了一些惊惧,而且面对蛮族人的威胁与难以忍受的夸耀,涌上他们心头的怒火更温暖并点燃了他们的灵魂。因为敌人不仅劫掠周围的一切,甚至还以极大的放肆和狂妄向营垒发起冲击,以致士兵们的呼喊与愤慨之声传到了马略那里: “马略究竟判定了我们何种懦弱,竟像对待锁在门后并由守门人看管的妇人一样,把我们隔绝于战斗之外?来吧,让我们怀着自由人的情怀去质问:他难道在等待别人来为意大利而战,而每当需要挖掘沟渠、清理淤泥和转移河道时,都始终把我们当作苦役工使用吗?
ἐπὶ ταῦτα γάρ, ὡς ἔοικεν, ἤσκει τοῖς πολλοῖς πόνοις ἡμᾶς, καὶ ταῦτα τῶν ὑπατειῶν ἀποδειξάμενος ἔργα τοῖς πολίταις ἐπάνεισιν. ἢ τὰ Κάρβωνος αὐτὸν φοβεῖ καὶ Καιπίωνος, οὓς ἐνίκησαν οἱ πολέμιοι, πολὺ μὲν αὐτοὺς τῆς Μαρίου δόξης καὶ ἀρετῆς ἀποδέοντας,4 πολὺ δὲ χείρονα στρατὸν ἄγοντας; ἀλλὰ καὶ παθεῖν τι δρῶντας, ὡς ἐκεῖνοι, κάλλιον ἢ καθῆσθαι πορθουμένων τῶν συμμάχων θεατάς.
因为看来他正是为了这些事才用诸多辛劳磨炼我们,并且他正是打算向公民们展示这些作为其执政官任内的功绩而后班师。抑或他是畏惧卡尔博和凯皮奥的遭遇?那些人被敌人击败,固然远不及马略的名望和勇德,所率领的军队也拙劣得多;然而,像他们那样在行动中遭受挫折,也比在同盟者遭到掳掠时作为旁观者坐视不管要高尚得多!”
- 16.1οὐ γάρ ὑπὲρ θριάμβων τὴν φιλοτιμίαν εἶναι
间接引语中的“宾格加不定式”结构,承接前文动词 ἀπεκάλει,表达马略的言论与主张。主语为宾格的 τὴν φιλοτιμίαν。随后的 ἀλλʼ ὅπως ... διασώσουσι 则从不定式转换为目的/努力从句,体现了句法上的变化(variatio)。
- 16.2πολλὰ μὲν ἐπιψεύδεσθαι τῶν οὐ προσόντων τὴν καινότητα τοῖς φοβεροῖς
此句包含语序倒装(hyperbaton)。主语为后置的 τὴν καινότητα(新奇),动词 ἐπιψεύδεσθαι 意为“将……(宾格)虚构加诸……(与格)”。πολλά 为直接宾语,τῶν οὐ προσόντων 为修饰它的部分属格(“不属于它们的许多属性”),τοῖς φοβεροῖς 则是间接宾语的与格。
- 16.4παθόντες ἀνδρῶν πάθος ἐλευθέρων
动词 πάσχω 与同源名词 πάθος 构成的同族宾格(cognate accusative)结构。此处的 πάθος 并非被动的“受难”,而是指内心产生的“激情、气概”,意为“怀着自由人的情怀与气魄”。
- 16.5πολὺ μὲν αὐτοὺς τῆς Μαρίου δόξης καὶ ἀρετῆς ἀποδέοντας
同格性宾格分词结构。关系从句中的宾语 οὓς(卡尔博与凯皮奥)被代词 αὐτούς 重新指代,并与分词 ἀποδέοντας 一致,在关系从句内部充当让步性说明(“尽管他们远不及马略的名望与武勇”)。
