← 普鲁塔克

马略传

§11.1-11.9

辛布里人与透托内斯人的入侵及马略再任执政官

在朱古达被擒后,透托内斯人与辛布里人的大规模入侵威胁意大利,罗马人在危机中缺席推选马略为执政官;作者详述了关于这批北方蛮族起源与特性的诸家学说,以及他们摧毁阿尔卑斯山外罗马军团的凶悍势头。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.1

ταχὺ μέντοι τὸν φθόνον τοῦτον καὶ τὰ μίση καὶ τὰς διαβολὰς ἀπεσκέδασε τοῦ Μαρίου καὶ μετέστησεν ὁ κατασχὼν τὴν Ἰταλίαν ἀπὸ τῆς ἑσπέρας κίνδυνος, ἅμα τῷ πρῶτον ἐν χρείᾳ μεγάλου στρατηγοῦ γενέσθαι καὶ περισκέψασθαι τὴν πόλιν1 ᾧ χρωμένη κυβερνήτῃ διαφεύξεται κλύδωνα πολέμου τοσοῦτον, οὐδενὸς ἀνασχομένου τῶν ἀπὸ γένους μεγάλων ἢ πλουσίων οἴκων ἐπὶ τὰς ὑπατικὰς κατιόντων ἀρχαιρεσίας, ἀλλʼ ἀπόντα τὸν Μάριον ἀναγορευσάντων.2

然而,来自西方的吞噬意大利的危难,很快便将针对马略的这番嫉妒、仇恨与诽谤驱散一空。城邦一旦陷入急需名将的境地,并开始环顾四周,寻找可以倚赖以躲过如此巨大的战争风暴的舵手,出身显赫或富豪之家的竞选执政官者无一人能够承受这一重任,反而是不在罗马的马略被宣布当选。

§11.2

ἄρτι γάρ ἀπηγγελμένης αὐτοῖς τῆς Ἰουγούρθα συλλήψεως αἱ περὶ Τευτόνων καὶ Κίμβρων φῆμαι προσέπιπτον, ἀπιστίαν μὲν ἐν ἀρχῇ παρασχοῦσαι πλήθους τε καὶ ῥώμης τῶν ἐπερχομένων στρατῶν, ὕστερον δὲ τῆς ἀληθείας ὑποδεέστεραι φανεῖσαι. μυριάδες μὲν γὰρ αἱ μάχιμοι τριάκοντα σὺν ὅπλοις ἐχώρουν, ὄχλοι δὲ παίδων καὶ γυναικῶν ἐλέγοντο πολλῷ πλείους συμπεριάγεσθαι, γῆς χρῄζοντες θρέψει3 τοσοῦτον πλῆθος, καὶ πόλεων ἐν αἷς ἱδρυθέντες βιώσονται, καθάπερ πρὸ αὐτῶν ἐπυνθάνοντο Κελτοὺς τῆς Ἰταλίας τὴν ἀρίστην κατασχεῖν Τυρρηνῶν ἀφελομένους.

因为正当朱古达被擒的消息传来之际,关于透托内斯人与辛布里人的传闻便纷至沓来;起初由于进犯军队的人数与强悍,这些消息令人难以置信,但后来证实它们比事实还要保守。因为单是武装作战的勇士就有三十万开进,据说随行妇孺的人数还要多得多;他们需要能够养育如此庞大人口的土地,以及可以定居生活的城镇,正如他们获悉在他们之前凯尔特人曾夺取伊特鲁里亚人的土地并占据了意大利最富庶的地区一样。

§11.3

αὐτοὶ μὲν γάρ ἀμειξίᾳ, τῇ πρὸς ἑτέρους, μήκει τε χώρας ἣν ἐπῆλθον, ἠγνοοῦντο, τίνες ὄντες ἀνθρώπων ἢ πόθεν ὁρμηθέντες ὥσπερ νέφος ἐμπέσοιεν Γαλατίᾳ καὶ Ἰταλίᾳ. καὶ μάλιστα μὲν εἰκάζοντο Γερμανικὰ γένη τῶν καθηκόντων ἐπὶ τὸν βόρειον ὠκεανὸν εἶναι τοῖς μεγέθεσι τῶν σωμάτων καὶ τῇ χαροπότητι τῶν ὀμμάτων, καὶ ὅτι Κίμβρους ἐπονομάζουσι Γερμανοὶ τοὺς λῃστάς.

