- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:12.1-12.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对北方的严峻危机,罗马人破格选举不在本土的马略连任执政官;马略归国后举行凯旋式,展示了沦为阶下囚的朱古达。
ταῦτα Ῥωμαῖοι πυνθανόμενοι πολλαχόθεν, ἐκάλουν Μάριον ἐπὶ τὴν στρατηγίαν. καὶ τὸ δεύτερον ὕπατος ἀπεδείχθη, τοῦ μὲν νόμου κωλύοντος ἀπόντα καὶ μὴ διαλιπόντα χρόνον ὡρισμένον αὖθις αἱρεῖσθαι, τοῦ δὲ δήμου τοὺς ἀντιλέγοντας ἐκβαλόντος. ἡγοῦντο γὰρ οὔτε νῦν πρῶτον εἴξειν τῷ συμφέροντι τὸν νόμον, οὔτε ἀλογωτέραν εἶναι τὴν παροῦσαν αἰτίαν ἐκείνης διʼ ἣν τὸν Σκιπίωνα παρὰ τοὺς νόμους ὕπατον ἀπέδειξαν, οὐ φοβούμενοι τὴν ἑαυτῶν ἀποβαλεῖν, ἀλλὰ τὴν Καρχηδονίων ἐπιθυμοῦντες ἀνελεῖν.1
罗马人从各方获悉这些情况,遂召回马略出任统帅。他第二次当选执政官,尽管法律禁止不在场者以及未间隔规定时间者再次当选,但民众排除了反对者。因为他们认为,法律顺应国家利益在如今并非首次,而且当下的理由并不比昔日他们违背法律选举西庇阿为执政官时的缘由更缺乏根据——当时他们并非担心失去自己的城池,而是渴望摧毁迦太基人的城池。
ταῦτα ἔδοξε· καὶ Μάριος ἐκ Λιβύης μετὰ τοῦ στρατεύματος διακομισθεὶς αὐταῖς Καλάνδαις Ἰανουαρίαις, ἣν ἔτους ἀρχὴν ἄγουσι Ῥωμαῖοι, τήν τε ὑπατείαν ἀνέλαβε καὶ τὸν θρίαμβον εἰσήλασεν, ἄπιστον ἐπιδειξάμενος θέαμα Ῥωμαίοις Ἰουγούρθαν αἰχμάλωτον, οὗ ζῶντος οὐδʼ ἂν εἷς ἤλπισε πολεμίων κρατῆσαι οὕτω τις ἦν ποικίλος ἀνήρ τύχαις ὁμιλῆσαι2 καὶ πανουργίᾳ πολλῇ μεμειγμένον ἔχων τὸ θυμοειδές.
此议遂决;马略率军从利比亚渡海返回,正值罗马人视为新年之始的一月朔日,他接任了执政官之职并举行凯旋式进城,向罗马人展示了俘虏朱古达这一令人难以置信的景象。敌人中连一个也不会指望能生擒此人,因为他是如此善于应对各种运势的变通之士,且将勇烈的脾性与极深的奸谲融于一身。
ἀλλʼ ἐξέστη γε πομπευθεὶς, ὡς λέγουσι, τότε τοῦ φρονεῖν·3 καὶ μετὰ τὸν θρίαμβον εἰς τὸ δεσμωτήριον ἐμπεσών, ὡς οἱ μὲν αὐτοῦ βίᾳ περιέρρηξαν τὸν χιτωνίσκον, οἱ δὲ σπεύδοντες ἀφελέσθαι βίᾳ τὸ χρυσοῦν ἐλλόβιον ἅμα τὸν λοβὸν συναπέρρηξαν, ὠσθεὶς δὲ γυμνὸς εἰς τὸ βάραθρον κατεβλήθη, μεστὸς ὢν ταραχῆς καὶ διασεσηρώς, Ἡράκλεις, εἶπεν, ὡς ψυχρὸν ὑμῶν τὸ βαλανεῖον.
然而据传,在被押解游街之时他就已丧失神智;凯旋式后被投入地牢时,有些人强行扯碎了他的短袍,另有些人急于抢夺金耳环,竟将他的耳垂一同扯裂;在被剥得赤条条推进深坑之时,他神情慌乱而咧嘴狞笑道: “赫拉克勒斯啊,”他说道,“你们的浴室可真冷!”
ἀλλὰ τοῦτον μὲν ἓξ ἡμέραις ζυγομαχήσαντα τῷ λιμῷ καὶ μέχρι τῆς ἐσχάτης ὥρας ἐκκρεμασθέντα τῆς τοῦ ζῆν ἐπιθυμίας εἶχεν ἀξία δίκη τῶν ἀσεβημάτων. ἐν δὲ τῷ θριάμβῳ κομισθῆναι λέγουσι χρυσοῦ μὲν ἑπτὰ καὶ τρισχιλίας λίτρας, ἀργύρου δὲ ἀσήμου πεντακισχιλίας ἑπτακοσίας ἑβδομήκοντα πέντε, νομίσματος δὲ δραχμὰς ἑπτακισχιλίας ἐπὶ μυριάσιν ὀκτὼ καὶ εἴκοσι.
然而此人与饥饿搏斗了六天,直到最后一刻仍紧紧抓住求生的欲望,最终为其大逆不道的罪行遭受了应得的惩罚。据说在凯旋式上抬运的财宝中,有黄金三千零七磅,未铸白银五千七百七十五磅,硬币则有二十八万七千德拉克马。
μετὰ δὲ τὴν πομπὴν ὁ Μάριος σύγκλητον ἤθροισεν ἐν Καπετωλίῳ· καὶ παρῆλθε μὲν εἴτε λαθὼν αὑτὸν εἴτε τῇ τύχῃ χρώμενος ἀγροικότερον ἐν τῇ θριαμβικῇ κατασκευῇ, ταχὺ δὲ τὴν βουλὴν ἀχθεσθεῖσαν αἰσθόμενος ἐξανέστη καὶ μεταλαβὼν τὴν περιπόρφυρον αὖθις ἦλθεν.
游行之后,马略在卡比托利欧山召集元老院会议;他或是因疏忽大意,或是由于被幸运冲昏头脑而举止粗鄙,竟然穿着凯旋装束步入会场;但他很快察觉到元老们极为不悦,便立即离席,换上紫边长袍后再次返回。
- 12.1τὴν ἑαυτῶν ἀποβαλεῖν, ἀλλὰ τὴν Καρχηδονίων ἐπιθυμοῦντες ἀνελεῖν
冠词“τὴν ἑαυτῶν”与“τὴν Καρχηδονίων”之后省略了阴性名词“πόλιν”,意为“并非担心失去他们自己的[城池],而是渴望摧毁迦太基人的[城池]”。
- 12.2ποικίλος ἀνήρ τύχαις ὁμιλῆσαι
不定词“ὁμιλῆσαι”用作形容词“ποικίλος”的限制性(说明性)补足成分,指明其变通能力施展的范畴,即“在应对命运际遇方面变幻莫测”。
- 12.3ἐξέστη... τοῦ φρονεῖν
带冠词不定词的属格“τοῦ φρονεῖν”由复合动词“ἐξέστη”支配,作分离属格,构成了“偏离理智/丧失心智”的惯用表达。
