← 普鲁塔克

皮洛士传

§4.1-4.4

再度失位、伊普苏斯战役与出质埃及

皮罗斯十七岁时王位被夺,投奔姐夫德米特里并在伊普苏斯战役中立下战功,后作为人质前往埃及并深得赏识迎娶贵妻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

γενομένῳ δὲ περὶ ἑπτακαίδεκα ἔτη καὶ δοκοῦντι τὴν ἀρχὴν ἔχειν βεβαίως1 ἀποδημία τις συνέτυχε, τῶν Γλαυκίου παίδων ἑνὸς, οἷς συνετέθραπτο, γυναῖκα λαμβάνοντος. πάλιν οὖν οἱ Μολοττοὶ συστάντες ἐξέβαλον τοὺς φίλους αὐτοῦ καὶ τὰ χρήματα διήρπασαν καὶ Νεοπτολέμῳ παρέδωκαν ἑαυτούς.

当他年约十七岁、似乎已牢固掌握政权之时,适逢一次外出远行,因为曾与他一同长大的格劳基亚斯之子中有一位要娶妻。于是莫洛西亚人再度勾结起来,逐出他的亲友,洗劫了他的财产,并将自己委身于涅奥普托勒摩斯。

§4.2

ὁ δὲ Πύρρος οὕτω τὴν ἀρχὴν ἀποβαλὼν καὶ γενόμενος πάντων ἔρημος Δημητρίῳ τῷ Ἀντιγόνου προσέμιξεν ἑαυτόν, ἔχοντι τὴν ἀδελφὴν αὐτοῦ Δηιδάμειαν, ἣν ἔτι μὲν οὖσαν κόρην ὠνόμαζον Ἀλεξάνδρου τοῦ Ῥωξάνης γυναῖκα, τῶν δὲ κατʼ ἐκείνους δυστυχηθέντων2 ὥραν ἔχουσαν αὐτὴν ἔγημεν ὁ Δημήτριος.

皮罗斯就这样失去了王权,变得一无所有,于是投奔了安提柯之子德米特里,因德米特里娶了他的姐姐德伊达弥亚。她在尚为幼女时曾被许配给罗克珊娜之子亚历山大为妻,但在那一家人遭遇不幸之后,德米特里在德伊达弥亚适龄时娶了她。

§4.3

τῆς δὲ μεγάλης μάχης ἣν ἐν Ἰψῷ πάντες οἱ βασιλεῖς ἠγωνίσαντο, παρὼν ὁ Πύρρος τοῖς περὶ Δημήτριον συμμετεῖχε3 μειράκιον ὢν ἔτι, καὶ τοὺς καθʼ ἑαυτὸν ἐτρέψατο, καὶ διεφάνη λαμπρὸς ἐν τοῖς μαχομένοις. πταίσαντα δὲ Δημήτριον οὐκ ἐγκατέλιπεν, ἀλλὰ καὶ τὰς ἐν τῇ Ἑλλάδι πόλεις πιστευθεὶς διεφύλαξε, καὶ συμβάσεων αὐτῷ γενομένων πρὸς Πτολεμαῖον ἔπλευσεν εἰς Αἴγυπτον ὁμηρεύσων.

在诸王皆参战的伊普苏斯大会战中,皮罗斯虽仍是一介年轻后生,却在现场与德米特里麾下的人马一同参战,击溃了当面之敌,并在战士之中展现出耀眼的光彩。德米特里受挫溃败之时,他也未予离弃,反而在受托管理希腊诸城时尽心加以防守;而在德米特里与托勒密达成和约之际,他便乘船前往埃及充当人质。

§4.4

καὶ Πτολεμαίῳ μὲν ἔν τε θήραις καὶ γυμνασίοις ἐπίδειξιν ἀλκῆς καὶ καρτερίας παρεῖχε, τὴν δὲ Βερενίκην ὁρῶν μέγιστον δυναμένην καὶ πρωτεύουσαν ἀρετῇ καὶ φρονήσει τῶν Πτολεμαίου γυναικῶν, ἐθεράπευε μάλιστα· καὶ δεινὸς ὢν ὑπελθεῖν ἐπʼ ὠφελείᾳ τοὺς κρείττονας, ὥσπερ ὑπερόπτης τῶν ταπεινοτέρων, κόσμιος δὲ καὶ σώφρων περὶ δίαιταν, ἐκ πολλῶν νέων ἡγεμονικῶν προεκρίθη λαβεῖν Ἀντιγόνην γυναῖκα τῶν Βερενίκης θυγατέρων, ἣν ἔσχεν ἐκ Φιλίππου πρὶν ἢ Πτολεμαίῳ συνοικεῖν.

在埃及时,他在狩猎与操练中向托勒密展现了勇武与坚忍;又见贝勒尼基在托勒密的诸位妻子中权势最盛、且在品德与智谋上居于首位,便格外殷勤侍奉她。他极善于为了自身利益而曲意奉承尊长,同时对卑微者颇为轻慢,而在日常生活上又规矩节制,因此从众多年轻显贵中脱颖而出,获准迎娶贝勒尼基诸女之一的安提戈涅为妻——这是贝勒尼基在与托勒密同居之前同腓力所生的女儿。

语法注3 条
  1. 4.1γενομένῳ δὲ περὶ ἑπτακαίδεκα ἔτη καὶ δοκοῦντι τὴν ἀρχὴν ἔχειν βεβαίως

    与格分词 γενομένῳ 与 δοκοῦντι 是后方ἀποδημία τις συνέτυχε(“恰逢一次外出远行”)所支配的关涉与格,其未明示的逻辑主语根据上下文指皮罗斯。

  2. 4.2τῶν δὲ κατʼ ἐκείνους δυστυχηθέντων

    属格独立结构,动词为被动态分词,以中性复数短语 τῶν κατʼ ἐκείνους 为主语,意为“当有关他们(指亚历山大四世与罗克珊娜)之事遭遇不幸时/当那一家人遭遇不测之后”,与前句的 ἣν ἔτι μὲν οὖσαν κόρην ὠνόμαζον... 形成对照。

  3. 4.3τῆς δὲ μεγάλης μάχης ... συμμετεῖχε

    句首的属格名词短语 τῆς δὲ μεγάλης μάχης 被关系从句 ἣν ἐν Ἰψῷ πάντες οἱ βασιλεῖς ἠγωνίσαντο 及其他插入语隔开,最终作为动词 συμμετεῖχε 的属格宾语(表示参与、分享的属格),构成了倒装离隔结构(hyperbaton)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:4.1-4.4