← 普鲁塔克

皮洛士传

§9.1-9.2

皮罗斯的政治联姻与对其子的尚武教育

皮罗斯出于政治同盟与权势扩张迎娶多位妻子,并将儿子们培养得善战尚武,宣称王位将传给佩刀最锋利者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

γυναῖκας δὲ πραγμάτων ἕνεκα καὶ δυνάμεως πλείονας ἔγημε μετὰ τὴν Ἀντιγόνης τελευτήν. καὶ γὰρ Αὐτολέοντος τοῦ Παιόνων βασιλέως ἔλαβε θυγατέρα, καὶ Βιρκένναν τὴν Βαρδύλλιος τοῦ Ἰλλυριῶν, καὶ Λάνασσαν τὴν Ἀγαθοκλέους τοῦ Συρακουσίου, προῖκα προσφερομένην αὐτῷ τὴν Κερκυραίων πόλιν1 ἡλωκυῖαν ὑπὸ Ἀγαθοκλέους, ἐκ μὲν οὖν Ἀντιγόνης Πτολεμαῖον υἱὸν ἔσχεν, ἐκ δὲ Λανάσσης Ἀλέξανδρον, Ἕλενον δὲ τὸν νεώτατον ἐκ Βιρκέννης.

在安提戈涅去世后,他为了政治事务与扩张权势,又娶了多位妻子。实际上,他迎娶了培奥尼亚国王奥托利昂的女儿、伊利里亚国王巴耳狄利斯的女儿比尔肯娜,以及叙拉古的阿加托克利斯的女儿拉娜莎;拉娜莎将已被阿加托克利斯攻占的克尔基拉城作为嫁妆带给了他。于是,他与安提戈涅生了儿子托勒密,与拉娜莎生了亚历山大,又与比尔肯娜生了最小的儿子赫勒诺斯。

§9.2

καὶ πάντας ἀγαθοὺς ἐν τοῖς ὅπλοις ἐθρέψατο καὶ διαπύρους, εὐθὺς ἐκ γενετῆς ἐπὶ τοῦτο θηγομένους ὑπʼ αὐτοῦ, λέγεται γὰρ ὡς ἐρωτηθεὶς ὑφʼ ἑνὸς αὐτῶν ἔτι παιδὸς ὄντος, τίνι καταλείψει τὴν βασιλείαν, εἰπεῖν, ὃς ἂν ὑμῶν τὴν μάχαιραν ὀξυτάτην ἔχῃ. τοῦτο δὲ οὐδὲν ἀποδεῖ τῆς τραγικῆς ἀρᾶς ἐκείνης· θηκτῷ σιδήρῳ δῶμα διαλαχεῖν τοὺς ἀδελφούς,2 οὕτως ἄμικτός ἐστι καὶ θηριώδης ἡ τῆς πλεονεξίας ὑπόθεσις.

他将他们全部抚育成勇于操戈且充满激情的人,从出生起就亲自在这一方面磨砺他们。据说,当其中一个儿子尚在幼年问他将把王位留给谁时,他回答道: “你们当中谁的刀最锋利,就留给谁。” 这丝毫不逊于悲剧中那个著名的诅咒: “弟兄以淬火之铁分剖家业”;贪求权势的本质就是如此冷酷而野蛮。

语法注2 条
  1. 9.1προῖκα προσφερομένην αὐτῷ τὴν Κερκυραίων πόλιν

    προῖκα 作宾语 τὴν Κερκυραίων πόλιν 的补足语(谓语性宾格),意为“作为嫁妆”。中动分词 προσφερομένην 修饰 Λάνασσαν,表“自带、带来”。

  2. 9.2θηκτῷ σιδήρῳ δῶμα διαλαχεῖν τοὺς ἀδελφούς

    此为说明性(同格)带不定词的宾格结构,用以解释先行词 τῆς τραγικῆς ἀρᾶς ἐκείνης(那悲剧中的诅咒)的具体内容。τοὺς ἀδελφούς 是不定词 διαλαχεῖν 的逻辑主语(主语宾格),θηκτῷ σιδήρῳ 为手段与格(以淬火之铁),化用自希腊悲剧中关于兄弟争立的著名诅咒。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:9.1-9.2