← 普鲁塔克

皮洛士传

§29.1-29.6

皮洛士落马败退与斯巴达援军抵近

皮洛士因一吉兆之梦而在拂晓发起猛攻,亲自策马突入城中,却因战马中箭被摔落而受挫退却。在斯巴达人奋力坚守且死伤惨重之际,阿梅尼亚斯与阿柔斯国王的援军相继赶到,守军得以重整旗鼓。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

νυκτὸς δὲ ἡ μάχη διεκρίθη· καὶ κοιμώμενος ὁ Πύρρος ὄψιν εἶδε τοιαύτην. ἐδόκει βάλλεσθαι κεραυνοῖς ὑπʼ αὐτοῦ τὴν Λακεδαίμονα καὶ φλέγεσθαι πᾶσαν, αὐτὸν δὲ χαίρειν. ὑπὸ δὲ τῆς χαρᾶς ἐξεγρόμενος τούς τε ἡγεμόνας ἐκέλευεν ἐν παρασκευῇ τὸν στρατὸν ἔχειν, καὶ τοῖς φίλοις διηγεῖτο τὸν ὄνειρον ὡς ληψόμενος κατὰ κράτος τὴν πόλιν.

入夜后战斗方才停歇。皮洛士在睡梦中见到了如下异象:他似乎看见拉刻代蒙遭自己投下的雷电击中,全城陷入火海,而他自己则欢欣雀跃。他从这股狂喜中醒来,命令将领们整军备战,并向友人们叙述了这个梦境,坚信自己将一举强攻夺取该城。

§29.2

οἱ μὲν οὖν ἄλλοι θαυμασίως ἐπείθοντο, Λυσιμάχῳ δὲ οὐκ ἤρεσκεν ἡ ὄψις, ἀλλʼ ἔφη δεδιέναι μή, καθάπερ τὰ βαλλόμενα τοῖς κεραυνοῖς ἀνέμβατα μένει χωρία, καὶ τῷ Πύρρῳ προσημαίνῃ τὸ θεῖον ἀνείσοδον ἔσεσθαι τὴν πόλιν. ὁ δὲ Πύρρος εἰπὼν ὅτι ταῦτα μέν ἐστι πυλαϊκῆς ὀχλαγωγίας1 καὶ ἀσοφίαν ἔχοντα πολλήν, ἐκεῖνο δὲ δεῖ τὰ ὅπλα διὰ χειρῶν ἔχοντας ὑποβάλλειν ἑαυτοῖς, "εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ Πύρρου,2" ἐξανέστη καὶ προσῆγεν ἅμʼ ἡμέρᾳ τὸν στρατόν.

其他人对此深信不疑且赞叹不已,但吕西马库斯却不喜欢这个异象;他表示自己担心,正如凡遭雷击之地皆化为不可践踏的禁区一样,神明是在预先向皮洛士示意该城将不可进入。然而皮洛士反驳道,这些言论属于皮拉亚式的民众煽惑之谈,荒谬绝伦,手持兵刃之人应当牢记在心的乃是这句格言: “保卫皮洛士而战,便是唯一的至上吉兆。” 说罢,他霍然起身,拂晓时分便率领大军推进。

§29.3

ἠμύνοντο δὲ προθυμίᾳ καὶ ἀρετῇ παρὰ δύναμιν οἱ Λακεδαιμόνιοι· καὶ παρῆσαν αἱ γυναῖκες ὀρέγουσαι βέλη, καὶ σιτία καὶ ποτὸν τοῖς δεομένοις προσφέρουσαι, καὶ ἀναλαμβάνουσαι τούς τιτρωσκομένους. τήν τε τάφρον οἱ Μακεδόνες χοῦν ἐπειρῶντο, πολλὴν συμφοροῦντες ὕλην, ὑφʼ ἧς ὅπλα καὶ σώματα νεκρῶν ἐπιχεομένης ἀπεκρύπτετο.

拉刻代蒙人以超越自身力量的热忱与勇武奋力抗敌;妇女们也在现场,为他们递送箭矢投石,向有需要的人送上饮食,并抬走负伤者。马其顿人则企图填平壕沟,运来堆积大量木料土石,随着这些材料倾倒而下,武器与阵亡者的尸体全被掩盖。

§29.4

καὶ πρὸς τοῦτο τῶν Λακεδαιμονίων βοηθούντων ὤφθη παρὰ τὴν τάφρον καὶ τὰς ἁμάξας ὁ Πύρρος ἵππῳ βιαζόμενος εἰς τὴν πόλιν. κραυγῆς δὲ τῶν κατὰ τοῦτο τεταγμένων γενομένης καὶ δρόμου καὶ ὀλολυγμοῦ τῶν γυναικῶν, ἤδη διεξελαύνοντι τῷ Πύρρῳ καὶ προσκειμένῳ τοῖς κατὰ πρόσωπον3 ἐξήλατο Κρητικῷ βέλει πληγεὶς ὁ ἵππος ὑπὸ τὴν γαστέρα, καὶ κατέβαλε δυσθανατῶν τὸν Πύρρον εἰς τόπους ὀλισθηροὺς καὶ κατάντεις.

