← 普鲁塔克

皮洛士传

§34.1-34.6

皮洛士阵亡与安提柯为其治丧

皮洛士在巷战中被一老妇抛掷的屋瓦击中落马,随后被敌兵斩首。安提柯因儿子阿尔库奥纽斯傲慢地抛下皮洛士首级而痛斥之,并感泣于命运无常,隆重火化了皮洛士遗体,宽厚对待其子赫勒诺斯及降卒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34.1

ὁ δὲ Πύρρος ἐφορῶν τὸν περιέχοντα χειμῶνα καὶ κλύδωνα, τὴν μὲν στεφάνην, ᾗ διάσημον ἦν τὸ κράνος, ἀφελὼν ἔδωκέ τινι τῶν ἑταίρων, αὐτὸς δὲ τῷ ἵππῳ πεποιθὼς εἴς τοὺς ἑπομένους τῶν πολεμίων ἐνέβαλε, καὶ δόρατι πληγεὶς διὰ τοῦ θώρακος οὐ καιρίαν πληγὴν οὐδὲ μεγάλην ἐπέστρεψε κατὰ τοῦ πατὰξαντος, ὃς ἦν Ἀργεῖος, οὐ τῶν ἐπιφανῶν, ἀλλὰ πενιχρᾶς καὶ πρεσβυτέρας υἱὸς γυναικός αὕτη τότε θεωμένη τὴν μάχην ὥσπερ αἱ λοιπαὶ γυναῖκες ἀπὸ τοῦ τέγους, ὡς ἐπέγνω συνεστῶτα τῷ Πύρρῳ τὸν υἱόν, ἐκπαθὴς γενομένη πρὸς τὸν κίνδυνον, ἄρασα κεραμίδα ταῖς χερσὶν ἀμφοτέραις ἀφῆκεν ἐπὶ τὸν Πύρρον. ἐμπεσούσης δὲ τῇ κεφαλῇ κατὰ τοῦ κράνους, καὶ τῶν σφονδύλων πρὸς τὴν βάσιν τοῦ τραχήλου συντριβέντων, αἵ τε ὄψεις συνεχύθησαν αὐτοῦ καὶ προήκαντο τὰς ἡνίας αἱ χεῖρες, αὐτὸς δὲ κατενεχθεὶς παρὰ τὸν τοῦ Λικυμνίου σηκὸν ἔπεσεν ὑπὸ τῶν πολλῶν ἀγνοούμενος.

皮洛士眼见周围风暴激荡、恶浪翻腾,便取下头盔上作为标志的冠带交给一名同伴,自己则依仗坐骑冲向尾随追击的敌军。他虽被长矛刺穿胸甲,所受之伤既非致命亦不严重,便转身迎向那名刺击者。此人是阿耳戈斯人,并非名门望族,而是一位贫困老年妇人的儿子。其母此时正如其他妇人一般在屋顶观战,一辨认出自己的儿子正在与皮洛士短兵相接,因担心儿子的安危而心急如焚,便用双手搬起一块屋瓦朝皮洛士砸去。瓦片穿透头盔砸中他的头部,击碎了颈项底部的椎骨,使他眼前发黑,双手松开了缰绳,自身滑落摔倒在利库姆尼奥斯的圣所旁,大多数人并未认出他来。

§34.3

Ζώπυρος δέ τις τῶν παρὰ Ἀντιγόνῳ στρατευομένων καὶ δύο ἢ τρεῖς ἕτεροι προσδραμόντες καὶ κατανοήσαντες εἴς τινα θυρῶνα παρείλκυσαν αὐτὸν ἀρχόμενον ἐκ τῆς πληγῆς ἀναφέρεσθαι, σπασαμένου δὲ τοῦ Ζωπύρου μάχαιραν Ἰλλυρικὴν ὡς τὴν κεφαλὴν ἀποτεμοῦντος ἐνέβλεψε δεινόν, ὥστε τὸν Ζώπυρον περίφοβον γενόμενον, καὶ τὰ μὲν τρέμοντα ταῖς χερσί, τὰ δὲ ἐπιχειροῦντα, θορύβου δὲ καὶ ταραχῆς μεστὸν ὄντα, μὴ κατʼ ὀρθόν, ἀλλὰ παρὰ τὸ στόμα καὶ τὸ γένειον ἀποτέμνοντα βραδέως καὶ μόλις ἀποσπάσαι τὴν κεφαλήν.1

然而,在安提柯麾下服役的佐皮罗斯与另外两三名士兵奔上前来,认出了皮洛士,便将方才开始从击打中苏醒过来的他拖进一处门廊。当佐皮罗斯拔出一柄伊利里亚短刀准备割下他的头颅时,皮洛士怒目而视,目光极其可怖,以致佐皮罗斯满怀惊恐,双手颤抖却仍强行尝试,内心充斥着慌乱与惊扰,未能正正砍断,反而在嘴部和下颏处割扯,迟滞而艰难地才将头颅割下。

