- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:32.1-32.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
皮洛士借夜色潜入阿尔戈斯城,却因战象受阻耽搁而惊动守军,陷入窄巷间的混乱夜战。黎明时分,敌军的严阵以待以及广场上一组搏斗的狼牛青铜雕像令他惊骇不已,因而联想到预示自己死期的古老神谕。
σκότους δὲ πολλοῦ προσμίξας ὁ Πύρρος τοῖς τείχεσι, καὶ πύλην εὑρών ἣν Διαμπερὲς καλοῦσιν ἀνεῳγμένην ὑπὸ τοῦ Ἀριστέου αὐτοῖς, ἄχρι μὲν τοῦ παρεισπεσεῖν τοὺς Γαλάτας τοὺς παρʼ αὐτοῦ καὶ τὴν ἀγορὰν καταλαβεῖν ἐλάνθανε· τῆς δὲ πύλης τοὺς ἐλέφαντας οὐ δεχομένης καὶ διὰ τοῦτο τοὺς πύργους αὐτῶν ἀφαιρούντων, εἶτα πάλιν ἐν σκότει καὶ θορύβῳ περιτιθέντων καὶ γενομένης διατριβῆς,1 οἱ Ἀργεῖοι συναισθόμενοι πρὸς τὴν Ἀσπίδα καὶ τοὺς ὀχυροὺς τόπους ἀνέθεον, καὶ τὸν Ἀντίγονον ἐκάλουν πέμποντες.
皮洛士在漆黑的夜色中逼近城墙,发现阿里斯提亚斯已为他们敞开了那座被称为“穿透门”的城门,直到他手下的高卢兵冲入城内占领市集广场,行动都未被察觉。然而由于城门容不下战象通过,士兵们不得不拆除战象上的战塔,随后又在黑暗与混乱中重新安上,因而耽搁了时日;察觉异动的阿尔戈斯人随即奔向阿斯皮斯山要塞及各处险要之地,并遣使向安提柯求援。
ὁ δὲ αὐτὸς μὲν ἐγγὺς προσελάσας ἐφήδρευε, τοὺς δὲ στρατηγοὺς καὶ τὸν υἱὸν εἰσέπεμψε συχνὴν βοήθειαν ἄγοντας. ἧκε δὲ καὶ Ἄρευς ἔχων χιλίους Κρῆτας καὶ Σπαρτιάτας τοὺς ἐλαφροτάτους, καὶ πάντες ἅμα τοῖς Γαλάταις προσβαλόντες εἰς πολὺν θόρυβον κατέστησαν αὐτούς, ὁ δὲ Πύρρος εἰσιὼν μετʼ ἀλαλαγμοῦ καὶ βοῆς παρὰ τὴν Κυλάραβιν, ὡς οἱ Γαλάται τοῖς περὶ αὐτὸν ἀντηλάλαξαν οὐκ ἰταμὸν οὐδὲ θαρραλέον, εἴκασε ταραττομένων εἶναι τὴν φωνὴν καὶ πονούντων.
安提柯本人进抵附近作为策应,派出将领与自己的儿子率领大批援军入城。阿里乌斯也率领一千名克里特兵与行动最轻捷的斯巴达兵赶到,所有人一同向高卢人发起猛攻,使其陷入极度混乱。皮洛士伴着呼喊与呐喊声从库拉拉比斯方向进城,但听得高卢人向他周围的将士回以软弱无力的呼应,便料定这是溃乱受迫者的喊声。
ἐπῆγεν οὖν θᾶττον, ὠθῶν τοὺς πρὸ αὐτοῦ τῶν ἱππέων δυσοδοῦντας ἐν τοῖς ὀχετοῖς, ὧν ἡ πόλις ἐστὶ μεστή, καὶ κινδυνεύοντας, ἦν δὲ καὶ ἀσάφεια πολλὴ τῶν δρωμένων καὶ παραγγελλομένων ἐν νυκτομαχίᾳ, καὶ πλάναι καὶ διασπασμοὶ περὶ τοὺς στενωπούς, καὶ στρατηγίας οὐδὲν ἔργον2 ὑπὸ σκότους καὶ βοῆς ἀκρίτου καὶ στενότητος, ἀλλὰ διέτριβον ἄλλως περιμένοντες ἀμφότεροι τὴν ἡμέραν.
