← 普鲁塔克

马略传

§15.1-15.5

罗讷河开凿运河与蛮族进逼

马略率军越过阿尔卑斯山驻扎于罗讷河畔,并开凿运河以确保补给畅通。蛮族兵分两路,条顿人与安布罗内斯人逼近马略大营并提出决战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.1

πυνθανόμενος δὲ τοὺς πολεμίους ὁ Μάριος ἐγγὺς εἶναι διὰ ταχέων ὑπερέβαλε τὰς Ἄλπεις· καὶ τειχίσας στρατόπεδον παρὰ τῷ Ῥοδανῷ ποταμῷ συνῆγεν εἰς αὐτὸ χορηγίαν ἄφθονον, ὡς μηδέποτε παρὰ τὸν τοῦ συμφέροντος λογισμὸν ἐκβιασθείη διʼ ἔνδειαν τῶν ἀναγκαίων εἰς μάχην καταστῆναι.

马略得知敌人临近,便迅速翻越阿尔卑斯山。他在罗讷河畔筑起营寨,在其中聚集了大量的军需补给,使自己绝不致因必需品匮乏而被迫违背对自己有利的盘算去应战。

§15.2

τὴν δὲ κομιδὴν ὧν ἔδει1 τῷ στρατεύματι μακρὰν καὶ πολυτελῆ πρότερον οὖσαν πρὸς τὴν θάλασσαν, αὐτὸς εἰργάσατο ῥᾳδίαν καὶ ταχεῖαν. τὰ γάρ στόματα τοῦ Ῥοδανοῦ, πρὸς τὰς ἀνακοπὰς τῆς θαλάττης, ἰλύν τε πολλὴν λαμβάνοντα καὶ θῖνα πηλῷ βαθεῖ συμπεπιλημένην ὑπὸ τοῦ κλύδωνος, χαλεπὸν καὶ ἐπίπονον καὶ βραδύπορον τοῖς σιταγωγοῖς ἐποίει τὸν εἴσπλουν.

以往从海路运送全军所需物资既路途遥远又耗费巨大,他亲自将其变为便捷而迅速之事。因为罗讷河的入海口受海潮回冲的影响,聚积了大量淤泥以及同深泥一起被浪涛压紧的沙滩,使得运粮船的驶入变得艰难、费力且迟缓。

§15.3

ὁ δὲ τρέψας ἐνταῦθα τὸν στρατὸν σχολάζοντα τάφρον μεγάλην ἐνέβαλε, καὶ ταύτῃ πολύ μέρος τοῦ ποταμοῦ μεταστήσας περιήγαγεν εἰς ἐπιτήδειον αἰγιαλόν, βαθὺ μὲν καὶ ναυσὶ μεγάλαις ἔποχον, λεῖον δὲ καὶ ἄκλυστον στόμα λαβοῦσαν2 πρὸς τὴν θάλασσαν. αὕτη μὲν οὖν ἔτι ἀπʼ ἐκείνου τὴν ἐπωνυμίαν φυλάττει.

于是他把无所事事的军队调往该处开凿了一条巨大的运河,并将该河的很大一部分水流分流至此,引向适宜的海岸,使这条运河面向大海获得了一个既深邃足以承载巨舰、又平缓而无风浪阻隔的河口。这条运河至今仍保留着源自他的名称。

§15.4

τῶν δὲ βαρβάρων διελόντων σφᾶς αὐτοὺς δίχα Κίμβροι μὲν ἔλαχον διὰ Νωρικῶν ἄνωθεν ἐπὶ Κάτλον χωρεῖν καὶ τὴν πάροδον ἐκείνην βιάζεσθαι, Τεύτονες δὲ καὶ Ἄμβρωνες διὰ Λιγύων ἐπὶ Μάριον παρὰ θάλατταν.

蛮族兵分两路,辛布里人抽签决定从上方经由诺里克向卡图卢斯进军并强行通过那条要道,而条顿人和安布罗内斯人则经由利古里亚沿着海滨向马略进军。

§15.5

καὶ Κίμβροις μέν ἐγίνετο πλείων ἡ διατριβὴ καὶ μέλλησις, Τεύτονες δὲ καὶ Ἄμβρωνες ἄραντες εὐθὺς καὶ διελθόντες τὴν ἐν μέσῳ χώραν ἐφαίνοντο πλήθει τε ἄπειροι καὶ δυσπρόσοπτοι τὰ εἴδη, φθόγγον τε καὶ θόρυβον οὐχ ἑτέροις ὅμοιοι.3 περιβαλόμενοι δὲ τοῦ πεδίου μέγα μέρος καὶ στρατοπεδεύσαντες προὐκαλοῦντο τὸν Μάριον εἰς μάχην.

辛布里人拖延迟疑较久,但条顿人和安布罗内斯人随即拔营,穿过沿途之地,现身于前。他们人数无穷无尽,容貌狰狞可怖,发出的声音与喧嚣也异于常人。他们占据了大片平原并安营扎寨,向马略发起决战的挑衅。

语法注3 条
  1. 15.2ὧν ἔδει

    先行词的省略。先行词 τούτων(修饰 κομιδήν 的属格)被省略,关系代词 ὧν 受无人称动词 ἔδει(与与格 τῷ στρατεύματι 连用,所需要之物用属格)支配而采用属格。

  2. 15.3βαθὺ μὲν καὶ ναυσὶ μεγάλαις ἔποχον, λεῖον δὲ καὶ ἄκλυστον στόμα λαβοῦσαν

    包含语序倒装(hyperbaton)的分词修饰结构。中性名词 στόμα(河口)是阴性分词 λαβοῦσαν(修饰运河 τάφρον)的直接宾语,其修饰成分 βαθὺ μὲν καὶ ναυσὶ μεγάλαις ἔποχον(深邃且足以承载巨舰)与 λεῖον δὲ καὶ ἄκλυστον(平缓且无波涛冲击)倒装置于其前。

  3. 15.5φθόγγον τε καὶ θόρυβον οὐχ ἑτέροις ὅμοιοι

    宾格 φθόγγον 与 θόρυβον 为表视角的宾格(accusative of respect),与前文 δυσπρόσοπτοι τὰ εἴδη 中的 τὰ εἴδη 结构相同,意为“在声音和喧嚣方面与他人不同”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:15.1-15.5