- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:8.1-8.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
皮罗斯的勇武令败北的马其顿人亦赞叹其兼具亚历山大的风采,而他自身专心致志于军事之学,并对近臣与毁谤者展现了宽厚与机智。
ὁ δὲ ἀγὼν οὗτος οὐ τοσοῦτον ὀργῆς ὧν ἔπαθον1 οὐδὲ μίσους ἐνέπλησε τοὺς Μακεδόνας πρὸς τὸν Πύρρον, ὅσην δόξαν αὐτοῦ καὶ θαῦμα τῆς ἀρετῆς καὶ λόγον ἐνειργάσατο τοῖς ἰδοῦσι τὰ ἔργα καὶ συνενεχθεῖσι κατὰ τὴν μάχην. καὶ γὰρ ὄψιν ᾤοντο καὶ τάχος ἐοικέναι καὶ κίνημα τοῖς Ἀλεξάνδρου, καὶ τῆς φορᾶς ἐκείνου καὶ βίας παρὰ τοὺς ἀγῶνας ἐν τούτῳ σκιάς τινας ὁρᾶσθαι καὶ μιμήματα, τῶν μὲν ἄλλων βασιλέων ἔν πορφύραις καὶ δορυφόροις καὶ κλίσει τραχήλου καὶ τῷ μεῖζον διαλέγεσθαι, μόνου δὲ Πύρρου τοῖς ὅπλοις καὶ ταῖς χερσὶν ἐπιδεικνυμένου2 τὸν Ἀλέξανδρον.
然而这场战斗并没有让马其顿人因所受的损失而对皮罗斯充满愤怒或仇恨,反倒让目睹其壮举并在这场战斗中与他交手的人由衷地钦佩他的勇德,使他赢得了极高的声誉与赞誉。因为他们觉得,他的容貌、敏捷和动作都酷似亚历山大,而且在战斗中,那位国王的气势与勇猛在他的身上显现出某些影子与再现;其他君王仅仅在紫袍、卫队、侧倾脖颈以及盛气凌人的言辞上模仿亚历山大,唯独皮罗斯用武器与身手展现出了亚历山大的风采。
τῆς δὲ περὶ τάξεις καὶ στρατηγίας ἐπιστήμης αὐτοῦ καὶ δεινότητος ἔνεστι δείγματα λαβεῖν ἐκ τῶν γραμμάτων ἃ περὶ τούτων ἀπολέλοιπε. λέγεται δὲ καὶ Ἀντίγονος ἐρωτηθεὶς τίς ἄριστος τῶν στρατηγῶν, φάναι, Πύρρος, ἂν γηράσῃ περὶ τῶν καθʼ αὑτὸν οὕτως ἀποφηνάμενος μόνον. Ἀννίβας δὲ συμπάντων ἀπέφηνε τῶν στρατηγῶν πρῶτον μὲν ἐμπειρίᾳ καὶ δεινότητι Πύρρον, Σκηπίωνα δὲ δεύτερον, ἑαυτὸν δὲ τρίτον, ὡς ἐν τοῖς περὶ Σκηπίωνος γέγραπται.
至于他在排兵布阵与统帅韬略方面的知识与卓越才干,完全可以从他留下的有关这些题材的著述中找到例证。据说安提柯在被问及谁是最优秀的统帅时曾回答说:“皮罗斯,只要他能活到老”,这仅仅是他对同时代统帅所下的断语。然而汉尼拔却认定皮罗斯在经验与战术才干上位列全军统帅之首,西庇阿次之,自己居第三,正如在《西庇阿传》中所记述的那样。
καὶ ὅλως τοῦτο μελετῶν ἔοικε καὶ φιλοσοφῶν ἀεὶ διατελεῖν ὁ Πύρρος, ὡς μαθημάτων βασιλικώτατον, τὰς δὲ ἄλλας γλαφυρίας ἐν οὐδενὶ λόγῳ τίθεσθαι. λέγεται γάρ ὡς ἐρωτηθεὶς ἔν τινι πότῳ, πότερον αὐτῷ φαίνεται Πύθων αὐλητὴς ἀμείνων ἢ Καφισίας, εἰπεῖν ὅτι Πολυπέρχων στρατηγός, ὡς ταῦτα τῷ βασιλεῖ ζητεῖν μόνα καὶ γινώσκειν προσῆκον.3
总的来说,皮罗斯似乎将军事视为最具君王气度的一门学问,始终专心致志地研究和思考它,而将其他风雅技艺弃置不顾。据说在一次酒宴上,有人问他觉得长笛演奏家皮同和卡菲西亚斯哪一个更优秀,他回答说:“波利伯孔是将才”,意即君王理当只去探求和通晓这些军国大事。
ἦν δὲ καὶ πρὸς τοὺς συνήθεις ἐπιεικὴς καὶ πρᾶος ὀργήν, σφοδρὸς δὲ καὶ πρόθυμος ἐν ταῖς χάρισιν. Ἀερόπου γοῦν ἀποθανόντος οὐκ ἤνεγκε μετρίως, ἐκεῖνον μὲν ἀνθρώπινα πεπονθέναι φάσκων, ἑαυτὸν δὲ μεμφόμενος καὶ κακίζων ὅτι μέλλων ἀεὶ καὶ βραδύνων χάριν οὐκ ἀπέδωκεν αὐτῷ. τὰ μὲν γὰρ χρέα καὶ κληρονόμοις ἔστιν ἀποδοῦναι τῶν δανεισάντων, αἱ δὲ τῶν χαρίτων ἀμοιβαὶ μὴ γενόμεναι πρὸς αἰσθανομένους ἀνιῶσι τὸν χρηστὸν καὶ δίκαιον.
