- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:7.1-7.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德米特里奥斯弑杀亚历山大自立为马其顿王,与皮罗斯的矛盾随之升级;两军进军时彼此错开,皮罗斯遭遇德米特里奥斯留守的大将潘陶科斯,在单挑中将其击败并歼灭其大军。
τῷ δὲ Ἀλεξάνδρῳ τῶν πραγμάτων ἤδη κατάστασιν ἐχόντων ὅμως ὁ Δημήτριος ἀφίκετο· καὶ δῆλος μὲν ἦν εὐθὺς ἥκων μὴ δεομένῳ,1 καὶ φόβον παρεῖχεν, ὀλίγας δ̓ ἡμέρας συγγενόμενοι διʼ ἀπιστίας ἐπεβούλευσαν ἀλλήλοις ἀμφότεροι, καιρῷ δὲ χρησάμενος καὶ φθάσας2 ἀποκτίννυσιν ὁ Δημήτριος τὸ μειράκιον, καὶ βασιλεὺς ἀνηγορεύθη Μακεδονίας.
然而,对于亚历山大而言局势业已平定,德米特里奥斯却仍然赶来;他一到达,便显而易见是不请自来,并引起了恐惧。两人仅共同相处了数日,就因相互猜忌而图谋加害彼此;德米特里奥斯抓住时机先发制人,杀死了那青年,被宣布为马其顿国王。
ἦν μὲν οὖν καὶ πρότερον αὐτῷ πρὸς τὸν Πύρρον ἐγκλήματα, καὶ καταδρομαὶ τῆς Θεσσαλίας ἐγεγόνεισαν ὑπʼ ἐκείνου, καὶ τὸ σύμφυτον νόσημα ταῖς δυναστείαις, ἡ πλεονεξία, τὴν γειτνίασιν αὐτοῖς ἐπίφοβον καὶ ἄπιστον παρεῖχε, καὶ μᾶλλον ἔτι μετὰ τὴν τῆς Δηϊδαμείας τελευτήν. ἐπεὶ δὲ καὶ κατασχόντες ἀμφότεροι Μακεδονίας συνέπιπτον εἰς τὸ αὐτὸ καὶ μείζονας ἐλάμβανε προφάσεις ἡ διαφορά, Δημήτριος μὲν ἐπʼ Αἰτωλοὺς στρατευσάμενος καὶ κρατήσας, Πάνταυχον αὐτόθι μετὰ πολλῆς δυνάμεως καταλιπὼν αὐτὸς ἐβάδιζεν ἐπὶ Πύρρον, καὶ Πύρρος ἐπʼ ἐκεῖνον, ὡς ᾔσθετο. γενομένης δὲ διαμαρτίας καθʼ ὁδὸν ἀλλήλους παρήλλαξαν καὶ Δημήτριος μὲν ἐμβαλὼν εἰς Ἤπειρον ἐλεηλάτει, Πύρρος δὲ Πανταύχῳ περιπεσὼν εἰς μάχην κατέστη.
其实德米特里奥斯此前便对皮罗斯心怀不满,色萨利亦曾遭到皮罗斯的袭掠,统治者固有的痼疾——贪得无厌,使两者的邻里关系变得险恶而不可信赖,在戴达米亚死后尤甚。迨至双方各自割据马其顿的一部分而在同处产生冲突,嫌隙便找到了更大的由头。德米特里奥斯出兵进攻埃托利亚人并取胜后,将潘陶科斯连同大批兵力留驻当地,自己亲自向皮罗斯进军;而皮罗斯得知后,也向他迎去。但在行军途中发生了偏差,两人彼此错身而过;德米特里奥斯杀入伊庇鲁斯大肆劫掠,而皮罗斯则遭遇了潘陶科斯并与之展开激战。
καὶ τῶν στρατιωτῶν συμπεσόντων δεινὸς ἦν καὶ μέγας ἀγὼν, μάλιστα κατὰ τοὺς ἡγεμόνας, ὅ τε γάρ Πάνταυχος ἀνδρείᾳ καὶ χειρὶ καὶ ῥώμῃ σώματος ἄριστος ὢν ὁμολογουμένως τῶν περὶ Δημήτριον στρατηγῶν, καὶ θάρσος ἔχων καὶ φρόνημα, προὐκαλεῖτο τὸν Πύρρον εἰς χεῖρας, ὅ τε Πύρρος οὐδενὶ τῶν βασιλέων ὑφιέμενος ἀλκῆς καὶ τόλμης, καὶ τὴν Ἀχιλλέως δόξαν αὑτῷ διʼ ἀρετὴν μᾶλλον ἢ κατὰ γένος συνοικειοῦν βουλόμενος,3 ἐναντίος ἐχώρει διὰ τῶν προμάχων ἐπὶ τὸν Πάνταυχον.