正当拉刻代蒙人奔赴此处驰援时,只见皮洛士骑着马沿着壕沟和大车强行突入城内。防守该处的军士发出呼喊,妇女们奔走哀号;就在皮洛士已经穿透防线、逼近正前方守军之际,他的战马腹下被一支克里特箭矢射中,战马人立而起,在垂死的挣扎中将皮洛士甩落在一处湿滑陡峭的坡地上。

§29.5

θορυβουμένων δὲ περὶ τοῦτον τῶν ἑταίρων ἐπέδραμον οἱ Σπαρτιᾶται, καὶ χρώμενοι τοῖς βέλεσιν ἐξέωσαν ἅπαντας· ἐκ δὲ τούτου καὶ τὴν ἄλλην μάχην ἔπαυεν, οἰόμενος ἐνδώσειν τι τοὺς Λακεδαιμονίους σχεδὸν ἁπάντων κατατετρωμένων αὐτοῖς, πεπτωκότων δὲ πολλῶν, ἡ δ̓· ἀγαθὴ τύχη τῆς πόλεως, εἴτε πεῖραν ἀρετῆς λαμβάνουσα τῶν ἀνδρῶν, εἴθʼ ἑαυτῆς, ὅσην ἐν ἀπόροις ἔχει δύναμιν, ἀπόδειξιν διδοῦσα, μοχθηρὰς ἤδη τῶν Λακεδαιμονίων ἐχόντων τὰς ἐλπίδας Ἀμεινίαν τε Φωκέα, τῶν Ἀντιγόνου στρατηγῶν, ἐκ Κορίνθου βοηθήσοντα παρεισήγαγε μετὰ ξένων, καὶ τοῦτον ἄρτι δεδεγμένων ὁ βασιλεὺς αὐτοῖς Ἄρευς ἧκεν ἐκ Κρήτης δισχιλίους στρατιώτας κομίζων, αἵ τε δὴ γυναῖκες εὐθὺς ἐπὶ τὰς οἰκίας ἐσκεδάσθησαν, οὐδὲν ἔτι πολυπραγμονεῖν ἀξιοῦσαι τῶν πολεμικῶν, καὶ τοὺς παρʼ ἡλικίαν ἐν τοῖς ὅπλοις ὑπʼ ἀνάγκης γενομένους ἀφέντες αὑτοὺς ἐπὶ τὴν μάχην ἔταξαν.4

当他的近侍卫士们在他身旁慌乱成团时,斯巴达人飞奔而至,用密集的投射武器将他们全部逐退。由此皮洛士也下令停止了其余的战斗,心想拉刻代蒙人几乎人人带伤且死伤众多,势必会有所退让妥协。然而城邦的幸运女神——不知是为了考验这些勇士的毅魄,还是为了昭示自身在绝境中拥有何等神力——在拉刻代蒙人希望几乎断绝之际,将安提柯的部将之一、福基斯人阿梅尼亚斯率领雇佣军自科林斯引来增援;而当斯巴达人刚刚接纳了他,他们的国王阿柔斯便率两千兵卒自克里特赶回。于是妇女们立刻散回各自家中,认为无须再过问战事;而男人们则解除了那些因年岁不合而被迫操戈之人的武装,由自己列阵出战。

语法注4 条
  1. 29.2πυλαϊκῆς ὀχλαγωγίας

    表属性或范畴的述语属格(predicate genitive),意为“属于皮拉亚(近邻同盟议会)式煽动民意的言论”。皮洛士以此斥责吕西马库斯的解梦是迎合群氓迷信的空谈。

  2. 29.2εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ Πύρρου

    戏拟荷马《伊利亚特》第12卷第243行赫克托耳的名言“εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης”(保卫祖国而战乃是至上吉兆),将“祖国”(πάτρης)替换为“皮洛士”(Πύρρου)。解释性不定词 ἀμύνεσθαι 说明吉兆的具体内容(“即为……而战”)。

  3. 29.4ἤδη διεξελαύνοντι τῷ Πύρρῳ καὶ προσκειμένῳ τοῖς κατὰ πρόσωπον

    与格分词短语作关涉与格(dative of reference/interest),修饰后文的主句(ἐξήλατο... ὁ ἵππος),点明动作发生时的当事人和时间背景:“当皮洛士正穿过敌阵并压迫正面敌人之际,[他的]战马跳了起来”。

  4. 29.6καὶ τοὺς παρʼ ἡλικίαν ἐν τοῖς ὅπλοις ὑπʼ ἀνάγκης γενομένους ἀφέντες αὑτοὺς ἐπὶ τὴν μάχην ἔταξαν

    阳性复数分词 ἀφέντες 的主语并非前句的妇女(妇女为阴性),而是承接援军阿柔斯麾下的战士或斯巴达正规军壮丁。意指他们解除了那些“非兵役适龄(老年或年幼者)而因危局被迫武装者”的防务,由他们自己列阵迎敌。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:29.1-29.6