- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:30.1-30.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
皮洛士放弃围攻斯巴达而转兵内乱中的阿尔戈斯,但在行军途中其子托勒密遭伏击阵亡,悲怒交加的皮洛士发起反击,全歼了斯巴达将领埃瓦尔库斯及其精锐卫队。
τὸν δὲ Πύρρον ἔσχε μέν τις ἀλκὴ καὶ φιλοτιμία μᾶλλον διὰ τοὺς προσγεγονότας κρατῆσαι τῆς πόλεως· ὡς δὲ οὐδὲν ἐπέραινε, πληγὰς λαβὼν ἀπέστη καὶ τὴν χώραν ἐπόρθει διανοούμενος αὐτόθι χειμάσαι. τὸ δὲ χρεὼν ἦν ἄφυκτον. ἐν γὰρ Ἄργει στάσις ἦν Ἀριστέου πρὸς Ἀρίστιππον. ἐπεὶ δὲ ὁ Ἀρίστιππος ἐδόκει χρῆσθαι φίλῳ τῷ Ἀντιγόνῳ, φθάσας ὁ Ἀριστέας ἐκάλει τὸν Πύρρον εἰς τὸ Ἄργος.
皮洛士反倒因为援军的到来而涌起一股更要制服该城的斗志与争胜之心。然而他毫无进展,在遭受打击后退兵,转而蹂躏该地原野,打算在此处过冬。但命运终不可逃避;当时在阿尔戈斯,阿里斯忒亚斯与阿里斯提普斯之间爆发了内讧。由于阿里斯提普斯似乎将安提柯视作盟友,阿里斯忒亚斯便先发制人,邀请皮洛士前往阿尔戈斯。
ὁ δὲ ἐλπίδας ἐξ ἐλπίδων ἀεὶ κυλίνδων, καὶ ταῖς μὲν εὐτυχίαις ἐπʼ ἄλλας χρώμενος ἀφορμαῖς, ἃ δὲ ἔπταιεν ἑτέροις βουλόμενος ἀναπληροῦν πράγμασιν, οὔτε ἧτταν οὔτε νίκην ὅρον ἐποιεῖτο τοῦ ταράττεσθαι καὶ ταράττειν.1 εὐθὺς οὖν ἀνεζεύγνυεν ἐπὶ τὸ Ἄργος· ὁ δὲ Ἄρευς ἐνέδρας τε πολλὰς ὑφεὶς καὶ καταλαβὼν τὰ χαλεπώτατα τῆς ὁδοῦ περιέκοπτε τοὺς Γαλάτας καὶ τοὺς Μολοσσοὺς ὀπισθοφυλακοῦντας.
皮洛士总是将一个希望接续在另一个希望之后,把顺利作为开启其他图谋的跳板,又企图用新的行动来弥补挫败,无论是战败还是得胜,都不能成为他骚扰他人与自受纷扰的终点。因此他立即拔营前往阿尔戈斯;然而阿柔斯设下多处伏兵,占据了道路上最险要的地段,不断袭杀负责殿后的加拉太人与摩罗西亚人。
τῷ δὲ Πύρρῳ προείρητο μὲν ἐκ τῶν ἱερῶν ἀλόβων γενομένων2 ὑπὸ τοῦ μάντεως ἀποβολή τινος τῶν ἀναγκαίων, παρὰ δὲ τὸν καιρὸν τότε τῷ θορύβῳ καὶ τῷ κινήματι τὸν λογισμὸν ἐκκρουσθεὶς ἐκέλευσε τὸν υἱὸν Πτολεμαῖον λαβόντα τοὺς ἑταίρους παραβοηθεῖν, αὐτὸς δὲ θᾶττον ἐκ τῶν στενῶν ἐφελκόμενος τὴν στρατιὰν ὑπῆγεν.
此前占卜官曾因祭牲内脏缺失肝叶而预言皮洛士必将失去某位至亲骨肉,但当时面临危机,他在混乱与骚动中丧失了理智,遂命其子托勒密率亲兵卫队前往驰援,自己则加速将大军引出峡谷狭道。
ὀξείας δὲ περὶ τὸν Πτολεμαῖον μάχης γενομένης, καὶ τῶν ἐπιλέκτων Λακεδαιμονίων, ὧν Εὔαλκος ἡγεῖτο, τοῖς μαχομένοις πρὸ αὐτοῦ συμπλεκομένων, ἀνὴρ πλήκτης καὶ δραμεῖν ὀξύς, Ὄρυσσος ὄνομα, Κρὴς Ἀπτεραῖος, ἐκ πλαγίου παραδραμὼν ἀγωνιζόμενον ἐκθύμως τὸν νεανίσκον ἐπάταξε καὶ κατέβαλε.
