← 普鲁塔克

皮洛士传

§5.1-5.7

重返伊庇鲁斯与铲除涅奥普托勒摩斯

皮罗斯在托勒密资助下重返伊庇鲁斯,起初与涅奥普托勒摩斯共治,但察觉对方企图毒害他的阴谋后,设宴将其除掉,确立了单独统治。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

μετὰ δὲ τὸν γάμον τοῦτον ἔτι μᾶλλον εὐδοκιμῶν, καὶ γυναικὸς ἀγαθῆς τῆς Ἀντιγόνης περὶ αὐτὸν οὔσης, διεπράξατο χρήματα λαβὼν καὶ δύναμιν εἰς Ἤπειρον ἐπὶ τὴν βασιλείαν ἀποσταλῆναι. καὶ παρῆν οὐκ ἄκουσι τοῖς πολλοῖς1 διὰ τὴν ἀπέχθειαν τοῦ Νεοπτολέμου χαλεπῶς καὶ βιαίως ἄρχοντος, πλὴν ἀλλὰ δείσας μὴ πρός τινα τῶν ἄλλων βασιλέων ὁ Νεοπτόλεμος τράπηται, διαλύσεις ἔθετο καὶ φιλίαν πρὸς αὐτὸν ἐπὶ κοινωνίᾳ τῆς ἀρχῆς.

这场联姻之后,皮罗斯愈受敬重,又得贤妻安提戈涅相伴,便设法筹集了钱财与军力,被派遣前往伊庇鲁斯夺取王权。对于大多数人而言,他的到来正合心意,因为人们对严酷残暴施行统治的涅奥普托勒摩斯积怨颇深;但皮罗斯唯恐涅奥普托勒摩斯转而向其他诸王求援,遂与他达成和解并结为友谊,约定共享政权。

§5.2

χρόνου δὲ προϊόντος ἦσαν οἱ παροξύνοντες αὐτοὺς κρύφα καὶ κατʼ ἀλλήλων ἐμποιοῦντες ὑποψίας, ἡ μέντοι μάλιστα κινήσασα τὸν Πύρρον αἰτία λέγεται τοιαύτην ἀρχὴν λαβεῖν. εἰώθεισαν οἱ βασιλεῖς ἐν Πασσαρῶνι, χωρίῳ τῆς Μολοττίδος, Ἀρείῳ Διὶ θύσαντες ὁρκωμοτεῖν τοῖς Ἠπειρώταις καὶ ὁρκίζειν, αὐτοὶ μὲν ἄρξειν κατὰ τοὺς νόμους,2 ἐκείνους δὲ τὴν βασιλείαν διαφυλάξειν κατὰ τοὺς νόμους.

随着时日推移,有人暗中挑拨煽动,令他们彼此猜忌;不过据传,最能促动皮罗斯下定决心的起因如下。以往在摩洛西斯的一处名为帕萨隆的地方,国王们在向战神宙斯献祭之后,惯常与伊庇鲁斯人立下誓约并接受对方的誓约:国王当依法统治,民众亦当依法维护王权。

§5.3

ταῦτʼ οὖν ἐδρᾶτο ἀμφοτέρων τῶν βασιλέων παρόντων, καὶ συνῆσαν ἀλλήλοις μετὰ τῶν φίλων, δῶρα πολλὰ τὰ μὲν διδόντες, τὰ δὲ λαμβάνοντες, ἐνταῦθα δὴ Γέλων, ἀνήρ πιστὸς Νεοπτολέμῳ, δεξιωσάμενος φιλοφρόνως τὸν Πύρρον ἐδωρήσατο βοῶν ἀροτήρων δυσὶ ζεύγεσι. ταῦτα Μυρτίλος ὁ ἐπὶ τοῦ οἴνου παρὼν ᾔτει τὸν Πύρρον· ἐκείνου δὲ μὴ διδόντος, ἀλλʼ ἑτέρῳ, χαλεπῶς ἐνεγκὼν ὁ Μυρτίλος οὐκ ἔλαθε τὸν Γέλωνα.

当时两位国王皆在场举行这一仪式,并与友人一同相聚言欢,互赠众多礼物。就在那时,效忠于涅奥普托勒摩斯的吉隆热情款待了皮罗斯,并赠予他两对耕牛。在场的斟酒人穆尔蒂洛斯向皮罗斯索要这几头牛;但皮罗斯未赠予他,反而给了别人。穆尔蒂洛斯心生怨恨,这一幕未能逃过吉隆的眼睛。

§5.4

καλέσας οὖν αὐτὸν ἐπὶ δεῖπνον, ὡς δέ φασιν ἔνιοι, καὶ χρησάμενος παρʼ οἶνον ὥραν ἔχοντι, λόγους προσήνεγκε παρακαλῶν ἑλέσθαι τὰ τοῦ Νεοπτολέμου καὶ φαρμάκοις διαφθεῖραι τὸν Πύρρον. ὁ δὲ Μυρτίλος ἐδέξατο μὲν τὴν πεῖραν ὡς ἐπαινῶν καὶ συμπεπεισμένος, ἐμήνυσε δὲ τῷ Πύρρῳ· καὶ κελεύσαντος ἐκείνου τὸν ἀρχιοινοχόον Ἀλεξικράτην τῷ Γέλωνι συνέστησεν, ὡς δὴ μεθέξοντα τῆς πράξεως αὐτοῖς· ἐβούλετο γὰρ ἐν πλείοσιν ὁ Πύρρος τὸν ἔλεγχον γενέσθαι τοῦ ἀδικήματος.