当士卒们交锋时,战况极其激烈残酷,尤其是在主将之间。因为潘陶科斯在勇气、身手和膂力方面公认是德米特里奥斯麾下最卓越的将领,且志骄气盛,便挑战皮罗斯进行肉搏决斗;而皮罗斯在勇气与胆魄上不让于任何王者,且渴望凭借武德而非仅靠血统将阿喀琉斯的美名归于己身,遂穿过前锋阵线迎战潘陶科斯。
ἦν δὲ δορατισμὸς τὸ πρῶτον, εἶτα ἐν χεροῖν γενόμενοι μετὰ τέχνης ἅμα καὶ βίας ἐχρῶντο τοῖς ξίφεσι. λαβὼν δὲ ὁ Πύρρος ἓν τραῦμα, δοὺς δὲ δύο, τὸ μὲν εἰς τὸν μηρόν, τὸ δὲ παρὰ τὸν τράχηλον, ἐτρέψατο καὶ κατέβαλε τὸν Πάνταυχον οὐ μὴν ἀνεῖλεν, ἀνηρπάγη γάρ ὑπὸ τῶν φίλων, οἱ δὲ Ἠπειρῶται τῇ νίκῃ τοῦ βασιλέως ἐπαρθέντες καὶ θαυμάσαντες τὴν ἀρετὴν ἐβιάσαντο καὶ διέκοψαν τὴν φάλαγγα τῶν Μακεδόνων, καὶ φεύγοντας διώκοντες ἀπέκτεινὰν τε πολλοὺς καὶ πεντακισχιλίους ζῶντας εἷλον.
起初是长矛交锋,随后陷入贴身肉搏,兼施技巧与力量挥舞佩剑。皮罗斯受了一处创伤,却反击两剑,一剑击中其大腿,另一剑击中其颈侧,将潘陶科斯击溃打倒。然而他并未能将其斩杀,因为潘陶科斯被其部属抢救带走;而伊庇鲁斯军受国王胜利的鼓舞,钦佩其勇德,奋力冲垮了马其顿军的方阵,追歼败卒,斩杀甚众,并生擒五千人。
- 7.1δῆλος μὲν ἦν εὐθὺς ἥκων μὴ δεομένῳ
形容词 δῆλος 构成人称句式(δῆλός ἐστι 配合分词 ἥκων),意为“显然他是……”。与动词搭配的 μὴ δεομένῳ 为受损或关联与格(指亚历山大,“对并不需要他的人”),否定词 μή 表现出主观或概称属性。
- 7.1καιρῷ δὲ χρησάμενος καὶ φθάσας
动词 φθάνω 通常与补充成分分词连用表示“先于……做某事”,此处分词 φθάσας 自身与 καιρῷ χρησάμενος 并列,以状语方式修饰主要动词 ἀποκτίννυσιν,表“先发制人/抢先下手而杀之”。
- 7.4τὴν Ἀχιλλέως δόξαν αὑτῷ διʼ ἀρετὴν μᾶλλον ἢ κατὰ γένος συνοικειοῦν βουλόμενος
动词 συνοικειόω 接宾格(τὴν Ἀχιλλέως δόξαν)与与格(αὑτῷ),意为“使……归于自身/将……与自己结合”。介词短语 διʼ ἀρετήν 与 κατὰ γένος 形成对比:皮罗斯虽在血统上(κατὰ γένος)即为阿喀琉斯后裔,但他更渴望通过自身的武德(διʼ ἀρετήν)将阿喀琉斯的美名真正据为己有。