在托勒密周围爆发了激战;当埃瓦尔库斯所统领的精选拉刻代蒙战士与托勒密身前鏖战的卫队交锋扭打之际,一个擅长格斗且步履迅捷的克里特阿普特拉人,名叫奥里斯苏斯,自侧翼疾驰而过,重击并打倒了正在英勇搏杀的青年托勒密。
πεσόντος δὲ ἐκείνου καὶ τροπῆς γενομένης τῶν περὶ αὐτόν, οἱ Λακεδαιμόνιοι διώκοντες καὶ κρατοῦντες ἔλαθον εἰς τὸ πεδίον συνεμβαλόντες καὶ ἀποληφθέντες3 ὑπὸ τῶν ὁπλιτῶν, ἐφʼ οὓς ὁ Πύρρος ἄρτι τὸν θάνατον τοῦ παιδὸς ἀκηκοὼς καὶ περιπαθῶν ἐπέστρεψε τοὺς ἱππεῖς τῶν Μολοσσῶν, καὶ πρῶτος εἰσελάσας ἐνεπίμπλατο φόνου τῶν Λακεδαιμονίων, ἀεὶ μέν τις ἄμαχος καὶ δεινὸς ἐν τοῖς ὅπλοις φαινόμενος, τότε δὲ ὑπερβάλλων τόλμῃ καὶ βίᾳ τοὺς προτέρους ἀγῶνας.
托勒密倒地阵亡,其部众溃逃,拉刻代蒙人在乘胜追击之际,不知不觉同败兵一起冲入平原,从而被对方的重装步兵截断了退路。刚听闻爱子噩耗且悲愤交加的皮洛士,命摩罗西亚骑兵调头向他们杀来;他一马当先冲入敌阵,尽情屠戮拉刻代蒙人,他在沙场上向来显得所向披靡且令人畏惧,而此时其勇武与凶暴更是超越了以往的所有恶战。
ἐπεὶ δὲ ἐπέβαλε τῷ Εὐάλκῳ τὸν ἵππον, ὁ μὲν ἐκ πλαγίου παραστὰς μικρὸν ἐδέησε τῷ ξίφει τὴν ἐπὶ τῆς ἡνίας χεῖρα διακόψαι4 τοῦ Πύρρου, τὴν δὲ ἡνίαν πατάξας ἀπέκοψεν. ὁ δὲ Πύρρος ἅμα τῇ πληγῇ τοῦ δόρατος διελάσας ἐκεῖνον ἀπερρύη τοῦ ἵππου, καὶ πεζὸς ἤδη πάντας ἐπὶ τῷ Εὐάλκῳ μαχομένους ἀπέκτεινε τοὺς λογάδας. καὶ μέγα τοῦτο τῇ Σπάρτῃ παρανάλωμα τοῦ πολέμου πέρας ἔχοντος ἐποίησεν ἡ φιλοτιμία τῶν ἀρχόντων.
当他纵马直扑埃瓦尔库斯时,埃瓦尔库斯闪避到侧旁,拔剑险些将皮洛士握缰之手斩断,但只击中并斩断了缰绳。皮洛士同时以长矛的一击贯穿了对方,随后滑落马下,他徒步迎战,将围绕埃瓦尔库斯遗体战斗的所有精锐战士全部歼灭。就在战事行将结束之际,将领们的争强好胜之心给斯巴达造成了这一巨大的额外惨重损失。
- 30.2οὔτε ἧτταν οὔτε νίκην ὅρον ἐποιεῖτο τοῦ ταράττεσθαι καὶ ταράττειν
名词 ὅρον(界限、终点)作宾语补足语,与直接宾语 οὔτε ἧτταν οὔτε νίκην 构成二重对格结构,冠词引导的属格不定式短语 τοῦ ταράττεσθαι καὶ ταράττειν 修饰 ὅρον。被动态 ταράττεσθαι(自身陷于骚乱不安)与主动态 ταράττειν(扰乱他人/制造骚动)形成对照,生动展现了皮洛士永无休止的好战本性与躁动性格。
- 30.3ἐκ τῶν ἱερῶν ἀλόβων γενομένων
介词 ἐκ 支配属格名词 τῶν ἱερῶν,并带有支配性分词短语 ἀλόβων γενομένων。τὰ ἱερά 指供占卜剖检的“祭牲(内脏)”,ἄλοβα 为表语性形容词,意为“缺乏肝叶的”。在古代内脏占卜中,肝脏缺失肝叶被视作昭示至亲死亡或极大灾厄的极凶之兆。
- 30.5ἔλαθον εἰς τὸ πεδίον συνεμβαλόντες καὶ ἀποληφθέντες
λανθάνω 搭配分词(συνεμβαλόντες 与 ἀποληφθέντες)的经典惯用句型,表示主语在“不知不觉中”完成了分词所指示的动作。此处指斯巴达追兵因杀得起劲,未曾察觉自己已一同冲入平原开阔地带,退路反被敌军重装步兵切断。
- 30.6μικρὸν ἐδέησε τῷ ξίφει τὴν ἐπὶ τῆς ἡνίας χεῖρα διακόψαι
人称惯用结构 μικρὸν ἐδέησε(主语为 ὁ μέν) + 不定式(διακόψαι),相当于“差一点就……”、“险些……”。不定式 διακόψαι 的宾语是 τὴν ἐπὶ τῆς ἡνίας χεῖρα(握着缰绳的手),表示埃瓦尔库斯的利剑险些将皮洛士的手斩断。
