- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:3.1-3.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
幼年的皮罗斯逃至伊利里亚国王格劳基亚斯处,以纯真的举动赢得庇护与抚养,并于十二岁时重登伊庇鲁斯王位;文中随后叙述了他异于常人的容貌特征与神奇的医疾能力。
οὕτω δὲ σωθέντες καὶ φθάσαντες τὴν δίωξιν εἰς Ἰλλυριοὺς παρεγένοντο πρὸς Γλαυκίαν τὸν βασιλέα· καὶ καθεζόμενον εὑρόντες οἴκοι μετὰ τῆς γυναικὸς ἐν μέσῳ τὸ παιδίον ἐπὶ τῆς γῆς κατέθεσαν, ὁ δὲ ἦν ἐπὶ γνώμης,1 Κάσανδρον δεδοικὼς ἐχθρὸν ὄντα τοῦ Αἰακίδου, καὶ σιωπὴν εἶχε πολὺν χρόνον βουλευόμενος.
他们就这样获救并摆脱了追兵,来到伊利里亚人之中、见到了国王格劳基亚斯;发现他正与妻子在家中坐着,便将那孩子放在他们当中的地面上。然而国王正在沉思权衡,因惧怕身为埃阿喀得斯仇敌的卡山德,便长时间保持沉默,苦思对策。
ἐν τούτῳ δὲ ὁ Πύρρος ἀπʼ αὐτομάτου προσερπύσας καὶ λαβόμενος τοῦ ἱματίου ταῖς χερσὶ καὶ προσεξαναστὰς πρὸς τὰ γόνατα τοῦ Γλαυκίου γέλωτα πρῶτον, εἶτα οἶκτον παρέσχεν, ὥσπερ τις ἱκέτης ἐχόμενος καὶ δακρύων, ἔνιοι δέ φασιν οὐ τῷ Γλαυκίᾳ προσπεσεῖν αὐτόν, ἀλλὰ βωμοῦ θεῶν προσαψάμενον ἑστάναι πρὸς αὐτὸν περιβαλόντα τὰς χεῖρας, καὶ τὸ πρᾶγμα τῷ Γλαυκίᾳ θεῖον φανῆναι.
正在这时,皮罗斯自行动身爬了过去,双手抓住格劳基亚斯的斗篷,依偎着他的双膝站起身来,起初引人发笑,随后又令人顿生怜悯,宛如一个抓紧衣服垂泪的乞求者。不过也有人说,孩子并不是向格劳基亚斯俯身乞求,而是触碰了神坛,伸出双臂环抱神坛而立,格劳基亚斯则认为这是神意显现。
διὸ καὶ παραυτίκα τὸν Πύρρον ἐνεχείρισε τῇ γυναικί, κελεύσας ἅμα τοῖς τέκνοις τρέφεσθαι, καὶ μικρὸν ὕστερον ἐξαιτουμένων τῶν πολεμίων, Κασάνδρου δὲ καὶ διακόσια τάλαντα διδόντος, οὐκ ἐξέδωκεν, ἀλλὰ καὶ γενόμενον δυοκαίδεκα ἐτῶν καταγαγὼν εἰς τὴν Ἤπειρον μετὰ δυνάμεως βασιλέα κατέστησεν.
因此,格劳基亚斯当即把皮罗斯交由妻子照管,命她将这孩子与自己的子女一同抚养。不久之后,即便敌人前来索取孩子、卡山德甚至开出两百塔兰同的高价,他都未将孩子交出;不仅如此,在皮罗斯年满十二岁时,他还率军将其护送回伊庇鲁斯,立为国王。
ἦν δὲ ὁ Πύρρος τῇ μὲν ἰδέᾳ τοῦ προσώπου φοβερώτερον ἔχων ἢ σεμνότερον τὸ βασιλικόν,2 πολλοὺς δὲ ὀδόντας οὐκ εἶχεν, ἀλλʼ ἓν ὀστέον συνεχὲς ἦν ἄνωθεν, οἷον λεπταῖς ἀμυχαῖς τὰς διαφυὰς ὑπογεγραμμένον τῶν ὀδόντων.3 τοῖς δὲ σπληνιῶσιν ἐδόκει βοηθεῖν, ἀλεκτρυόνα θύων λευκόν, ὑπτίων τε κατακειμένων τῷ δεξιῷ ποδὶ πιέζων ἀτρέμα τὸ σπλάγχνον. οὐδεὶς δὲ ἦν πένης οὐδὲ ἄδοξος οὕτως ὥστε μὴ τυχεῖν τῆς ἰατρείας δεηθείς.4
顺便一提,皮罗斯在容貌上所流露出的王者风范,与其说庄严威重,不如说更具慑人之威。他的牙齿并不多,上颌乃是一整块相连的骨头,仿佛只是以微细的裂痕浅浅刻出齿与齿之间的隔界。他也被认为能医治患有脾病的人:他献祭一只白公鸡,在患者仰面躺下时,用自己的右脚轻轻按压其病体部位。没有任何人会因为贫穷或身份卑微,而在提出求治时得不到医治。
ἐλάμβανε δὲ καὶ τὸν ἀλεκτρυόνα θύσας, καὶ τὸ γέρας τοῦτο ἥδιστον ἦν αὐτῷ. λέγεται δὲ τοῦ ποδὸς ἐκείνου τὸν μείζονα δάκτυλον ἔχειν δύναμιν θείαν, ὥστε μετὰ τὴν τελευτὴν τοῦ λοιποῦ σώματος κατακαέντος ἀπαθῆ καὶ ἄθικτον ὑπὸ τοῦ πυρὸς εὑρεθῆναι. ταῦτα μὲν οὖν ὕστερον.
他在献祭之后也会收下那只公鸡,而这份赏酬对他来说最为惬意。据说那只脚的大脚趾具有神圣的力量,以至于在他死后、躯体其余部分皆被焚化之时,这只脚趾却被发现完好无损、未遭烈火侵蚀。然而,这些都是后话了。
- 3.1ἦν ἐπὶ γνώμης
由介词 ἐπί 加上属格 γνώμης 构成的惯用表达,意为“处于思量之中”或“正在权衡决策”。后文的分词 δεδοικώς(表原因)和 βουλευόμενος(表伴随/方式)进一步补充说明了这一心理活动。
- 3.4φοβερώτερον ἔχων ἢ σεμνότερον τὸ βασιλικόν
通过 ἤ 连接两个比较级构成的句式(“与其说……不如说……”)。中性单数实质化形容词 τὸ βασιλικόν(“王者之相/风范”)作 ἔχων 的直接宾语,而比较级形容词 φοβερώτερον 与 σεμνότερον 则作其宾语补足语(述语性修饰)。
- 3.4οἷον λεπταῖς ἀμυχαῖς τὰς διαφυὰς ὑπογεγραμμένον τῶν ὀδόντων
完成体中被动分词 ὑπογεγραμμένον 为主格,与前面的中性名词 ἓν ὀστέον 一致。此处分词带有名词宾格 τὰς διαφυάς,既可理解为中间态保留的直接宾语,亦可视为修饰生理特征的关系宾格(限定宾格)。
- 3.4ὥστε μὴ τυχεῖν τῆς ἰατρείας δεηθείς
在结果从句(οὕτως... ὥστε μή + 不定式)中,不定过去时分词 δεηθείς 作表示条件的伴随分词(“若提出祈请”),形态为主格,与主句中的否定主语 οὐδείς 相呼应。
