← 普鲁塔克

马略传

§14.1-14.8

特雷博尼乌斯案的裁决与马略连任执政官

趁蛮族转向伊比利亚的间隙,马略整训部队,并通过公正审判并嘉奖杀死其外甥的士兵特雷博尼乌斯而深孚军心。罗马民众因局势危殆而连续选举他为第三任和第四任执政官,并以卡图卢斯为同僚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.1

εὐτύχημα δὲ δοκεῖ τῷ Μαρίῳ μέγα γενέσθαι, τῶν γάρ βαρβάρων ὥσπερ τινὰ παλίρροιαν τῆς ὁρμῆς λαβόντων καὶ ῥυέντων πρότερον ἐπὶ τὴν Ἰβηρίαν, χρόνον ἔσχε καὶ τὰ σώματα γυμνάσαι τῶν ἀνδρῶν καὶ τὰ φρονήματα πρὸς τὸ θαρρεῖν ἀναρρῶσαι, τὸ δὲ μέγιστον,1 αὐτὸς οἷος ἦν κατανοηθῆναι.

看来马略遇到了极大的幸运;因为蛮族的势头仿佛出现了某种退潮,先奔向伊比利亚去了,这使他获得了充裕的时间,既能锻炼士兵的体魄,又能振作他们的士气以树立信心,而最重要的是,能让他们看清他究竟是怎样的人。

§14.2

τὸ γὰρ ἐν ἀρχῇ σκυθρωπὸν αὐτοῦ καὶ περὶ τὰς τιμωρίας δυσμείλικτον ἐθισθεῖσι μηδὲν ἁμαρτάνειν μηδὲ ἀπειθεῖν ἅμα τῷ δικαίῳ σωτήριον ἐφαίνετο, τήν τε τοῦ θυμοῦ σφοδρότητα καὶ τὸ τραχὺ τῆς φωνῆς καὶ ἀγριωπὸν τοῦ προσώπου συντρεφόμενον κατὰ μικρὸν οὐχ αὑτοῖς ἐνόμιζον εἶναι φοβερόν, ἀλλὰ τοῖς πολεμίοις.

因为他起初的严峻面容以及在惩罚上的毫不留情,对于习惯于不犯过错、不抗拒命令的人来说,伴随着正义反而显得成了拯救;随着日渐相处,他们渐渐认为他脾气的暴烈、声音的粗厉以及神色之凶悍,对他们自己而言并不可怕,反而令敌人胆寒。

§14.3

μάλιστα δὲ ἡ περὶ τὰς κρίσεις ὀρθότης αὐτοῦ τοῖς στρατιώταις ἤρεσκεν ἧς καὶ τοιόνδε τι δεῖγμα λέγεται. Γάϊος Λούσιος ἀδελφιδοῦς αὐτοῦ τεταγμένος ἐφʼ ἡγεμονίας ἐστρατεύετο, τάχα μὲν ἀνήρ οὐ δοκῶν εἶναι πονηρός, ἥττων δὲ μειρακίων καλῶν. οὗτος ἤρα νεανίσκου τῶν ὑφʼ αὑτῷ στρατευομένων, ὄνομα Τρεβωνίου, καὶ πολλάκις πειρῶν οὐκ ἐτύγχανε·

尤其是他在判决上的公正极得军心,据说有这样一个例子。他的外甥盖约·卢西乌斯被任命为军官随军出征,此人或许算不上恶人,却难以抗拒美少年。他爱上了部下一个名叫特雷博尼乌斯的青年,屡次引诱却未能得逞。

§14.4

τέλος δὲ νύκτωρ ὑπηρέτην ἀποστείλας μετεπέμπετο τὸν Τρεβώνιον· ὁ δὲ νεανίας ἧκε μέν, ἀντειπεῖν γὰρ οὐκ ἐξῆν καλούμενον, εἰσαχθεὶς δὲ ὑπὸ τὴν σκηνὴν πρὸς αὐτὸν ἐπιχειροῦντα βιάζεσθαι σπασάμενος τὸ ξίφος ἀπέκτεινε. ταῦτα ἐπράχθη τοῦ Μαρίου μὴ παρόντος· ἐπανελθὼν δὲ προὔθηκε τῷ Τρεβωνίῳ κρίσιν·

最终,他趁夜派遣仆人去召唤特雷博尼乌斯。青年来了,因为奉召不可抗拒;但他被领进营帐后,卢西乌斯企图强暴他,他拔剑杀死了卢西乌斯。此事发生在马略不在之时;马略归来后,将特雷博尼乌斯交付审判。

§14.5

ἐπεὶ δὲ πολλῶν κατηγορούντων, οὐδενὸς δὲ συνηγοροῦντος, αὐτὸς εὐθαρσῶς καταστὰς διηγήσατο τὸ πρᾶγμα καὶ μάρτυρας ἔσχεν ὅτι πειρῶντι πολλάκις ἀντεῖπε τῷ Λουσίῳ καὶ μεγάλων διδομένων ἐπʼ οὐδενὶ προήκατο τὸ σῶμα, θαυμάσας ὁ Μάριος καὶ ἡσθεὶς ἐκέλευσε τὸν πάτριον ἐπὶ ταῖς ἀριστείαις στέφανον κομισθῆναι, καὶ λαβὼν αὐτὸς ἐστεφάνωσε τὸν Τρεβώνιον ὡς κάλλιστον ἔργον ἐν καιρῷ παραδειγμάτων δεομένῳ καλῶν ἀποδεδειγμένον·2

