← 普鲁塔克

马略传

§13.1-13.2

行军严训与马略的骡子之由来

马略在行军中通过严酷训练和让士兵自负辎重来磨砺军队,由此产生了“马略的骡子”这一俗称;文中同时记述了源自西庇阿在努曼提亚围城时检阅牲口的另一种说法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.1

ἐν δὲ τῇ στρατείᾳ τὴν δύναμιν διεπόνει καθʼ ὁδὸν ἐξασκῶν δρόμοις τε παντοδαποῖς καὶ μακραῖς ὁδοιπορίαις, ἑαυτῷ δὲ ἀχθοφορεῖν ἀναγκάζων1 καὶ αὐτουργεῖν τὰ πρὸς τὴν δίαιταν, ὥστε καὶ μετὰ ταῦτα τοὺς φιλοπόνους καὶ σιωπῇ μετʼ εὐκολίας τὰ προστασσόμενα ποιοῦντας ἡμιόνους Μαριανοὺς καλεῖσθαι. καίτοι τινὲς αἰτίαν ἑτέραν τοῦ λόγου τούτου νομίζουσι.

在出征期间,他沿途磨砺部队,用各种疾跑训练和长途行军加以操练,并强迫每人自挑行囊、自理日常饮食所需,以至于此后那些勤勉劳作、默默而顺从地服从命令的人都被称为“马略的骡子”。不过,也有人认为这一说法另有缘由。

§13.2

Σκηπίωνος γάρ, ὅτε Νομαντίαν ἐπολιόρκει, βουληθέντος ἐπιδεῖν μὴ μόνον τὰ ὅπλα μηδὲ τοὺς ἵππους, ἀλλὰ καὶ τοὺς ὀρεῖς καὶ τὰς ἁμάξας, ὅπως ἑκάστοις ἐξησκημένα καὶ παρεσκευασμένα τυγχάνοι,2 προαγαγεῖν τὸν Μάριον3 ἵππον τε κάλλιστα τεθραμμένον ὑπʼ αὐτοῦ καὶ ἡμίονον εὐεξίᾳ καὶ πρᾳότητι καὶ ῥώμῃ διαφέροντα πολὺ τῶν ἄλλων ἡσθέντος οὖν τοῦ στρατηγοῦ τοῖς τοῦ Μαρίου θρέμμασι καὶ πολλάκις αὐτῶν μνησθέντος, οὕτως ἄρα τοὺς σκώπτοντας ἐν ἐπαίνῳ τὸν ἐνδελεχῆ καὶ τλήμονα καὶ φιλόπονον Μαριανὸν ἡμίονον προσαγορεύειν.

因为据说,当西庇阿围攻努曼提亚时,不仅想检阅武器和战马,还想查看骡子和车辆,看每人手中这些物件的照料和整备情况如何;马略牵出了一匹由他亲自精心喂养的良马,以及一头在体魄、温顺和力气上远胜其余的骡子。主帅对马略饲养的牲口大为欣喜并屡次提及,因此人们便以赞许的戏谑之辞,将坚忍、耐劳而勤奋之人唤作“马略的骡子”。

语法注3 条
  1. 13.1ἑαυτῷ δὲ ἀχθοφορεῖν ἀναγκάζων

    反身代词与格 ἑαυτῷ 修饰动词 ἀχθοφορεῖν(挑负重担),充当关涉或利益与格(“各自为自己”/“挑负自身的行囊”),在意义上分配指代构成部队(τὴν δύναμιν)的每个士兵个体。

  2. 13.2ὅπως ἑκάστοις ἐξησκημένα καὶ παρεσκευασμένα τυγχάνοι

    由 ὅπως 引导的间接疑问句,由于处于过去语境(βουληθέντος)之后,动词使用了斜说希求态 τυγχάνοι。完成时被动分词 ἐξησκημένα καὶ παρεσκευασμένα 用作中性复数主语(省略的装备、车马等)的表语,ἑκάστοις 则是所属/关涉与格(“在每个人手中/就每个人而言”)。

  3. 13.2προαγαγεῖν τὸν Μάριον

    从句首的 Σκηπίωνος γάρ... 起,承接上一句中的 νομίζουσι(或间接转述),整个长句均由间接引语的不定式结构(以 τὸν Μάριον 为主语的 προαγαγεῖν,以及句末以 τοὺς σκώπτοντας 为主语的 προσαγορεύειν)所统摄,没有独立的限定动词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:13.1-13.2