他对身边的近臣亦十分宽厚,脾气温和,而在报答恩惠上则炽热而积极。例如阿埃罗普斯去世时,他悲痛异常,称亡者不过是遭遇了凡人难免的生老病死,却责备和怨怪自己一再迁延耽搁,未能报答其恩惠。因为债务尚可偿还给出借者的继承人,但恩惠的报偿若未能向能感知之人作出,便会让仁义正直之士感到痛苦。
ἐν δὲ Ἀμβρακίᾳ κακολόγον τινὰ καὶ βλάσφημον ἄνθρωπον οἰομένων δεῖν μεταστῆσαι τὸν Πύρρον αὐτοῦ μένων, ἔφη, μᾶλλον ἡμᾶς ἐν ὀλίγοις ἢ περιιὼν πρὸς ἅπαντας ἀνθρώπους κακῶς λεγέτω. καὶ τοὺς παρʼ οἶνον αὑτὸν λοιδορήσαντας, εἶτα ἐλεγχομένους ἠρώτησεν εἰ ταῦτα εἶπον· ἀποκριναμένου δὲ τῶν νεανίσκων ἑνός, ταῦτα, ὦ βασιλεῦ· πλείονα δ’ ἂν ἔτι τούτων εἰρήκειμεν, εἰ πλείων παρῆν οἶνος ἡμῖν,4 γελάσας ἀφῆκε.
在安布拉基亚,当众人认为皮罗斯应当驱逐一个口出恶言、肆意毁谤的人时,他说:“让他留在这里,在少数人面前说我们的坏话,总好过让他四处游走,向全天下人散播恶名。”又有几名年轻人在酒后侮辱了他,后来受到审讯,皮罗斯问他们是否说过这些话;其中一个年轻人回答道:“确实说了,大王;要是我们有更多的酒,我们说出来的还会比这些更多呢。”皮罗斯听后大笑,将他们宽赦释放。
- 8.1ὧν ἔπαθον
关系代名词的引申格变化(attraction)及先行词省略。原本应为 τούτων ἃ ἔπαθον(因其所受之事),关系代词 ἅ 受被省去的属格先行词影响,被同化为属格 ὧν。
- 8.1τῶν μὲν ἄλλων βασιλέων... μόνου δὲ Πύρρου... ἐπιδεικνυμένου
表示对照的属格绝对独立结构(genitive absolute)。通过 μέν... δέ 形成对照,将其他君王浮于表面的模仿(τῶν μὲν ἄλλων βασιλέων...)与唯独皮罗斯以武装和战力展现真容(μόνου δὲ Πύρρου... ἐπιδεικνυμένου)相对立,用以解释为何众人独在皮罗斯身上看到了亚历山大。
- 8.3ὡς ταῦτα τῷ βασιλεῖ ζητεῖν μόνα καὶ γινώσκειν προσῆκον
非人称动词分词构成的宾格绝对独立结构(accusative absolute)。προσῆκον(理当、相宜)与 ὡς 连用以表示主观理由,不定式 ζητεῖν 和 γινώσκειν 的逻辑主体由与格 τῷ βασιλεῖ 承担。
- 8.5πλείονα δ’ ἂν ἔτι τούτων εἰρήκειμεν, εἰ πλείων παρῆν οἶνος ἡμῖν
与过去事实相反的虚拟条件句(counterfactual condition)。条件从句由 εἰ 搭配未完成过去直陈式(παρῆν)构成,主句归结从句则由 ἄν 搭配过去完成直陈式(εἰρήκειμεν)构成,表示假若当时有更多的酒,本会说出更多的话。
