- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:10.1-10.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
皮洛士归国被誉为“雄鹰”后突袭马其顿却被击退,随后与正全力筹划远征的德米特里乌斯讲和。对此,其他诸王派遣使者提醒皮洛士已失良机,并重提其妻拉娜莎及克尔基拉被夺一事。
μετὰ δὲ τὴν μάχην ταύτην ὁ Πύρρος ἐπανελθὼν οἴκαδε λαμπρὸς ὑπὸ δόξης καὶ φρονήματος ἔχαιρε· καὶ Ἀετὸς ὑπὸ τῶν Ἠπειρωτῶν προσαγορευόμενος, διʼ ὑμᾶς, ἔλεγεν, ἀετὸς εἰμι· πῶς γὰρ οὐ μέλλω, τοῖς ὑμετέροις ὅπλοις ὥσπερ ὠκυπτέροις ἐπαιρόμενος; ὀλίγῳ δὲ ὕστερον πυθόμενος νοσεῖν τὸν Δημήτριον ἐπισφαλῶς ἐνέβαλε μὲν ἐξαίφνης εἰς Μακεδονίαν ὡς ἐπιδρομήν τινα καὶ λεηλασίαν ποιησόμενος, παρʼ ὀλίγον δὲ ἦλθε πάντων ὁμοῦ κρατῆσαι1 καὶ λαβεῖν ἀμαχεὶ τὴν βασιλείαν, ἐλάσας ἄχρι Ἐδέσσης μηδενὸς ἀμυνομένου, πολλῶν δὲ καὶ προστιθεμένων καὶ συστρατευόντων. αὐτόν τε δὴ τὸν Δημήτριον ὁ κίνδυνος ἐξανέστησε παρὰ δύναμιν, οἵ τε φίλοι καὶ ἡγεμόνες ὀλίγῳ χρόνῳ πολλοὺς ἀθροίσαντες ἐρρωμένως καὶ προθύμως ἐπὶ τὸν Πύρρον ὥρμησαν. ὁ δὲ λῃστρικώτερον ἀφιγμένος οὐκ ἔμεινεν, ἀλλὰ φεύγων μέρος τι τῆς στρατιᾶς ἀπέβαλε καθʼ ὁδὸν ἐπιθεμένων τῶν Μακεδόνων.
在这次战役之后,皮洛士班师回国,因荣耀和自豪而容光焕发、满心欢喜;当被伊庇鲁斯人称作“雄鹰”时,他说道: “全因你们,我才是一只雄鹰;有你们的兵器如同迅捷的双翼托举着我,我怎能不是呢?” 不久之后,皮洛士获悉德米特里乌斯病势危重,便突然侵入马其顿,本打算只作一番袭击和劫掠;但他几乎一举占领全境并不费一兵一卒夺取王位,因为他一直推进到埃德萨,一路上无人抵抗,更有许多人归附并随他征战。然而,这一危局促使德米特里乌斯本人超出身力极限地奋起抗敌,他的朋友和将领们也在短时间内召集起大批人马,勇猛果敢地向皮洛士进军。皮洛士因本是如流寇般而来,并未坚守,而在撤退途中遭到马其顿人的袭击,损失了一部分军队。
οὐ μὴν ὅτι ῥᾳδίως καὶ ταχὺ τὸν Πύρρον ἐξέβαλε τῆς χώρας ὁ Δημήτριος ἠμέλησεν,2 ἐγνωκὼς δὲ μεγάλων πραγμάτων ἀντιλαμβάνεσθαι καὶ τὴν πατρῴαν ἀρχὴν ἀνακτᾶσθαι δέκα μυριάσι στρατοῦ καὶ ναυσὶ πεντακοσίαις οὐκ ἐβούλετο τῷ Πύρρῳ προσπταῖσαι, οὐδὲ ἀπολιπεῖν Μακεδόσι πάροικον ἐργώδη καὶ χαλεπόν, ἀλλʼ, ἐπεὶ μὴ ἐσχόλαζε πολεμεῖν πρὸς αὐτόν, διαλυθεὶς καὶ θέμενος εἰρήνην οὕτως ἐπὶ τοὺς ἄλλους βασιλεῖς τραπέσθαι.3
不过,德米特里乌斯并未因为轻易而迅速地将皮洛士逐出国境便麻痹大意;他决意着手宏图大业,企图以十万大军和五百艘战舰收复祖业,因此不愿在皮洛士身上横遭挫折,也不愿留给马其顿人一个棘手而难缠的邻敌,而宁可因无暇与他作战而达成妥协、缔结和约,随后再去对付其余诸王。