§34.4

ἤδη δὲ σύνδηλον ἦν τὸ γεγονὸς πλείοσι, καὶ προσδραμὼν ὁ Ἀλκυονεὺς ᾔτησε τὴν κεφαλὴν ὡς ἂν κατανοήσων λαβὼν δὲ ἀφίππευσε πρὸς τὸν πατέρα, καὶ καθεζομένῳ μετὰ τῶν φίλων προσέβαλε, θεασάμενος δὲ καὶ γνοὺς ὁ Ἀντίγονος τὸν μὲν υἱὸν ἀπήλασε τῇ βακτηρίᾳ παίων καὶ καλῶν ἐναγῆ καὶ βάρβαρον, αὐτὸς δὲ τὴν χλαμύδα προθέμενος τοῖς ὄμμασιν ἐδάκρυσεν, Ἀντιγόνου τοῦ πάππου μνησθεὶς καὶ Δημητρίου τοῦ πατρός, οἰκείων παραδειγμάτων εἴς τύχης μεταβολήν.

此时此事已被更多人所察知,阿尔库奥纽斯奔来索要头颅,托称要前去验看;取过头颅后,他策马奔至其父处,将头颅掷在与诸友同坐的父亲面前。安提柯定睛一看并认出之后,挥动拐杖殴打儿子并将他赶走,骂他是该受诅咒的野蛮之人;他自己则以短篷遮住双目而痛哭,想起了祖父安提柯与父亲德米特里,将他们视为命运翻覆的家族先例。

§34.5

τὴν μὲν οὖν κεφαλὴν καὶ τὸ σῶμα τοῦ Πύρρου κοσμήσας ἔκαυσεν· ἐπεὶ δὲ ὁ Ἀλκυονεὺς τῷ Ἑλένῳ περιτυχὼν ταπεινῷ καὶ χλαμύδιον λιτὸν ἀμπεχομένῳ φιλανθρώπως ἐνέτυχε καὶ τῷ πατρὶ προσήγαγεν, ἰδὼν ὁ Ἀντίγονος βελτίονα μὲν, εἶπεν, ὦ παῖ, ταῦτα τῶν προτέρων, ἀλλʼ οὐδὲ νῦν ὀρθῶς τῷ μὴ περιελεῖν τὴν ἐσθῆτα ταύτην,2 ἣ μᾶλλον ἡμᾶς καταισχύνει τοὺς κρατεῖν δοκοῦντας.

于是,安提柯将皮洛士的头颅与身躯盛装收殓后予以火化;后来阿尔库奥纽斯遇到了神情沮丧、身着粗陋短篷的赫勒诺斯,温和地善待他并带到其父面前,安提柯见状说道: “孩子,这比你先前的举动好多了;但即便此刻你做得也不算妥当,因为你没有除去他这身衣裳,而这衣裳反而令看似获胜的我们蒙羞。”

§34.6

ἐκ τούτου φιλοφρονησάμενος καὶ κοσμήσας τὸν Ἕλενον ἀπέστειλεν εἴς Ἤπειρον, καὶ τοῖς φίλοις τοῦ Πύρρου πράως ἐνετύγχανε τοῦ στρατοπέδου καὶ τῆς δυνάμεως πάσης κύριος γενόμενος.

自此之后,安提柯以厚礼相待,为赫勒诺斯换上盛装并将他送回伊庇鲁斯;在成为整座营垒与全军之主后,他也宽厚温和地对待皮洛士的诸位友朋。

语法注2 条
  1. 34.3ὥστε τὸν Ζώπυρον περίφοβον γενόμενον, καὶ τὰ μὲν τρέμοντα ταῖς χερσί, τὰ δὲ ἐπιχειροῦντα, θορύβου δὲ καὶ ταραχῆς μεστὸν ὄντα, μὴ κατʼ ὀρθόν, ἀλλὰ παρὰ τὸ στόμα καὶ τὸ γένειον ἀποτέμνοντα βραδέως καὶ μόλις ἀποσπάσαι τὴν κεφαλήν

    由 ὥστε 引导的结果从句中,核心动词为不定式 ἀποσπάσαι,其逻辑主语为主格代用的宾格 τὸν Ζώπυρον。句中多重嵌套了与该宾格一致的分词群(περίφοβον γενόμενον, τρέμοντα, ἐπιχειροῦντα, ὄντα, ἀποτέμνοντα),而 τὰ μὲν ... τὰ δέ 作副词性宾格,表示“一方面……另一方面”。

  2. 34.5ἀλλʼ οὐδὲ νῦν ὀρθῶς τῷ μὴ περιελεῖν τὴν ἐσθῆτα ταύτην

    副词 ὀρθῶς 之后省略了动词(如 ἔπραξας 等)。冠词不定式 τῷ μὴ περιελεῖν 为表示原因或根据的工具与格(“因未能剥除/在未曾脱下……这一点上”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:34.1-34.6