于是他催军疾进,推挤着前方在城中密布的阴沟暗渠中步履维艰、身陷险境的骑兵。然而在夜战中,对于实际态势与传递的号令皆一片昏暗不明,军队在窄巷间迷途溃散,在黑暗、杂乱的喧嚣与逼仄的地形之下,任何用兵谋略皆无从施展,双方不过是在虚掷时光,苦待天明。
ἤδη δὲ διαλάμποντος ἥ τε Ἀσπὶς ὅπλων περίπλεως πολεμίων ὀφθεῖσα τὸν Πύρρον διετάραξε, καὶ τῆς ἀγορᾶς ἐν πολλοῖς ἀναθήμασι κατιδὼν λύκον χαλκοῦν καὶ ταῦρον οἷον εἰς μάχην ἀλλήλοις συνιόντας ἐξεπλάγη, χρησμόν τινα πρὸς ἑαυτὸν ἀνενεγκὼν παλαιόν, ὡς ἀποθανεῖν αὐτῷ πεπρωμένον ὅταν λύκον ἴδῃ ταύρῳ μαχόμενον.
及至晨光破晓,皮洛士望见阿斯皮斯山上遍布敌人的兵戈,不由得心神大乱;又在市集广场的诸多奉献物中,瞥见一组青铜的狼与牡牛正如厮杀般搏斗的雕像,顿时大为惊骇,因为他联想到了先前关乎自身的一条古老神谕:当他看到狼与牡牛搏斗之时,便是其命中注定丧命之日。
ταῦτα δὲ Ἀργεῖοι πάθους ὑπομνήματα παλαιοῦ γεγενῆσθαι παρʼ αὐτοῖς λέγουσι. Δαναῷ γάρ, ὅτε πρῶτον ἐπέβη τῆς χώρας κατὰ τὰ Πυράμια τῆς Θυρεάτιδος, εἰς Ἄργος πορευομένῳ λύκον φανῆναι ταύρῳ μαχόμενον· θέμενον δὲ τὸν Δαναὸν ὡς ὁ λύκος εἴη πρὸς αὐτοῦ3 ξένον γὰρ ὄντα τοῖς ἐγχωρίοις ἐπιτίθεσθαι καθάπερ αὐτόν, ἐφορᾶν τὴν μάχην, καὶ τοῦ λύκου κρατήσαντος Ἀπόλλωνι Λυκείῳ προσευξάμενον ἐπιχειρῆσαι καὶ περιγενέσθαι, στάσει Γελάνορος, ὃς τότε τῶν Ἀργείων ἐβασίλευεν, ἐκπεσόντος. τὸ μὲν οὖν ἀνάθημα τοῦτον εἶχε τὸν λόγον.
阿尔戈斯人说,这些像是他们为纪念一件古事而立的。原来当年达那俄斯初次登临图里亚提斯境内的皮拉米亚一带并向阿尔戈斯进发时,曾见一头狼与一头公牛相斗;达那俄斯认为那头狼站在自己这一边——因为它是外来者,却像他一样向本土的生灵发起攻击——于是观望战局;及至狼大获全胜,他便向阿波罗·吕刻俄斯祈祷,起事进取并夺得统治权,而当时统治阿尔戈斯人的盖拉诺尔则在内讧中被逐。这件奉纳物背后的渊源便是如此。
- 32.1τῆς δὲ πύλης τοὺς ἐλέφαντας οὐ δεχομένης καὶ διὰ τοῦτο τοὺς πύργους αὐτῶν ἀφαιρούντων, εἶτα πάλιν ἐν σκότει καὶ θορύβῳ περιτιθέντων καὶ γενομένης διατριβῆς
此处出现连续的属格独立结构。与主语明确的πύλης(门)和διατριβῆς(延误)相对,现在分词主动态ἀφαιρούντων(拆除)与περιτιθέντων(安装)为无明确名词主语的复数属格分词,其逻辑主语指代上下文所指的役象士兵或随从人员。
- 32.3στρατηγίας οὐδὲν ἔργον
系动词ἦν省略的结构,意为“将帅之谋略无从施展(毫无作为)”。στρατηγίας为修饰ἔργον的属格(定语属格或领属属格),表明在混乱的狭巷夜战中根本无法进行任何战术指挥。
- 32.5θέμενον δὲ τὸν Δαναὸν ὡς ὁ λύκος εἴη πρὸς αὐτοῦ
分词θέμενον(认为、视作)以宾格形式与τὸν Δαναόν一致,充当由前文λέγουσι所支配的不定式结构(ἐφορᾶν、ἐπιχειρῆσαι)的逻辑主语。介词短语πρὸς αὐτοῦ表示方位与利害倾向,意为“站在他这一边”或“对他有利”。