他们自己由于与外界素无交往,加之所跋涉地域极其辽阔,因而无人知晓他们究竟属于哪类人,是从何处发端如同云层般压向高卢与意大利的。人们大多根据他们硕大的体格和碧蓝发光的眼睛,以及日耳曼人将盗匪称作“辛布里”这一点,推测他们是直抵北洋的日耳曼部族。

§11.4

εἰσὶ δὲ οἳ τὴν Κελτικὴν διὰ βάθος χώρας καὶ μέγεθος ἀπὸ τῆς ἔξω θαλάσσης καὶ τῶν ὑπαρκτίων κλιμάτων πρὸς ἥλιον ἀνίσχοντα κατὰ τὴν Μαιῶτιν ἐπιστρέφουσαν ἅπτεσθαι τῆς Ποντικῆς Σκυθίας λέγουσι, κἀκεῖθεν τὰ γένη μεμεῖχθαι. τούτους ἐξαναστάντας οὐκ ἐκ μιᾶς ὁρμῆς οὐδὲ συνεχῶς, ἀλλὰ ἔτους ὥρᾳ καθʼ ἕκαστον ἐνιαυτὸν εἰς τοὔμπροσθεν ἀεὶ χωροῦντας πολέμῳ χρόνοις πολλοῖς ἐπελθεῖν τὴν ἤπειρον.

但也有人说,由于地域辽阔与幅员广大,凯尔特之地自外海和亚北极地区朝向旭日初升的方向沿着迈奥提斯湖回旋,直连本都的斯基泰,各部族自彼处起便混杂在一起;这些人并非因一时冲动,也非一鼓作气迁徙,而是在每年的适宜季节里以战争不断向前推进,经历了漫长岁月才席卷了整个大陆。

§11.5

διὸ καὶ πολλὰς κατὰ μέρος ἐπικλήσεις ἐχόντων κοινῇ Κελτοσκύθας τὸν στρατὸν ὠνόμαζον. ἄλλοι δέ φασι Κιμμερίων τὸ μὲν πρῶτον ὑφʼ Ἑλλήνων τῶν πάλαι γνωσθὲν οὐ μέγα γενέσθαι τοῦ παντὸς μόριον, ἀλλὰ φυγὴν ἢ στάσιν τινὰ βιασθεῖσαν ὑπὸ Σκυθῶν εἰς Ἀσίαν ἀπὸ τῆς Μαιώτιδος διαπερᾶσαι Λυγδάμιος ἡγουμένου, τὸ δὲ πλεῖστον αὐτῶν καὶ μαχιμώτατον ἐπʼ ἐσχάτοις οἰκοῦν παρὰ τὴν ἔξω θάλασσαν γῆν μὲν νέμεσθαι σύσκιον καὶ ὑλώδη καὶ δυσήλιον πάντῃ διὰ βάθος καὶ πυκνότητα δρυμῶν, οὓς μέχρι τῶν Ἑρκυνίων εἴσω διήκειν, οὐρανοῦ δὲ εἰληχέναι καθʼ ὃ δοκεῖ μέγα λαμβάνων ὁ πόλος ἔξαρμα διὰ τὴν ἔγκλισιν τῶν παραλλήλων ὀλίγον ἀπολείπειν τοῦ κατὰ κορυφὴν ἱσταμένου σημείου πρὸς τὴν οἴκησιν, αἵ τε ἡμέραι βραχύτητι καὶ μήκει πρὸς τὰς νύκτας ἴσαι κατανέμεσθαι τὸν χρόνον· διὸ καὶ τὴν εὐπορίαν τοῦ μυθεύματος Ὁμήρῳ γενέσθαι πρὸς τὴν νεκυίαν.

因此,尽管他们各自分支拥有众多称呼,但整支大军被统称为“凯尔特-斯基泰人”。另有人说,昔日为古希腊人所知的客麦里人原本并非全体的重大组成部分,不过是一支在吕格达米斯率领下因斯基泰人逼迫而从迈奥提斯湖渡入亚细亚的流亡者或叛乱队伍;而他们中规模最大、最勇猛善战的一部分居住在沿外海的最偏远之地,占据着一片由于树林深幽茂密而终年阴森多林且极难见到阳光的土地,这些森林向内地一直延伸到赫尔西尼亚山林;他们所分得的天空位置,由于纬圈倾斜之故,天极高高升起,看似与他们居所的正顶空相差无几,而白昼与黑夜在长短上也均等地划分着时间;因此荷马在描写招魂冥界之时,也从中获得了神话素材的源泉。

§11.7

ἔνθεν οὖν τὴν ἔφοδον εἶναι τῶν βαρβάρων τούτων ἐπὶ τὴν Ἰταλίαν, Κιμμερίων μὲν ἐξ ἀρχῆς, τότε δὲ Κίμβρων οὐκ ἀπὸ τρόπου προσαγορευομένων. ἀλλὰ ταῦτα μὲν εἰκασμῷ μᾶλλον ἢ κατὰ βέβαιον ἱστορίαν λέγεται.

