← 普鲁塔克

皮洛士传

§2.1-2.6

幼年皮罗斯的获救与渡河逃亡

埃阿喀得斯倒台后,忠臣们带着幼年的皮罗斯出逃,在遭遇汹涌激流阻隔时,通过将刻有文字的树皮掷至对岸而成功获得当地居民的救援。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

ἐπεὶ δὲ στασιάσαντες οἱ Μολοσσοὶ καὶ τὸν Αἰακίδην ἐκβαλόντες ἐπηγάγοντο τοὺς Νεοπτολέμου παῖδας, οἱ μὲν φίλοι τοῦ Αἰακίδου διεφθάρησαν καταληφθέντες, τὸν δὲ Πύρρον ἔτι νήπιον ὄντα καὶ ζητούμενον ὑπὸ τῶν πολεμίων ἐκκλέψαντες οἱ περὶ Ἀνδροκλείδην καὶ Ἄγγελον ἔφευγον, οἰκέτας ὀλίγους καὶ γύναια τιθηνούμενα τὸ παιδίον ἀναγκαίως ἐφελκόμενοι.

当摩罗西亚人发生内乱、驱逐埃阿喀得斯并引来涅俄普托勒摩斯的子嗣时,埃阿喀得斯的朋友们被捕获处死,但安德罗克勒得斯和安格洛斯等人偷偷带走了尚在幼年且被敌人搜捕的皮罗斯出逃,因无可奈何而随身带上了几个仆人和给婴孩哺乳的妇人。

§2.2

καὶ διὰ τοῦτο τῆς φυγῆς αὐτοῖς γινομένης δυσέργου καὶ βραδείας καταλαμβανόμενοι τὸ μὲν παιδίον ἐγχειρίζουσιν Ἀνδροκλείωνι καὶ Ἱππίᾳ καὶ Νεάνδρῳ, νεανίσκοις οὖσι πιστοῖς καὶ ῥωμαλέοις, ἀνὰ κράτος φεύγειν καὶ Μεγάρων ἔχεσθαι1 χωρίου Μακεδονικοῦ προστάξαντες, αὐτοὶ δὲ τὰ μὲν δεόμενοι, τὰ δὲ ἀπομαχόμενοι τοῖς διώκουσιν ἐμποδὼν ἦσαν ἄχρι δείλης ὀψίας.

由于这个原因,他们的逃跑变得艰难而迟缓,在行将被追上之时,他们把孩子托付给安德罗克勒翁、希庇亚斯和涅安德罗斯,这是三位忠诚且健壮的年轻小伙,命他们拼尽全力逃跑并前往马其顿的地方梅加拉;而他们自己则一边哀求、一边抵御追兵,阻拦追击者直到傍晚。

§2.3

ἀποτραπομένων δὲ μόλις ἐκείνων μετέθεον τοὺς τὸν Πύρρον κομίζοντας, ἤδη δὲ τοῦ ἡλίου καταδεδυκότος ἐγγὺς γενόμενοι τῆς ἐλπίδος ἐξαίφνης ἀπεκόπησαν, ἐντυχόντες τῷ παρὰ τὴν πόλιν παραρρέοντι ποταμῷ, χαλεπῷ μὲν ὀφθῆναι καὶ ἀγρίῳ, πειρωμένοις δὲ διαβαίνειν παντάπασιν ἀπορωτάτῳ. πολύ τε γὰρ ἐξέπιπτε ῥεῦμα καὶ θολερὸν ὄμβρων ἐπιγενομένων, καὶ τὸ σκότος ἐποίει πάντα φοβερώτερα.

当那些追兵好不容易退去之后,他们便去追赶运送皮罗斯的人;但在夕阳已经落下、他们已接近希望之时,却因遇上一条从城旁流过的河流而突然受阻,那条河望之艰险狂暴,对于企图渡河的人来说全然无法逾越。因为天降大雨,暴涨而浑浊的激流奔涌而下,黑暗又使一切显得更为可怕。

§2.4

καθʼ αὑτοὺς μὲν οὖν ἀπέγνωσαν ἐπιχειρεῖν παιδίον φερόμενοι καὶ γύναια τὰ τρέφοντα τὸ παιδίον, αἰσθόμενοι δὲ τῶν ἐπιχωρίων τινὰς ἐν τῷ πέραν ἑστῶτας ἐδέοντο συλλαβέσθαι πρὸς τὴν διάβασιν, καὶ τὸν Πύρρον ἀνεδείκνυσαν βοῶντες καὶ ἱκετεύοντες. οἱ δὲ οὐ κατήκουον διὰ τραχύτητα καὶ πάταγον τοῦ ῥεύματος, ἀλλʼ ἦν διατριβὴ τῶν μὲν βοώντων, τῶν δὲ μὴ συνιέντων, ἄχρι τις ἐννοήσας καὶ περιελὼν δρυὸς φλοιὸν ἐνέγραψε πόρπῃ γράμματα φράζοντα τήν τε χρείαν καὶ τὴν τύχην τοῦ παιδός, εἶτα λίθῳ τὸν φλοιὸν περιελίξας καὶ χρησάμενος οἷον ἕρματι τῆς βολῆς2 ἀφῆκεν εἰς τὸ πέραν ἔνιοι δέ φασι σαυνίῳ περιπήξαντας ἀκοντίσαι τὸν φλοιόν.

因此,他们自忖带着婴孩和乳养孩子的妇人,放弃了独自渡河的企图;但他们发觉对岸站着几位当地人,便恳求他们协助渡河,并大声呼喊哀求着举起皮罗斯示意。然而对岸的人由于激流的汹涌和咆哮而听不清楚,于是在这一边呼喊、那一边无法理解之中耽搁了时间,直到有人灵机一动,剥下一块橡树皮,用衣针在上面刻下文字,说明孩子的危急需求与身世遭遇;接着他将树皮裹在一块石头上,作为投掷的配重扔到了对岸。不过也有人说,他们是将树皮钉在短矛上投掷过去的。

§2.6

ὡς δ’ οὖν ἀνέγνωσαν οἱ πέραν τὰ γράμματα καὶ συνεῖδον τὴν ὀξύτητα τοῦ καιροῦ, κόπτοντες ξύλα καὶ πρὸς ἄλληλα συνδέοντες ἐπεραιοῦντο. καὶ κατὰ τύχην ὁ πρῶτος αὐτῶν περαιωθεὶς Ἀχιλλεὺς τοὔνομα τὸν Πύρρον ἐδέξατο· τοὺς δὲ ἄλλους ὡς ἔτυχον ἄλλοι διεκόμιζον.

无论如何,对岸的人读了文字并察知情势紧急后,便砍伐树木并捆绑在一起,渡过了河来。碰巧的是,渡过来的第一人名叫阿基琉斯,他接过了皮罗斯;其余的人则由其他人随碰上的情况运送过河。

语法注2 条
  1. 2.2Μεγάρων ἔχεσθαι

    中动态动词 ἔχομαι 支配属格(Μεγάρων),在此表示“朝向……前进”、“直奔……”或“以……为目标”。此处指命令年轻人直接奔往马其顿的城镇梅加拉。

  2. 2.5χρησάμενος οἷον ἕρματι τῆς βολῆς

    分词 χρησάμενος 支配与格 ἕρματι(“配重”、“压舱物”),前面带有限定副词 οἷον(“犹如”、“作为”)。结合 τῆς βολῆς(客观属格,“投掷”),意为“将其用作投掷时的配重”。石块被树皮包裹,借其重量使树皮能顺利投掷至对岸。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:2.1-2.6