当时控告者众多,却无人为他辩护,青年自己毅然站出陈述始末,并提出证人,证实卢西乌斯屡次引诱自己皆遭拒绝,且无论许以何等重赏也绝不出卖肉体。马略既惊异又欣慰,下令取来奖赏卓越英勇行为的传统桂冠,亲自接过来戴在特雷博尼乌斯头上,认定他在极需崇高典范的时刻展现了极其光彩的行为。

§14.6

τοῦτο εἰς τὴν Ῥώμην ἀπαγγελθὲν οὐχ ἥκιστα τῷ Μαρίῳ συνέπραξε τὴν τρίτην ὑπατείαν ἅμα δὲ καὶ τῶν βαρβάρων ἔτους ὥρᾳ προσδοκίμων ὄντων ἐβούλοντο μετὰ μηδενὸς ἄλλου στρατηγοῦ κινδυνεῦσαι πρὸς αὐτούς, οὐ μὴν ἧκον ὡς προσεδοκῶντο ταχέως, ἀλλὰ πάλιν διῆλθε τῷ Μαρίῳ ὁ τῆς ὑπατείας χρόνος.

此事传回罗马,对马略获得第三次执政官职位的助益匪浅。与此同时,由于预计蛮族将于春季到来,人们不愿在其他任何将领统帅下冒险迎战蛮族。然而,他们并未如预料的那样迅速到来,马略的执政官任期便再次届满了。

§14.7

ἐνισταμένων δὲ τῶν ἀρχαιρεσιῶν καὶ τοῦ συνάρχοντος αὐτοῦ τελευτήσαντος, ἀπολιπὼν ἐπὶ τῶν δυνάμεων Μάνιον Ἀκύλλιον αὐτὸς ἧκεν εἰς Ῥώμην. μετιόντων δὲ πολλῶν καὶ ἀγαθῶν τὴν ὑπατείαν, Λούκιος Σατορνῖνος ὁ μάλιστα τῶν δημάρχων ἄγων τὸ πλῆθος, ὑπὸ τοῦ Μαρίου τεθεραπευμένος ἐδημηγόρει, κελεύων ἐκεῖνον ὕπατον αἱρεῖσθαι. θρυπτομένου δὲ τοῦ Μαρίου καὶ παραιτεῖσθαι τὴν ἀρχὴν φάσκοντος ὡς δὴ μὴ δεομένου, προδότην αὐτὸν ὁ Σατορνῖνος ἀπεκάλει τῆς πατρίδος ἐν κινδύνῳ τοσούτῳ φεύγοντα τὸ στρατηγεῖν.

大选在即,而他的同僚执政官又已离世,马略遂将大军托付给马尼乌斯·阿基利乌斯,自己返回罗马。当时有许多显要之士竞选执政官,而最受民众拥戴的保民官卢基乌斯·萨图尔尼努斯已被马略笼络,便向民众发表演说,敦促他们选举马略为执政官。马略故作推辞,声称自己无意此职、仿佛当真别无所求,萨图尔尼努斯便当众斥责他是祖国的叛徒,竟在如此危难之时逃避统兵之责。

§14.8

καὶ φανερὸς μὲν ἦν ἀπιθάνως συνυποκρινόμενος3 τὸ προσποίημα τῷ Μαρίῳ, τὸν δὲ καιρὸν ὁρῶντες οἱ πολλοὶ τῆς ἐκείνου δεινότητος ἅμα καὶ τύχης δεόμενον ἐψηφίσαντο τὴν τετάρτην ὑπατείαν, καὶ συνάρχοντα Κάτλον αὐτῷ Λουτάτιον κατέστησαν, ἄνδρα καὶ τιμώμενον ὑπὸ τῶν ἀρίστων καὶ τοῖς πολλοῖς οὐκ ἐπαχθῆ.

虽然萨图尔尼努斯与马略相互串通、演这一出双簧戏的破绽显而易见,但大众目睹当前局势既需要马略的才能,又需要他的好运,依然投票让他当选第四任执政官,并指定卡图卢斯(卢塔提乌斯)作为他的同僚,此人既受贵族敬重,也不为平民所厌恶。

语法注3 条
  1. 14.1τὸ δὲ μέγιστον

    用作副词性(或独立)宾格,修饰后接的不定式短语(αὐτὸς οἷος ἦν κατανοηθῆναι)或整句,用以引出并强调受 χρόνον ἔσχε 支配的一连串不定式(γυμνάσαι... ἀναρρῶσαι... κατανοηθῆναι)中的最关键一项。

  2. 14.5ὡς κάλλιστον ἔργον ἐν καιρῷ παραδειγμάτων δεομένῳ καλῶν ἀποδεδειγμένον

    连词 ὡς 与宾格阳性单数完成时关身分词 ἀποδεδειγμένον 连用,与 τὸν Τρεβώνιον 一致并以 κάλλιστον ἔργον 为宾语,表示授奖者马略的主观评价或理由(“认定在需要崇高典范的时刻展现了极其光彩的作为”)。

  3. 14.8φανερὸς μὲν ἦν ἀπιθάνως συνυποκρινόμενος

    人称结构 φανερός εἰμι 搭配分词(συνυποκρινόμενος),意为“显然他在一同演戏”。副词 ἀπιθάνως(令人难以置信地、拙劣地、露骨地)修饰该分词,表现出二人串通作态的破绽百出与显而易见。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:14.1-14.8