由此,这些蛮族对意大利的进犯便源于彼处;他们起初是客麦里人,而在当时被称作辛布里人倒也不无道理。不过,这些说法更多是出于推测,而非基于确凿的史实。

§11.8

τὸ δὲ πλῆθος οὐκ ἔλαττον, ἀλλὰ πλέον εἶναι τοῦ λεχθέντος ὑπὸ πολλῶν ἱστόρηται. θυμὸν δὲ καὶ τόλμαν ἀνυπόστατοι καὶ χειρῶν ἔργα παρὰ τὰς μάχας ὀξύτητι καὶ βίᾳ πυρὸς ἐοικότες4 ἐπῄεσαν, οὐδενὸς ἀντέχοντος αὐτῶν πρὸς τὴν ἔφοδον, ἀλλὰ πάντων μέν, ὅσους ἐπῆλθον, ἐν λόγῳ λείας ἀγομένων καὶ φερομένων, πολλῶν δὲ καὶ μεγάλων Ῥωμαϊκῶν στρατοπέδων καὶ στρατηγῶν, ὅσοι προεκάθηντο τῆς ἐκτὸς Ἄλπεων Γαλατίας, ἀνηρπασμένων ἀκλεῶς· οἳ καὶ μάλιστα τὴν φορὰν αὐτῶν κακῶς ἀγωνισάμενοι κατὰ τῆς Ῥώμης ἐπεσπάσαντο. νικήσαντες γὰρ οἷς ἐνέτυχον, καὶ χρημάτων πολλῶν κρατήσαντες; ἔγνωσαν μηδαμοῦ γῆς ἑαυτοὺς ἱδρύειν, πρὶν ἀνατρέψωσι τὴν Ῥώμην καὶ διαπορθήσωσι τὴν Ἰταλίαν.

然而,许多人记载其人数绝非更少,而是多于传闻。他们在战意与胆魄上不可阻挡,在战斗中的搏击力量犹如烈火之迅疾与狂暴;面对他们的冲锋,无人能挡,他们所到之处的所有人都被视同战利品遭到掳掠,驻防阿尔卑斯山外高卢的许多庞大罗马军团及统帅,都被可耻地彻底粉碎;正是这些将领因作战拙劣,尤为致命地将蛮族的狂澜引向了罗马。因为在击溃所遭遇的敌人并掠得巨额财富之后,蛮族决意在覆灭罗马并彻底洗劫意大利之前,绝不在世上任何地方安顿定居。

语法注4 条
  1. 11.1ἅμα τῷ πρῶτον ἐν χρείᾳ μεγάλου στρατηγοῦ γενέσθαι καὶ περισκέψασθαι τὴν πόλιν

    ἅμα τῷ 后接不定式的时态结构,表示“一经……即……”的紧密时间关系。宾格名词 τὴν πόλιν 作为不定式 περισκέψασθαι(以及承接上文的 γενέσθαι)的逻辑主语。

  2. 11.1οὐδενὸς ἀνασχομένου τῶν ἀπὸ γένους μεγάλων ἢ πλουσίων οἴκων ἐπὶ τὰς ὑπατικὰς κατιόντων ἀρχαιρεσίας, ἀλλʼ ἀπόντα τὸν Μάριον ἀναγορευσάντων

    独立属格结构中的主语转换:单数分词短语 οὐδενὸς ἀνασχομένου 指竞选贵族无一人敢于担当重任,而转折连词 ἀλλʼ 之后的复数分词 ἀναγορευσάντων 则省略了逻辑主语,转指大会上的公民或选民推举马略。

  3. 11.2γῆς χρῄζοντες θρέψει

    省略关系代词 ἥτις 的紧凑目的表达,将来时陈述语气 θρέψει 直接修饰先行词 γῆς,意为“能够养育如此众多人口的土地”。

  4. 11.8θυμὸν δὲ καὶ τόλμαν ἀνυπόστατοι καὶ χειρῶν ἔργα παρὰ τὰς μάχας ὀξύτητι καὶ βίᾳ πυρὸς ἐοικότες

    θυμὸν καὶ τόλμαν 以及 χειρῶν ἔργα 为关系/限定宾格,分别修饰形容词 ἀνυπόστατοι(“在战意与胆魄上不可阻挡”)与分词 ἐοικότες(“在战斗搏击中犹如烈火”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:11.1-11.9