- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:31.1-31.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
皮洛士率军逼近阿尔戈斯并向安提柯下战书,但双方随后接到了阿尔戈斯调停使节的中立请求。安提柯交出人质,皮洛士却因拒绝提供担保而更遭猜疑,与此同时军营与城内接连出现骇人的凶兆。
ὁ δὲ Πύρρος ὥσπερ ἐναγισμόν τινα τῷ παιδὶ τελέσας καὶ λαμπρὸν ἐπιτάφιον ἀγωνισάμενος, καὶ πολὺ τῆς λύπης ἐν τῷ πρὸς τοὺς πολεμίους ἀφεὶς θυμῷ, προῆγεν ἐπὶ τὸ Ἄργος, καὶ τὸν Ἀντίγονον ἤδη πυνθανόμενος ἐπὶ τῶν ἄκρων ὑπὲρ τοῦ πεδίου καθῆσθαι, περὶ τὴν Ναυπλίαν ἐστρατοπέδευσε. τῇ δ’ ὑστεραίᾳ κήρυκα πρὸς τὸν Ἀντίγονον ἔπεμψε, λυμεῶνά τε καλῶν καὶ προκαλούμενος εἰς τὸ πεδίον καταβάντα διαγωνίσασθαι περὶ τῆς βασιλείας.
皮洛士仿佛为爱子举行了某种亡者祭礼,打了一场辉煌的追悼战役,并在对敌人的狂怒中发泄了大半悲痛,随后便向阿尔戈斯进军。当得知安提柯已盘踞在平原上方的高地上时,他便在瑙普利亚一带扎营。次日,他派遣传令官前往安提柯处,斥责对方为祸乱之徒,并挑衅对方下到平原上来争夺王位。
ὁ δὲ ἀπεκρίνατο τὴν μὲν αὑτοῦ στρατηγίαν οὐχ ὅπλων μᾶλλον ἢ καιρῶν εἶναι,1 τῷ δὲ Πύρρῳ πολλὰς ὁδοὺς ἀνεῳγέναι πρὸς θάνατον, εἰ ζῆν μὴ σχολάζει,2 πρὸς δὲ ἀμφοτέρους πρέσβεις ἧκον ἐξ Ἄργους, ἀπαλλάττεσθαι δεόμενοι καὶ τὴν πόλιν ἐᾶν μηδετέρου γενομένην, εὔνουν δὲ οὖσαν ἀμφοτέροις. ὁ μὲν οὖν Ἀντίγονος ἐπείθετο καὶ τὸν υἱὸν ἐδίδου τοῖς Ἀργείοις ὅμηρον, ὁ δὲ Πύρρος ὡμολόγει μὲν ἀπαλλαγήσεσθαι, μὴ παρέχων δὲ πίστιν ὑποπτότερος ἦν.
安提柯却回答说,自己的用兵之道与其说倚仗武力,不如说倚仗时机;如果皮洛士无暇活命,那么通往死亡的道路有许多正为他大敞着。此时,来自阿尔戈斯的使节拜会了双方,恳求他们撤走,让这座城邦不归属于任何一方,而对双方均保持友好。于是安提柯听从劝告,将儿子交给阿尔戈斯人作为人质;皮洛士虽然答应退兵,却不愿提供任何保证,因而更受怀疑。
γίνεται δὲ σημεῖον αὐτῷ τε τῷ Πύρρῳ μέγα, τῶν γὰρ βοῶν τεθυμένων αἱ κεφαλαὶ κείμεναι χωρὶς ἤδη τάς τε γλώττας ὤφθησαν προβάλλουσαι καὶ περιλιχμώμεναι τὸν ἑαυτῶν φόνον, ἔν τε τῇ πόλει τῶν Ἀργείων ἡ τοῦ Λυκείου προφῆτις Ἀπόλλωνος ἐξέδραμε βοῶσα νεκρῶν ὁρᾶν καὶ φόνου κατάπλεω τὴν πόλιν, τὸν δ’ ἀετὸν ἐπὶ τὸν ἀγῶνα χωροῦντα, εἶτα φροῦδον εἶναι.3
皮洛士本人也遇到了重大预兆:被宰杀的公牛牛头虽然早已被砍下分开放置,却被人看见吐出舌头,舔舐着它们自己的血污。而在阿尔戈斯城内,阿波罗·吕刻俄斯的女祭司狂奔而出,高呼自己看见全城堆满尸体与鲜血,还看见那只鹰冲向激战,随后却杳无踪影。
- 31.2οὐχ ὅπλων μᾶλλον ἢ καιρῶν εἶναι
表特征或归属的表语性属格,用以修饰ἡ στρατηγία,表示他的统帅之道“不在于武力,而在于把握时机”。
- 31.2εἰ ζῆν μὴ σχολάζει
动词σχολάζω后接不定词ζῆν的惯用表达,字面义为“若他无暇活着”,在此带有讽刺意味,指“如果他急于求死”或“厌倦了活命”。
- 31.3τὸν δ’ ἀετὸν ἐπὶ τὸν ἀγῶνα χωροῦντα, εἶτα φροῦδον εἶναι
在由βοῶσα引出的间接引语中,前半部分作感官动词ὁρᾶν的宾语补足语分词(τὸν ἀετὸν ... χωροῦντα),表示直观感知;后半部分则转为不定词结构(εἶτα φροῦδον εἶναι),搭配表语形容词φροῦδον,客观陈述其消失的状态。
