- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:33.1-33.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
皮洛士决意撤退,但因传令误解,其子赫勒诺斯率军进城接应,导致进退两军在城门附近的隘路正面相撞。倒毙与狂暴的战象进一步阻断通路,严密挤压的大军动弹不得,最终陷入被己方兵刃自相残杀的惨剧。
πρὸς δὲ τὴν ὄψιν ὁ Πύρρος ἅμα καὶ τῷ μηδὲν ὧν ἤλπιζε προχωρεῖν ἀθυμῶν ἀναστρέφειν διενοεῖτο· τὰς δὲ πύλας στενὰς οὔσας φοβούμενος ἔπεμψε πρὸς τὸν υἱὸν Ἕλενον μετὰ τῆς πολλῆς δυνάμεως ἔξω καταλελειμμένον, κελεύων τοῦ τείχους διασκάπτειν1 καὶ δέχεσθαι τοὺς ἐκπίπτοντας, ἂν ἐνοχλῶσιν οἱ πολέμιοι.
目睹此番景象,加之所期盼之事全无进展,皮洛士心灰意冷,决意撤退。因担忧城门狭窄,他遣使前往留守城外统领大军的儿子赫勒诺斯处,命他在敌军逼迫时破开一段城墙,以接应突围撤出的部队。
σπουδῇ δὲ καὶ θορύβῳ τοῦ πεμφθέντος οὐδὲν σαφὲς ἀπαγγέλλοντος, ἀλλὰ καὶ διαμαρτίας γενομένης, τῶν θηρίων τὰ λοιπὰ καὶ στρατιώτας ἀναλαβὼν τοὺς κρατίστους ὁ νεανίσκος εἴσω διὰ τῶν πυλῶν ἐχώρει τῷ πατρὶ βοηθήσων, ἔτυχε δὲ ὁ Πύρρος ἀναστρέφων ἤδη. καὶ μέχρι μὲν ἡ ἀγορὰ παρεῖχεν ὑπεξάγοντι χώραν καὶ μαχομένῳ, ἐκ μεταβολῆς ἠμύνετο τοὺς ἐπιφερομένους·
然而受命派出的使者慌乱急迫,未能传达清楚,以致指令传达出现差错,这名年轻人便带着其余战象与最精锐的士卒,穿越城门进城来接应其父。此时皮洛士恰已在撤退途中。只要市集广场尚有后撤与交战的空间,他便不时转身迎击追击的敌军。
ἐπεὶ δὲ τῆς ἀγορᾶς εἰς τὸν στενωπὸν ἐξωσθεὶς τὸν ἐπὶ τὴν πύλην ἀνήκοντα συνέπιπτε τοῖς ἐπιβοηθοῦσιν ἐξ ἐναντίας προσφερομένοις, οἱ μὲν οὐχ ὑπήκουον ὑποχωρεῖν βοῶντος αὐτοῦ, τοὺς δὲ καὶ πάνυ προθύμους ὄντας εἶργον οἱ κατόπιν ἀπὸ τῆς πύλης ἐπιχεόμενοι.
但当他从市集广场被逼入通往城门的狭窄街巷,与迎面赶来接应的部队撞在一起时,尽管他大声呼喊后撤,一些人听不明白,而另一些极欲后撤的人又被从城门后方涌入的人群所阻截。
καὶ γὰρ ὁ μέγιστος ἐλέφας ἐν τῇ πύλῃ πλάγιος παραπεσὼν καὶ βρυχώμενος ἐμποδὼν ἔκειτο τοῖς ἀποτρεπομένοις, καὶ τῶν προεισεληλυθότων ἕτερος, ᾧ Νίκων ὄνομα ἦν, ἀπορρυέντα τὸν ἐπιστάτην ὑπὸ τραυμάτων ζητῶν ἀναλαβεῖν καὶ φερόμενος πρὸς τοὐναντίον τοῖς ὑπεξάγουσιν, ἀνέμιξε φίλους ὁμοῦ καὶ πολεμίους ὠθουμένους ὑπʼ αὐτοῦ·
原来,最大的一头战象在城门口横身倒伏,咆哮不止,挡住了回撤之人的退路;而早先入城的另一头名叫尼康的战象,正寻找并试图带回因伤坠落的驭手,朝着与后退队伍相反的方向冲去,将它所冲撞的敌友一并搅混在一起。
καὶ περιέπιπτον ἀλλήλοις, ἕως εὑρὼν νεκρὸν ἀνείλετο τῇ προβοσκίδι, καὶ τοῖς ὀδοῦσιν ἀμφοτέροις ὑπολαβὼν ἀνέστρεφε πάλιν ὥσπερ ἐμμανὴς, ἀνατρέπων καὶ διαφθείρων τοὺς ἐντυγχάνοντας. οὕτω δὲ θλιβομένων καὶ συμπιλουμένων πρὸς ἀλλήλους οὐδεὶς οὐδὲν ἑαυτῷ καθʼ ἕνα χρῆσθαι δυνατὸς ἦν, ἀλλʼ ὥσπερ ἓν σῶμα συγγεγομφωμένον ἑαυτῷ τὸ πᾶν πλῆθος ἐλάμβανε πολλὰς ἀποκλίσεις καὶ μεταβολὰς ἐπʼ ἀμφότερα.
众人相互践踏跌倒,直到那头战象寻得尸身,用象鼻卷起,托在两颗象牙之上,如狂暴了一般又折返过来,将沿途撞上的人踏倒残杀。众人如此挤压碾塞在一处,竟无一人能由自己单独行动,反而整个队伍犹如一具紧密榫合在一起的身躯,来回发生剧烈的倾倒与摆荡。
καὶ μάχαι μὲν ἦσαν ὀλίγαι πρὸς τοὺς ἐναπολαμβανομένους ἀεὶ τῶν πολεμίων ἢ προσκειμένους ὄπισθεν, πλεῖστα δὲ ἑαυτοὺς εἰργάζοντο κακά. σπασάμενον γάρ τὸ ξίφος ἢ κλίναντα λόγχην οὐκ ἦν ἀναλαβεῖν2 οὐδὲ καταθέσθαι πάλιν, ἀλλʼ ἐχώρει διʼ ὧν ἔτυχε τὰ τοιαῦτα πάντα, καὶ περιπίπτοντες ἀλλήλοις ἔθνῃσκον.
他们与那些被夹隔在队伍中的敌兵或尾随逼近的敌人交战甚少,反而是自相残害最为惨烈。因为一旦有人拔出佩剑或平放长矛,便无法抽回亦无法再收起,凡此兵器皆径直贯穿碰巧相撞之人,众人纷纷跌落相叠而亡。
- 33.1τοῦ τείχους διασκάπτειν
τοῦ τείχους 作 διασκάπτειν 的部分性属格(partitive genitive)。并非拆除整座城墙,而是指为了确保退路而“挖开、凿穿城墙的一段”。
- 33.6σπασάμενον γὰρ τὸ ξίφος ἢ κλίναντα λόγχην οὐκ ἦν ἀναλαβεῖν
无人称句式 οὐκ ἦν(意同 οὐχ οἷόν τʼ ἦν / οὐκ ἐξῆν,“不可能……”)支配不定式 ἀναλαβεῖν 和 καταθέσθαι;宾格分词 σπασάμενον 与 κλίναντα 作为不定式在逻辑上的泛指主语(“拔出……或平放……的人,不可能收回……”)。