吉隆便邀请他共进晚餐,据某些人说,还在酒席间与正当韶华的他发生关系,进而提出言辞,劝诱他倒向涅奥普托勒摩斯一方,用毒药除掉皮罗斯。穆尔蒂洛斯假意赞同并接受劝诱,实则将阴谋告发给皮罗斯;在皮罗斯的指令下,他又将斟酒总管亚历克西克拉泰斯引荐给吉隆,装作〔亚历克西克拉泰斯〕将与他们一同参与行动;因为皮罗斯希望使该罪行的确证在更多人面前得以坐实。

§5.5

οὕτω δὲ τοῦ Γέλωνος ἐξαπατωμένου συνεξαπατώμενος ὁ Νεοπτόλεμος, καὶ τὴν ἐπιβουλὴν ὁδῷ βαδίζειν οἰόμενος οὐ κατεῖχεν, ἀλλʼ ὑπὸ χαρᾶς ἐξέφερε πρὸς τοὺς φίλους, καί ποτε κωμάσας παρὰ τὴν ἀδελφὴν Καδμείαν ἐχρῆτο λαλιᾷ περὶ τούτων, οὐδένα συνακούειν οἰόμενος· οὐδεὶς γὰρ ἦν πλησίον ἄλλος ἢ Φαιναρέτη γυνὴ Σάμωνος τοῦ τὰ ποίμνια καὶ τὰ βουκόλια τῷ Νεοπτολέμῳ διοικοῦντος, αὕτη δὲ ἀπεστραμμένη πρὸς τὸν τοῖχον ἐπὶ κλίνης τινὸς ἐδόκει καθεύδειν. συνήκοος δὲ πάντων γενομένη καὶ λαθοῦσα μεθʼ ἡμέραν ἧκε πρὸς Ἀντιγόνην τὴν Πύρρου γυναῖκα, καὶ πάντα κατεῖπεν ὅσα τοῦ Νεοπτολέμου πρὸς τὴν ἀδελφὴν ἤκουσε λέγοντος, πυθόμενος δὲ ὁ Πύρρος ἐκεῖ μὲν ἡσυχίαν ἦγεν, ἐν δὲ θυσίᾳ καλέσας ἐπὶ δεῖπνον τὸν Νεοπτόλεμον ἀπέκτεινεν, αἰσθόμενος τῶν Ἠπειρωτῶν τοὺς κρατίστους προσέχοντας αὑτῷ, καὶ παρακελευομένους ἀπαλλαγῆναι τοῦ Νεοπτολέμου, καὶ μὴ μερίδα μικρὰν ἔχοντα βασιλείας ἀγαπᾶν, ἀλλὰ τῇ φύσει χρήσασθαι μειζόνων πραγμάτων ἀντιλαμβανόμενον, καί τινος ὑποψίας ἅμα προσγενομένης τὸν Νεοπτόλεμον φθάσας ἀνελεῖν.3

吉隆既受蒙骗,涅奥普托勒摩斯亦随之受骗;他以为密谋正按部就班推进,便喜不自胜、无法克制,向友人泄露了此事。一次他在其妹卡德梅亚处饮宴狂欢,以为四下无人听见,便随口谈及这些事;因为当时近旁别无他人,唯有萨蒙之妻费娜蕾特,萨蒙是替涅奥普托勒摩斯掌管羊群与牛群的人;而她面朝墙壁、倚在卧榻上,看似正在熟睡。然而她听清了全部对话,且未被察觉,次日便来见皮罗斯之妻安提戈涅,将听到的涅奥普托勒摩斯对其妹所言全盘托出。皮罗斯获悉此事后,当时按兵不动,却在一次祭祀之机邀请涅奥普托勒摩斯赴宴,将其杀死;因为他察觉到伊庇鲁斯的首要人物皆依附于自己,劝他除掉涅奥普托勒摩斯,不要安于仅占有王位的一小部分,而当顺从天赋才能去攫取更大的事业,并在同时又生出某种猜忌之际先发制人除掉涅奥普托勒摩斯。

语法注3 条
  1. 5.1οὐκ ἄκουσι τοῖς πολλοῖς

    依附于动词 παρῆν 的关系与格(利益/关涉与格),意为“他的出现对大多数人而言并非不情愿(即受到欢迎)”。否定词 οὐ 与 ἄκων 构成婉曲修辞(litotes)。

  2. 5.2αὐτοὶ μὲν ἄρξειν κατὰ τοὺς νόμους, ἐκείνους δὲ τὴν βασιλείαν διαφυλάξειν κατὰ τοὺς νόμους

    说明誓约具体内容的不定式短语,依附于动词 ὁρκωμοτεῖν 和 ὁρκίζειν。主格形式 αὐτοί 指宣誓者自身(诸王),对格 ἐκείνους 则指伊庇鲁斯人(民众)。

  3. 5.7καί τινος ὑποψίας ἅμα προσγενομένης τὸν Νεοπτόλεμον φθάσας ἀνελεῖν

    不定式 ἀνελεῖν 与由 παρακελευομένους 引出的一连串不定式(ἀπαλλαγῆναι ... ἀγαπᾶν)构成并列,表示显贵们劝促皮罗斯去做的事(即“先发制人除掉涅奥普托勒摩斯”)。分词 φθάσας 辅助不定式 ἀνελεῖν,表示动作的先占性(“抢先下毒手”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:5.1-5.7