γενομένων δὲ διὰ ταῦτα τῶν ὁμολογιῶν, καὶ τῆς γνώμης ἅμα τῷ μεγέθει τῆς παρασκευῆς ἐκφανείσης τοῦ Δημητρίου, φοβηθέντες οἱ βασιλεῖς διεπέμποντο πρὸς τὸν Πύρρον ἀγγέλους καὶ γράμματα, θαυμάζειν φάσκοντες εἰ τὸν αὑτοῦ προέμενος καιρόν, ἐν τῷ Δημητρίου πολεμῆσαι περιμένει, καὶ δυνάμενος Μακεδονίας ἐκβαλεῖν αὐτὸν πολλὰ πράττοντα καὶ ταραττόμενον, ἐκδέχεται καὶ σχολάζοντι καὶ μεγάλῳ γενομένῳ περὶ τῶν ἐν Μολοσσοῖς ἱερῶν καὶ τάφων διαγωνίσασθαι, καὶ ταῦτα Κέρκυραν ἔναγχος ἀφῃρημένος ὑπʼ αὐτοῦ μετὰ τῆς γυναικός.4
出于这些原因达成协定后,随着德米特里乌斯庞大的备战规模暴露了他的意图,其余诸王惶恐不安,向皮洛士派遣使者并致信,声称他们感到诧异:他竟放过自己的良机,单等在德米特里乌斯适宜的时机与他交战;明明能在德米特里乌斯疲于应付、阵脚大乱时将其逐出马其顿,他却要等到对方安闲从容且势力大增之后,再去为摩罗西亚人的圣所与陵墓决一死战,况且最近他的妻子和克尔基拉才刚被对方夺去。
ἡ γάρ Λάνασσα μεμψαμένη τὸν Πύρρον ὡς μᾶλλον προσέχοντα ταῖς βαρβάροις γυναιξίν εἰς Κέρκυραν ἀπεχώρησε, καὶ δεομένη γάμων βασιλικῶν ἐκάλει Δημήτριον, ἐπισταμένη μάλιστα τῶν βασιλέων εὐκόλως ἔχοντα πρὸς γάμους γυναικῶν, ἐκεῖνος δὲ πλεύσας τῇ τε Λανάσσῃ συνῆλθε καὶ φρουρὰν ἐν τῇ πόλει κατέλιπε.
原来,拉娜莎埋怨皮洛士偏爱蛮族妻子,便退居克尔基拉,因渴望得到王室联姻而邀召德米特里乌斯,因为她深知诸王之中尤以德米特里乌斯最乐于纳娶妇人;德米特里乌斯航海前往,与拉娜莎成婚,并在该城留驻了一支卫戍部队。
- 10.2παρʼ ὀλίγον δὲ ἦλθε πάντων ὁμοῦ κρατῆσαι
成语结构 παρʼ ὀλίγον ἦλθε 搭配不定式,意为“几乎/险些做到某事”。其后的两个不定式 κρατῆσαι 与 λαβεῖν 均依附于此短语,表示险些发生却最终未遂的事件。
- 10.3οὐ μὴν ὅτι ῥᾳδίως καὶ ταχὺ τὸν Πύρρον ἐξέβαλε τῆς χώρας ὁ Δημήτριος ἠμέλησεν
否定词 οὐ 否定主动词 ἠμέλησεν,构成“并未因(ὅτι)……而松懈大意”的句式。由于语序倒装(hyperbaton),否定词与原因从句被置于主动词之前,且主语 ὁ Δημήτριος 亦被拉入原因从句的末尾。
- 10.3ἀλλʼ, ἐπεὶ μὴ ἐσχόλαζε πολεμεῖν πρὸς αὐτόν, διαλυθεὶς καὶ θέμενος εἰρήνην οὕτως ἐπὶ τοὺς ἄλλους βασιλεῖς τραπέσθαι.
句末的不定式 τραπέσθαι 受前文意愿动词 οὐκ ἐβούλετο ... ἀλλʼ(“不愿……而宁愿……”)统辖。分词 διαλυθεὶς 与 θέμενος 与主语(德米特里乌斯)一致,表示转而进攻其他国王之前先行采取的和解与缔约步骤。
- 10.4καὶ ταῦτα Κέρκυραν ἔναγχος ἀφῃρημένος ὑπʼ αὐτοῦ μετὰ τῆς γυναικός
短语 καὶ ταῦτα 搭配分词(ἀφῃρημένος),构成表示强调性让步或对照的惯用结构,意为“况且/而且还是在……的情况下”。被动态完成时分词 ἀφῃρημένος 源自双宾格动词 ἀφαιρέω(剥夺某人某物)的被动用法,因而保留了所剥夺之物的宾格 Κέρκυραν。
