- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:6.1-6.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
皮罗斯介入马其顿王室纷争以扩充领土,识破利西马科斯的伪造信函,但终因盟誓祭祀时出现的不祥凶兆而退出了和约。
μεμνημένος δὲ Βερενίκης καὶ Πτολεμαίου παιδίον μὲν αὐτῷ γενόμενον ἐξ Ἀντιγόνης Πτολεμαῖον ὠνόμασεν, οἰκίσας δὲ πόλιν ἐν τῇ χερρονήσῳ τῆς Ἠπείρου Βερονικίδα προσηγόρευσεν. ἐκ δὲ τούτου πολλὰ μὲν περινοῶν καὶ μεγάλα τῇ γνώμῃ, ταῖς δὲ ἐλπίσι μάλιστα καὶ πρῶτον ἀντιλαμβανόμενος τῶν πλησίον, εὗρεν ἐμφῦναι τοῖς Μακεδόνων πράγμασιν1 ἐκ τοιᾶσδέ τινος προφάσεως.
皮罗斯感念贝勒妮基与托勒密的恩德,便将安提戈涅为他所生之子命名为托勒密,并在伊庇鲁斯半岛上建立了一座城市,称之为贝勒尼基斯。自此以后,他心中筹划着诸多宏图大略,尤为寄希望于首先插手近邻事务,并借由如下由头找到了介入马其顿政局的机会。
τῶν Κασάνδρου παίδων ὁ πρεσβύτερος Ἀντίπατρος τήν τε μητέρα Θεσσαλονίκην ἀνεῖλε καὶ τὸν ἀδελφὸν Ἀλέξανδρον ἤλαυνεν. ὁ δὲ πρός τε Δημήτριον ἔπεμψε δεόμενος βοηθεῖν καὶ Πύρρον ἐκάλει. Δημητρίου δὲ ὑπὸ ἀσχολιῶν βραδύνοντος ἐπελθὼν ὁ Πύρρος ᾔτησε μισθὸν τῆς συμμαχίας τήν τε Στυμφαίαν καὶ τὴν Παραυαίαν τῆς Μακεδονίας, καὶ τῶν ἐπικτήτων ἐθνῶν Ἀμβρακίαν, Ἀκαρνανίαν, Ἀμφιλοχίαν.
在卡桑德罗斯的诸子中,长子安提帕特杀死了母亲塞萨洛妮基,并驱逐其弟亚历山大。亚历山大遂派人向德米特里奥斯求援,并召请皮罗斯。当德米特里奥斯因要务缠身而延搁之际,皮罗斯引兵而来,索取马其顿的斯廷菲亚与帕劳埃亚,以及被征服部族中的安布拉基亚、阿卡纳尼亚、安菲洛基亚,作为结盟的报酬。
προεμένου δὲ τοῦ νεανίσκου ταῦτα μὲν αὐτὸς εἶχε φρουραῖς καταλαβών, τὰ δὲ λοιπὰ κτώμενος ἐκείνῳ περιέκοπτε τὸν Ἀντίπατρον. Λυσίμαχος δὲ ὁ βασιλεὺς αὐτὸς μὲν ἦν ἐν ἀσχολίαις προθυμούμενος Ἀντιπάτρῳ βοηθεῖν, εἰδὼς δὲ τὸν Πύρρον οὐδὲν ἀχαριστεῖν οὐδὲ ἀρνεῖσθαι Πτολεμαίῳ βουλόμενον ἔπεμψε πλαστὰ γράμματα πρὸς αὐτόν, ὡς Πτολεμαίου κελεύοντος2 ἀπαλλάττεσθαι τῆς στρατείας τριακόσια τάλαντα παρὰ τοῦ Ἀντιπάτρου λαβόντα.
待那青年让出这些地方后,皮罗斯亲自派遣守军驻扎接管,并为他夺取其余领地,削弱安提帕特的力量。国王利西马科斯虽极欲襄助安提帕特,自身却忙于要务,但因深知皮罗斯绝不愿辜负或拒绝托勒密的任何请求,利西马科斯便向他送去一封伪造的书信,假托托勒密之名,命他从安提帕特处收取三百塔兰同后从远征中撤军。
λύσας δὲ τὴν ἐπιστολὴν ὁ Πύρρος εὐθὺς τὸ ῥᾳδιούργημα τοῦ Λυσιμάχου συνεῖδεν· οὐδὲ γὰρ ἦν ἡ συνήθης γεγραμμένη προσαγόρευσις, ὁ πατήρ τῷ υἱῷ χαίρειν3 ἀλλά, βασιλεὺς Πτολεμαῖος βασιλεῖ Πύρρῳ χαίρειν. λοιδορήσας δὲ τὸν Λυσίμαχον ὅμως ἐποιεῖτο τὴν εἰρήνην, καὶ συνῄεσαν ὡς κατὰ σφαγίων ὁρκωμοτήσοντες.
然而皮罗斯拆开信件,立刻识破了利西马科斯的诡计;因为上面写着的并非习用的称谓: “父致子,问候,”而是: “托勒密王致皮罗斯王,问候。” 皮罗斯虽痛斥利西马科斯,但依然着手媾和,他们聚集在一起,准备在祭牲前盟誓。
ἐπεὶ δὲ ταύρου καὶ κάπρου καὶ κριοῦ προσαχθέντος4 ὁ κριὸς αὐτομάτως ἀπέθανε, τοῖς μὲν ἄλλοις γελᾶν ἐπῄει, τὸν δὲ Πύρρον ὁ μάντις Θεόδοτος ὀμόσαι διεκώλυσε, φήσας τὸ δαιμόνιον ἑνὶ προσημαίνειν τῶν τριῶν βασιλέων θάνατον, ὁ μὲν οὖν Πύρρος οὕτως ἀπέστη τῆς εἰρήνης.
然而,当公牛、公猪与公羊被牵上前时,公羊却自行死去;其余众人虽忍俊不禁,先知神官西奥多托斯却阻止皮罗斯宣誓,称神意预兆着三位国王中将有一人死亡。于是,皮罗斯便以此退出了和约。
- 6.1εὗρεν ἐμφῦναι τοῖς Μακεδόνων πράγμασιν
动词 εὗρεν 接不定式 ἐμφῦναι(动词 ἐμφύομαι 的第二不定过去时能动态,在此意为“介入”、“插手”),并支配与格补足语 τοῖς ... πράγμασιν(马其顿的事务/政局)。
- 6.3ὡς Πτολεμαίου κελεύοντος
由 ὡς 引导的属格独立结构(genitive absolute),表示主观假托或伪称(“假装托勒密命令……”),用来解释说明伪造信函(πλαστὰ γράμματα)的表面内容。
- 6.4ὁ πατήρ τῷ υἱῷ χαίρειν
古希腊书信标准开首格式(主格发信人 + 与格收信人 + 不定式 χαίρειν,省略谓语动词 λέγει),在此体现了托勒密对皮罗斯所用的如父子般的亲近措辞。
- 6.5ἐπεὶ δὲ ταύρου καὶ κάπρου καὶ κριοῦ προσαχθέντος
由 ἐπεὶ 引导的时间状语从句内部嵌有属格独立结构(ταύρου καὶ κάπρου καὶ κριοῦ προσαχθέντος)。分词 προσαχθέντος 使用单数,与其最近的名词 κριοῦ 在性和数上保持一致,或将三者整体视为一次呈献。
